Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 10.5, ed. Kühn, 1825, vol. 10, p. 685-691. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:10.5

1. Ἐάσαντες οὖν ἤδη τοὺς τοιούτους ἀνθρώπους
2. αὖθις ἀνέλθωμεν ἐπὶ τὸ συνεχὲς τοῦ λόγου. ταῖς θερμαῖς
3. καὶ ξηραῖς ἕξεσιν ἐναντιώτατόν ἐστὶ καὶ πυρετωδέστατον
4. αἴτιον ἀσιτία. λέγω δ’ ἕξεις θερμὰς καὶ ξηρὰς οὐ μόνον ὅταν
5. ἐξ ἀρχῆς ὦσι τοιαῦται κατὰ τὴν οἰκείαν κρᾶσιν, ἀλλὰ κἂν ἐξ
6. ὑστέρου γεννηθῶσιν ἐκ διαίτης θερμῆς καὶ ξηρᾶς καὶ κινήσεων
7. πλειόνων, ἀγρυπνίας τε καὶ φροντίδος καὶ λύπης καὶ χωρίου
8. θερμοῦ καὶ ξηροῦ καὶ ὥρας θερινῆς καὶ καταστάσεως θερμῆς
9. καὶ ξηρᾶς. ἔξεστι δὲ καὶ χωρὶς τοῦ τῆς ὥρας ὀνόματος ἐν
10. τοῖς τοιούτοις λόγοις μόνης μεμνῆσθαι τῆς καταστάσεως.
11. ἄνωθεν γοῦν ἀναληφθέντος τοῦ λόγου μᾶλλον πεισθήσῃ τῷ
12. λεγομένῳ. τὰς θερμὰς καὶ ξηρὰς κράσεις, εἴτ’ ἐκ τῆς ἀρχαίας
13. φύσεως εἴτ’ ἐκ τῆς διαίτης καὶ πόνων ἀμέτρων καὶ παθῶν
14. ψυχικῶν καὶ χωρίου καὶ καταστάσεως εἰς τοῦτο εἶεν ἠγμέναι,
15. βλάπτουσιν ἱκανῶς αἱ ἀσιτίαι. ἐν τούτῳ τῷ λόγῳ παραλέλειπται
16. μὲν ἡ ὥρα κατά γε τὴν λέξιν, οὐ παραλέλειπται δὲ
17. τῇ δυνάμει· περιέχεται γὰρ ἐν τῇ καταστάσει τῆς ἄκρως θερμῆς
18. καὶ ξηρᾶς καταστάσεως, τὴν εἰρημένην κρᾶσιν ἐργαζομένης, 
1. ἣν οὐχ οἷόν τε γενέσθαι κατ’ ἄλλην ὥραν οὐδεμίαν ὅ τι
2. μὴ τοῦ θέρους· οὔτε γὰρ ἐν φθινοπώρῳ δυνατὸν οὔτ’ ἐν
3. ἦρι, πολὺ δὲ μᾶλλον οὐδ’ ἐν χειμῶνι, θερμοτάτην ἅμα καὶ
4. ξηροτάτην γενέσθαι κατάστασιν· ὥσπερ οὐδὲ ψυχροτάτην
5. οὐδὲ ὑγροτάτην ἐν ἄλλῃ τινὶ πλὴν ἐν χειμῶνι. διὰ
6. ταῦτα μὲν δὴ κᾀγὼ παραλιπὼν ἐνίοτε τὴν ὥραν ἀρκοῦμαι
7. τῇ καταστάσει. ἐξέστω μὲν ἑκάστῳ χρῆσθαι τοῖς ὀνόμασιν. ὡς
8. ἄν ἐθέλοι, φυλάττοντι τῶν πραγμάτων τὴν φύσιν. ἔστι δὲ
9. ἡ φύσις τῶν πραγμάτων οἵαν ἤδη τε πολλάκις ἔφην, οὐδὲν
10. δὲ ἧττον ἐρῶ καὶ νῦν· ὅσα γὰρ ἀναγκαιότατα μὲν εἰς τὰς
11. ἰάσεις ἐστὶν, ἀγνοεῖται δὲ μάλιστα, ταῦτ’ οὐδ’ Ἱπποκράτης
12. ὀκνεῖ διδάσκειν πολλάκις. ἀσιτία τοίνυν τοῖς ξηροῖς καὶ θερμοῖς
