Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 10.6, ed. Kühn, 1825, vol. 10, p. 691-695. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:10.6

14. Αὖθις οὖν ἐπανέλθωμεν ἐπὶ τούσδε τοῖς
15. προειρημένοις πυρετοῖς συγγενεῖς, οὓς ὀνομάζειν εἰώθαμεν
16. ἑκτικούς. ὁ γάρ τοι νεανίσκος, ὃν προέγραψα, τὸν ἑκτικὸν
17. ἂν ἐπύρεξε πυρετὸν, ὑπερβάλλειν ἀναγκασθεὶς τὴν θαυμαστὴν
18. διάτριτον, εἴπερ γε μὴ φθάσας ἀπέθανεν ὑπὸ τῶν
1. εἰθισμένων ἄνευ μεθόδου διαιτᾷν. ὑποκείσθω τοίνυν ἄλλος
2. τις ἅπαντα μὲν ἔχων τὰ αὐτὰ τῷ προειρημένῳ, τὴν δύναμιν
3. δὲ ἰσχυρότερος εἰς τοσοῦτον ὡς καὶ τὴν διάτριτον ὑπερβάλλων
4. ἀντέχειν. ἀνάγκη τὸν τοιοῦτον οὕτω διαιτώμενον ὡς
5. διαιτῶσιν οἱ τὴν διάτριτον ὑμνοῦντες, εἰς τὸν ἑκτικὸν
6. πυρετὸν ἐμπεσεῖν. ἔθρεψαν γὰρ ἂν αὐτὸν ἐν τῇ τετάρτῃ τῶν
7. ἡμερῶν, εἶτ’ αὖθις ἐν τῇ ἕκτῃ, κᾄπειτ’ ὀγδόῃ τε καὶ δεκάτῃ·
8. τοιοῦτος γοῦν τις ὁ τύπος τῆς διαίτης αὐτῶν ἐστιν, ὡς
9. ἐθεάσω πολλάκις· ἡ μὲν πρώτη τροφὴ μετὰ τὴν πρώτην
10. διάτριτον, αἱ δ’ ἄλλαι παρὰ μίαν. εὐθὺς δ’ ἂν, οἶμαι, καὶ
11. δι’ ἀρτομέλιτος ἐξήραναν αὐτοῦ τὰ ὑποχόνδρια· καὶ γὰρ καὶ
12. τοῦτο ἐκ τοῦ νόμου τῶν τοιούτων ἰατρῶν ἐστιν, εἴτε φλεγμαίνοι
13. σπλάγχνον, εἴτε καὶ μή. κατ’ ἀρχὰς μὲν οὖν ὅπως χρὴ
14. διαιτᾷν τοὺς οὕτω κάμνοντας εἴρηται μὲν καὶ πρόσθεν,
15. οὐδὲν δὲ ἧττον ἐν κεφαλαίοις εἰρήσεται καὶ νῦν. ὅταν ἤτοι γε
16. ἐκ κόπων, ἢ θυμῶν, ἢ φροντίδων πλεόνων, ἢ ἀγρυπνίας, ἢ
17. λύπης, ἢ ἐνδείας μακρᾶς, ἢ καὶ πάντων ἅμα συνελθόντων,
18. ὥσπερ ἐπὶ τοῦ προγεγραμμένου νεανίσκου, ξηρανθέντος τοῦ
1. σώματος εἰσβάλῃ πυρετὸς, αὐχμηρὸν μὲν ποιῶν τὸ δέρμα, πυρώδη
2. δ’ ἔχων τὴν θέρμην, ἐλπὶς μὲν δήπου τοῦτον τὸν ἄνθρωπον
3. ἑκτικῷ ληφθήσεσθαι πυρετῷ καὶ μᾶλλον ἐν θέρει
4. καὶ ἐν θερμῇ καὶ ξηρᾷ καταστάσει. χρὴ δὲ ὅτι τάχιστα διά τε
5. πτισάνης χυλοῦ καὶ τῶν διὰ χόνδρου ῥοφημάτων θρέψαντα
6. καὶ ἄρτου τι προσεπιδιδόντα θεραπεῦσαι πόσει ψυχρᾷ τὸν
7. κάμνοντα. σβέννυται γὰρ αὐτίκα καὶ παύεται τελέως ὁ πυρετὸς
8. ὅταν γε, ὡς εἴρηται, μήτε φλεγμονή τις αὐτῷ συνῇ
9. μήτε σῆψις χυμῶν. εἰ δέ γε τούτων τι συνεπιφαίνοιτο, προσέχειν
10. ἀκριβῶς χρὴ καὶ διακρίνειν ἐν τίνι καιρῷ πρώτως τὸ
11. ψυχρὸν ὕδωρ αὐτῷ δοῦναι τολμήσομεν. ἐγὼ γὰρ ἔδωκα πολλοῖς
12. καὶ τῶν τοιούτων, ἄμεινον εἶναι νομίσας αὐξῆσαι τὰς
13. φλεγμονὰς τό γε παραυτίκα τοῦ περιπεσεῖν ἀνέχεσθαι τὸν
14. ἄνθρωπον ἑκτικῷ πυρετῷ. παντελῶς τοίνυν, ὡς ἀεὶ λέγομεν,
15. ἡ θεραπεία τῇ διαγνώσει τε καὶ προγνώσει συνέπεται. διαγνῶναι
16. μὲν γὰρ χρὴ τὰ παρόντα, προγνῶναι δ’ ἐξ αὐτῶν τὰ
17. γενησόμενα τὸν μέλλοντα χρήσεσθαι βοηθήματι δραστηρίῳ.
