13. Τούτῳ τοίνυν εὐκράτῳ μὲν ὄντι χρηστέον
14. ὡς ἔχει, μηδὲν περιεργαζομένους. εἰ δ’ ἤτοι θερμὸν ἱκανῶς
15. ἢ ψυχρὸν ὑπάρχοι, τῷ μὲν θερμῷ τοὐναντίον ἐπιτεχνᾶσθαι
16. καταγείους οἴκους, ψυχροτάτους τε καὶ εὐπνουστάτους ἐξευρίσκοντας,
17. πρὸς ἄρκτον ἐστραμμένους αὔρας τέ τινας ἡδείας
1. αὐτοῖς μηχανωμένους, ἐνίοτε μὲν ἐξ εὐρίπων εἰς οὓς καταῤῥάσσουσιν
2. ὕδατος κρουνοὶ πλείους, ἐνίοτε δ’ ἐξ ἀγγείων εἰς
3. ἀγγεῖα μεταῤῥέοντος ὕδατος ψυχροῦ. εὐθὺς δὲ τοῦτο καὶ
4. ὑπνωτικὸν ὑπάρχει, ῥαίνοντάς τε συχνῶς τὸν οἶκον ἀκραιφνεῖ
5. ψυχρῷ καὶ ῥόδα πολλὰ κατὰ τῆς γῆς ἐκχέοντας, ἢ
6. ἀμπέλων ἕλικας, ἢ βάτων ἀκρέμονας, ἢ σχίνων κλῶνας, ἤ
7. τι τῶν ἄλλων φυτῶν ὅσα ψύχει· λέλεκται δὲ ὑπὲρ αὐτῶν ἤδη
8. καὶ πρόσθεν. εἴργοντας δὲ δηλονότι καὶ πλῆθος ἀνθρώπων
9. εἰσιέναι· καὶ γὰρ καὶ τοῦτο θερμαίνει τὸν οἶκον. οὕτω μὲν
10. τὸν θερμότατον ἀέρα πειρᾶσθαι ψύχειν, ἐν θέρει δηλονότι
11. θερμῷ καὶ ξηρῷ συνιστάμενον· οὐ γὰρ ἂν χειμῶνί ποτε γένοιτο
12. θερμότατος, ὥσπερ οὐδὲ ψυχρότατος ἐν θέρει. τὸν ψυχρὸν
13. δὲ μετρίως μὲν ὑπάρχοντα τοιοῦτον ἀγαπᾷν καὶ δέχεσθαι,
14. μηδὲν αὐτὸν ἐπιτεχνώμενον ἢ ἐξαλλάττοντα τὴν κρᾶσιν αὐτοῦ·
15. ψυχρότατον δ’ ὄντα, καθ’ ὅσον μὲν εἰσπνεῖται προσίεσθαι·
16. ψύχει γὰρ ἱκανῶς τὴν ἐν τῇ καρδίᾳ θέρμην· οὐ μὴν καθ’ ὅσον
17. ἔξωθέν γε ἅπτεται τοῦ κάμνοντος, πυκνοῖ γὰρ καὶ συνάγει
18. τὸ δέρμα καὶ κωλύει τὰς ἀποῤῥοὰς διαπνεῖσθαι τῶν σηπεδονωδῶν
1. χυμῶν· διὰ μὲν γὰρ τοῦ πνεύμονος ἀραιοῦ σπλάγχνου
2. χαλεπὸν οὐδὲν ἐπὶ τὴν καρδίαν ἀφικνεῖσθαι ῥᾳδίως οὐ μόνην
3. τὴν ποιότητα, ἀλλὰ καὶ τὴν οὐσίαν αὐτοῦ· διὰ μέντοι
4. τοῦ δέρματος οὔτε τὴν ποιότητα δυνατὸν οὔτε τὴν οὐσίαν
5. ἐπὶ τὴν καρδίαν ἀφικνεῖσθαι, φθάνοντος πυκνοῦσθαι τὸ
6. γὰρ ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ῥηθὲν
7. ἐπὶ τῶν ἰσχυρῶς στυφόντων ἀναμνῆσαι χρὴ. κᾀνταῦθα καὶ
8. γνῶναι τὸν ἄγαν ψυχρὸν ἀέρα τὰς ὁδοὺς ἀποκλείειν ἑαυτῷ,
9. τὸ δέρμα στεγνοῦντ’ ἀεί. μείζονα μέντοι γνωστέον ἐσομένην
10. ἐκ τῆς ψυχρᾶς εἰσπνοῆς τὴν ὠφέλειαν ἤπερ ἐκ τῆς τοῦ δέρματος
11. πυκνώσεως τὴν βλάβην, καὶ μάλισθ’ ὅταν δι’ ἐπιβλημάτων
12. οἷόν τε θάλπειν αὐτό. χρῆσθαι δ’ ἀέρι τοιούτῳ κατ’
13. ἐκείνους μάλιστα τῶν ἑκτικῶν πυρετῶν ἐν οἷς ἡ καρδία
14. πάσχει πρώτως, καθάπερ γε καὶ εἰ ἡ γαστὴρ πρώτη ἐπεπόνθει,
15. διὰ τῶν ἐσθιομένων καὶ πινομένων ἀρήγειν αὐτῇ· ταύτῃ
16. μὲν γὰρ ἐκεῖνα τὴν δύναμιν εἰλικρινῆ φυλάττοντα προσπίπτει,
17. τῇ καρδίᾳ δὲ ὁ εἰσπνεόμενος ἀήρ. ἥπατι δὲ ἐκ μὲν τῆς εἰσπνοῆς
18. οὐδὲν ὄφελος, ὠφελεῖται δ’ ἧττον μὲν τῆς κοιλίας, οὐ
1. μὴν ἀμυδρῶς γε, διὰ τῶν ἐσθιομένων τε καὶ πινομένων.