13. σώμασιν ὑγιαίνουσι μὲν βλαβερὰ, πυρέττουσι δ’ ἐν
14. θέρει θερμῷ καὶ ξηρῷ τὸν ἐπ’ ἐγκαύσει πυρετὸν, ἢ πόνοις
15. ἀμέτροις ἢ ἀγρυπνίαις ἢ τοῖς εἰρημένοις πάθεσι τῆς ψυχῆς
16. οὐχ ἁπλῶς βλαβερὸν, ἀλλ’ εἴπερ τι καὶ ἄλλο τῶν πάντων
17. ὀλέθριον· ἤτοι γὰρ εἰς καυσώδεις ἐμπίπτουσι πυρετοὺς ἐξ
18. αὐτῆς, ἐξ ὧν ἐὰν μὴ φθάσωσιν ἀποθανεῖν, εἰς τοὺς ἑκτικοὺς
1. μεταπίπτουσιν, αὖθις δ’ ἐκ τούτων εἰς μαρασμόν· ἢ ἐξ ἀρχῆς
2. εὐθέως ὁ ἑκτικὸς αὐτοῖς συμπίπτει πυρετὸς, ὑπερβὰς τὸν
3. καυσώδη. μάλιστα δ’, ὡς εἴρηται πολλάκις, αἱ ξηραὶ καὶ
4. θερμαὶ κράσεις ἁλίσκονται τοῖς ἑκτικοῖς πυρετοῖς εὐθὺς ἐξ
5. ἀρχῆς, ὥσπερ καὶ ἐπὶ τῆς ἀνθρώπου, τῆς φθινοπώρου μὲν
6. ἀρξαμένης πυρέττειν δι’ ἀγρυπνίαν καὶ λύπην, ἐπὶ πλεῖστον
7. δὲ παρατεινάσης τοῦ χειμῶνος· ἣν τεθεάμεθα μὲν, ὡς οἶσθα,
8. τεταρταίαν, ἐγνωρίσαμεν δ’ εὐθέως ἑκτικὸν εἶναι πυρετὸν ἐπιπεπλεγμένον
9. ἑτέρῳ τινι τῶν ἐπὶ χυμοῖς. ἴασις δ’ ἦν μόνη
10. διδόναι ψυχρὸν ἐν καιρῷ μέτριον εἰθισμένῃ πίνειν αὐτὸ καὶ
11. παρὰ τὸν ὑγείας χρόνον· ἀλλ’ ἕτεροι μὲν ἐπὶ ταύτης ἐνεπιστεύοντο
12. τὴν θεραπείαν, ὅθεν ἡμεῖς ἔγνωμεν σιωπᾷν. ἐπ’
13. ἄλλου δὲ κατὰ τὸν αὐτὸν χρόνον, ὃς ἡμῖν ἑαυτὸν ἐπέτρεψε,
14. καθ’ ἑκάστην τροφὴν ἐδίδομεν, ἀκραιφνοῦς πηγαίου ψυχροῦ
15. ποτὲ μὲν δύο κυάθους, ἔστι δ’ ὅτε τρεῖς· ἀθρόον γὰρ οἱ
16. τοιοῦτοι ψυχρὸν οὐ φέρουσιν ἄνευ τοῦ βλαβῆναι. διὸ κάλλιστόν
17. ἐστιν εὐθὺς ἐν τῷ πρώτῳ παροξυσμῷ διαγνόντα τοῦ
18. πυρετοῦ τὴν ἰδέαν ἀκινδυνότερον χρήσασθαι ψυχρῷ πλείονι
1. μηδέπω ξηρῶν ἱκανῶς τῶν σωμάτων γεγονότων. ὁ γοῦν ἐκ
2. θυμοῦ πυρέξας ἐν τοῖς ὑπὸ κύνα καύμασι θερμὸς καὶ ξηρὸς
3. νεανίσκος ἐν τῷ πρώτῳ παροξυσμῷ πιὼν ὕδατος ψυχροῦ
4. δύο κοτύλας, αὐτίκα μὲν ἤμεσε χολὴν ξανθοτάτην, ἐξέκρινε δ’
5. ὀλίγον ὕστερον καὶ κάτω. κᾄπειτ’ αὖθις ἐπὶ τῇ τροφῇ λαβὼν
6. ὁμοίως ὕδατος ὅσον κοτύλην οὐκέτι ἐπύρεξεν. ἀλλ’ ἔνιοι
7. τῶν ἰατρῶν ἐν ἀρχῇ μὲν οὐ γνωρίζοντες οὐδεμίαν ἰδέαν πυρετοῦ,
8. γνόντες δ’ ὕστερον, ὅτε οὐδὲν ὄφελος, εἰς ἑκτικὸν ἢ καὶ