18. εἰ μὲν τοίνυν μεγάλην ἔσεσθαι στοχάζοιο τὴν βλάβην ἤτοι
1. τῆς σήψεως τῶν χυμῶν ἢ τῆς φλεγμονῆς, ἐπισχεῖν μὲν τὴν
2. δόσιν τοῦ ψυχροῦ, τοῖς δ’ ἔξωθεν ἐπιτιθεμένοις ψυκτηρίοις
3. ἰάμασι χρῆσθαι, ποτὲ μὲν ἐπὶ στόματι τῆς γαστρὸς ἢ καθ’
4. ὅλων τῶν ὑποχονδρίων, ἔστι δ’ ὅτε καὶ κατὰ τοῦ θώρακος
5. ἐπιτιθέντα, καθ’ ἅπερ ἂν ἡγησώμεθα μάλιστα τὸ πλεῖστον
6. εἶναι τῆς θέρμης. εἴρηται δ’ ὅτι καὶ βαλανεῖα τοῖς οὕτω
7. κάμνουσιν ἐπιτήδεια, τουτέστι τοῖς ἐξηρασμένοις μὲν ἱκανῶς
8. τὸ σῶμα, πυρέττουσι δ’ ἄνευ χυμῶν σηπεδόνος ἐπί τινι τῶν
9. προειρημένων αἰτίων. ἐπιδέδεικται δὲ ἡμῖν ἐν τοῖς περὶ τῶν
10. πυρετῶν λογισμοῖς ὅτι καὶ ταῖς φλεγμοναῖς διὰ τὴν σηπεδόνα
11. τῶν ἐν αὐταῖς χυμῶν ἕπονται πυρετοί. διὰ τοῦτο οὖν
12. ὅταν εἴπω ποτὲ τοῖς ἐπὶ σήψει πυρετοῖς ἤτοι συμφέρειν ἢ
13. μὴ συμφέρειν τόδε τι, καὶ τοὺς ἐπὶ φλεγμοναῖς ἀκούειν σε χρὴ
14. περιλαμβανομένους ἐν τῷ κοινῷ γένει τῆς σηπεδόνος. ὅταν
15. δ’ ἑξῆς ἀλλήλοις ἀμφοτέρους ὀνομάζοντος ἀκούῃς μου, τοὺς
16. ἐπὶ φλεγμοναῖς ἴσθι τῶν ἐπὶ μόνῃ σήψει τηνικαῦτα διοριζομένους.
17. ὁποία γάρ τίς ἐστιν ἡ τῆς φλεγμονῆς διάθεσις εἴρηται
18. μὲν ἔν τε τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας κᾀν τῷ
1. περὶ τῶν παρὰ φύσιν ὄγκων. ἀναμνῆσαι δέ σε καὶ νῦν ἀναγκαῖόν
2. ἐστιν ὅτι κατασκήψαντος αἵματος θερμοῦ πλείονος
3. εἰς τὸ τοῦ ζώου μόριον ἐξαίρεται μὲν αὐτίκα τὰ μείζω τῶν
4. ἀγγείων, μὴ στέγοντα τὸ πλῆθος, ἑξῆς δ’ αὐτοῖς τὰ σμικρότερα.
5. κᾄπειθ’ οὕτως, ἐπειδὰν μηδ’ ἐν τούτοις στέγηται,
6. διιδροῦται πρὸς τοὐκτὸς εἰς τὰς μεταξὺ τῶν ἀγγείων εὐρυχωρίας,
7. ὡς καὶ τὰς ἐν τῇ συνθέτῳ σαρκὶ χώρας ἁπάσας καταλαμβάνειν.
8. αὕτη μὲν ἡ τῆς φλεγμονῆς διάθεσις. ἐγχωρεῖ δὲ
9. καὶ χωρὶς αὐτῆς ἐν αὐτοῖς τοῖς ἀγγείοις σήπεσθαί τινας
10. χυμοὺς, ἤτοι καθ’ ἕν τι τοῦ ζώου μόριον ἐν τοῖς πέρασιν
11. αὐτῶν σφηνωθέντας, ἢ καὶ καθ’ ὅλας αὐτῶν τὰς εὐρύτητας,
12. ὁπόσαι μεταξὺ βουβώνων τέ εἰσι καὶ μασχαλῶν. ὅταν
13. οὖν, ὡς ἐλέγομεν, ἄνευ σηπεδόνος αὐχμώδει σώματι πυρέττειν
14. συμβῇ, τὸ κεφάλαιον τῆς ἰάσεως ἐν τοῖς ὑγραίνουσι καὶ ψύχουσι
15. βοηθήμασι τίθεσθαι χρή.

Cliquer un n° de page pour en afficher l’image