9. νὴ Δία ἤδη μαρασμώδη πυρετὸν ἐμπίπτοντα τὸν ἄῤῥωστον,
10. ἔδοσαν αὐτῷ ψυχρὸν πιεῖν, ἡμᾶς μιμησάμενοι. καὶ πάντες
11. ἀπέτυχον τοῦ σκοποῦ· πολλῆς γὰρ ἀκριβείας δεῖται κατὰ τὸ
12. μέτρον ἐπὶ τῶν οὕτως ἐχόντων ἡ δόσις τοῦ ψυχροῦ καὶ λεχθήσεται
13. περὶ αὐτῆς ὀλίγον ὕστερον, ἐπειδὰν πρότερον ἐπιθῶ
14. τελευτὴν τοῖς ἐνεστῶσιν. ὁ γάρ τοι προγεγραμμένος ἄῤῥωστος
15. ἁπάντων παράδειγμά ἐστι τῶν εὐθὺς ἐξ ἀρχῆς τρέφεσθαι δεομένων
16. διὰ ξηρότητα, κᾂν ἤδη πυρέττειν ἄρχωνται. γινομένου
17. γὰρ αὐτοῖς τοῦ πυρετοῦ διὰ τὸ δακνῶδες τῶν ἐν ταῖς ἡλιώσεσι
1. καὶ ἀσιτίαις καὶ πόνοις ἐκθερμανθέντων καὶ λεπτυνθέντων
2. χυμῶν, ἡ ὑγραίνουσα τροφὴ μέγιστον ἴαμά ἐστιν.
3. ὥσθ’ ὅπου γε διὰ πλῆθος, ἢ ἔμφραξιν, ἢ φλεγμονὴν, ἢ
4. ἁπλῶς εἰπεῖν σηπεδόνα τινῶν χυμῶν ὁ πυρετὸς γεννᾶται,
5. μέγιστον κακόν ἐστιν ἡ τροφή. τούτους μὲν οὖν οὐδ’ ἐν ταῖς
6. παρακμαῖς ἀβλαβῶς ἂν τρέφοις, μήτι γε δὴ κατὰ τὴν εἰσβολὴν
7. τῶν παροξυσμῶν· τοὺς προειρημένους δὲ ἅπαντι μὲν
8. καιρῷ, μάλιστα δ’ ἐν τῇ παρακμῇ. καί με πολλάκις
9. ἐθεάσω τοὺς ἐπὶ πλήθει καὶ φλεγμονῇ νοσοῦντας ἐν ἀσιτίαις
10. διαφυλάξαντα μακραῖς οὕτως ὡς μηδ’ ὅλως θρέψαι πρὸ τῆς
11. ἑβδόμης ἡμέρας, ἀλλ’ ἀρκεσθῆναι μόνῳ μελικράτῳ τῆς δυνάμεως
12. ἐῤῥωμένης δηλονότι, τινὰς δ’ αὐτῶν οἷς ἡ δύναμις οὐκ
13. ἦν εὔρωστος, ἢ χολώδης ὁ στόμαχος, ἢ ἀσθενὴς, ἢ περιττῶς
14. αἰσθητικὸς, ἐπὶ χυλῷ πτισάνης μόνῳ διεφύλαξα μέχρι τῆς
15. ἑβδόμης ἡμέρας μέλλοντός γε δηλονότι κατὰ ταύτην ἤτοι
16. παρακμάζειν τοῦ νοσήματος ἢ καὶ παντάπασι λυθήσεσθαι διὰ
17. κρίσεως. ἔστωσαν δή σοι καθ’ ἕκαστον ἄῤῥωστον εὐθέως
18. ἀπὸ πρώτης ἡμέρας οἱ σκοποὶ τοῦ τρέφειν, ὡς Ἱπποκράτης
1. ἐκέλευσεν, ἥ τε τοῦ νοσήματος ἀκμὴ καὶ ἡ τοῦ κάμνοντος
2. δύναμις. εἶτ’ εἰ μὲν ἐγχωρεῖ μηδ’ ὅλως τρεφόμενον ὑπερβάλλειν
3. τὴν ἀκμὴν, ἐν ἀσιτίαις φύλαττε τὸν ἄνθρωπον· εἰ δὲ βραχείας
4. τινὸς βοηθείας δέοιτο, τὸ μελίκρατον ἀρκείτω μόνον·
5. εἰ δὲ ἔτι μείζονος ἢ κατὰ μελίκρατον, ὁ χυμὸς τῆς πτισάνης.
6. εἰ δ’ οὐκ ἐγχωρεῖ τὴν ἀκμὴν τοῦ νοσήματος ὑπερβάλλειν, ἤτοι
7. λεπτῶς διαιτώμενον ἢ ἀσιτοῦντα, πειρᾶσθαι τρέφειν τοῦτον
8. εὐθὺς ἐν τῇ τοῦ πρώτου παροξυσμοῦ παρακμῇ. τινὰς δ’
9. αὐτῶν, ὡς εἴρηται, καὶ μέλλοντος εἰσβάλλειν καὶ ἀρχομένου.
10. ξηροὶ δ’ εἰσὶν οὗτοι καὶ θερμοὶ τὴν κρᾶσιν, ἤτοι γ’ ἐξ ἀρχῆς
11. ἢ κατ’ ἐκεῖνον τὸν χρόνον, ἀσθενεῖς τε τὴν δύναμιν ἐξ ἀνάγκης·
12. οὐ γὰρ ἐνδέχεται ξηρὸν καὶ θερμὸν ἱκανῶς σῶμα πυρέξαν
13. ἐῤῥῶσθαι ταῖς δυνάμεσιν. εἰ μέντοι ποτὲ συνέλθοι
14. φλεγμονὴ τοῖς τοιούτοις πυρετοῖς τε καὶ σώμασιν ἐπικαίρου
15. μορίου, τεθνήξονται πάντως· ἐθεάσω γὰρ ἡμᾶς καὶ τοῦτο
16. προειπόντας μὲν ἀεὶ, ψευσαμένους δ’ οὐδέποτε. καὶ μᾶλλον,
17. εἰ πνεύμονος, ἢ τοῦ τὰς πλευρὰς ὑπεζωκότος χιτῶνος, ἢ 
1. γαστρὸς ἢ ἥπατος· ἀεὶ γὰρ ἐν τούτοις τοῖς μέρεσι φλεγμοναὶ
2. μὴ ὅτι τοῖς οὕτως ἀσθενέσι τὴν δύναμιν, ἀλλὰ
3. καὶ τοῖς ἰσχυροτέροις αὐτῶν ὀλέθριαι. καὶ μία σωτηρία πλευριτικοῖς
4. τε καὶ περιπνευμονικοῖς, προσκείσθω δὲ καὶ συναγχικοῖς,
5. ἡ ῥώμη τῆς δυνάμεως· ἔτι τε τούτων οὐδὲν ἧττον οἷς
6. ἧπαρ ἢ γαστὴρ ἐφλέγμηνεν. ὅσον μὲν γὰρ ἐπὶ ταῖς φλεγμοναῖς
7. αὐτῶν ἥκιστα προσήκει τρέφειν, ὅσον δ’ ἐπὶ τῇ τῆς
8. δυνάμεως ἀῤῥωστίᾳ πολλάκις. ὥστ’ ἀναγκαῖον ἢ καταλῦσαι
9. τὴν δύναμιν ἢ τὰς φλεγμονὰς αὐξῆσαι. ταυτὶ μὲν οὖν ἐπὶ
10. πλέον ἴσως ἢ τοῖς ἐνεστῶσιν ἁρμόττει λέλεκταί μοι διεγνωκότι
11. γε καὶ τοῦτο τὸ γράμμα περὶ τῶν ἄνευ φλεγμονῆς διαλεχθῆναι
12. πυρετῶν. ἀλλὰ διὰ τὴν τοῦ λόγου κοινωνίαν ἐξέβην
13. ἐφ’ ὅσον ἦν ἀναγκαῖον.

Cliquer un n° de page pour en afficher l’image