2. κοινὴ δ’ ἁπάντων ἴασις ἡ διὰ τῶν ἔξωθεν ἐπιτιθεμένων
3. ὑγραινόντων τε καὶ ψυχόντων. ἐπὶ τούτοις μὲν οὖν τοῖς
4. σπλάγχνοις ὡς τὰ πολλὰ τοὺς ἑκτικοὺς καὶ μαρασμώδεις
5. ἐθεασάμεθα πυρετούς. ἐπιγίγνονται μὴν ἐνίοτε καὶ ταῖς τοῦ
6. πνεύμονος ξηραῖς καὶ θερμαῖς δυσκρασίαις· ἀλλ’ οὐκ ἐπιτήδειον
7. εἰς τοὺς τοιούτους πυρετοὺς τὸ σπλάγχνον, ὑγρὸν καὶ
8. χαῦνον ὑπάρχον. ἐπιγίνονται δὲ καὶ θώρακι καὶ μεσαραίῳ
9. καὶ κύστει καὶ νήστει καὶ κώλῳ καί ποτε καὶ μήτρᾳ καὶ νεφροῖς.
10. ἐπὶ δὲ τῷ διαφράγματι μαρασμὸν μὲν οὐκ εἶδον,
11. ἑκτικὸν δ’ ἐθεασάμην πυρετὸν, ἅπαξ μὲν ἀκριβῶς ἀπεργασθέντα,
12. πολλάκις δ’ ἀποκτείναντα πρὶν ἀκριβῶς συμπληρωθῆναι.
13. δύσπνοιά τε γὰρ ἕπεται καὶ παραφροσύνη ταῖς
14. τοιαύταις διαθέσεσιν ἐφ’ αἷς ἀποθνήσκουσιν ὡς τὰ πολλὰ
15. πρὶν ἑκτικὸν ἀκριβῶς γενέσθαι τὸν πυρετόν. ῥᾴστη δ’ αὐτῶν
16. ἡ διάγνωσις τῇ τε σκληρότητι τοῦ σφυγμοῦ καὶ τῷ τὸ ὑποχόνδριον
17. ἐπὶ πλεῖστον ἀνασπᾶσθαι καὶ τῷ δυσπνοεῖν ἀνώμαλόν
18. τέ τινα καὶ πολυειδῆ δύσπνοιαν. ἐπὶ πλεῖστον μὲν γὰρ
1. ἐνίοτε σμικρὸν καὶ πυκνὸν ἀναπνέουσιν, αὖθις δ’ ἔστιν ὅτε
2. βραδύνουσι σαφῶς. εἶτ’ ἐξαίφνης ὥσπερ στενάζοντες ἀνέπνευσαν,
3. ἢ διπλῆν τὴν εἴσω φορὰν τοῦ πνεύματος οἷον
4. ἐπεισπνέοντες ἢ διπλῆν τὴν ἔξω ποιοῦνται, καθάπερ ἐπεκπνέοντες.
5. ἀναπνέουσι δὲ καὶ τῷ ἄλλῳ θώρακι παντὶ πολλάκις
6. αἰσθητὸν καὶ μέγα, τὰς ὠμοπλάτας ἐξαίροντες· ἐνίοτε δ’
7. ἱκανῶς ἀραιὰν καὶ μεγάλην ποιοῦνται ἀναπνοὴν, ὅταν ἐπικρατῇ
8. τὰ τῆς παραφροσύνης. ἀλλ’ οὐ πρόκειται νῦν λέγειν
9. οὔτε τὰ γνωρίσματα τῶν πεπονθότων τόπων οὔτε τὰς αἰτίας
10. αὐτῶν. αὖθις οὖν ἐπὶ τὴν θεραπείαν ἴωμεν, ἐπισκοπούμενοι
11. τῶν προκειμένων ὑλῶν τὰς δυνάμεις ὁποίας τινὰς ἔχουσιν ὡς
12. πρὸς τοὺς ἑκτικοὺς πυρετούς. εἴρηται δὲ ἤδη περὶ ἀέρος οὐκ
13. ὀλίγα θερμοῦ καὶ ψυχροῦ καὶ μάλιστα μὲν ὠφελοῦντος, ὅταν,
14. ὡς εἰώθασιν ὀνομάζειν, ἡ καρδία πρωτοπαθεῖ· βοηθοῦντος
15. δ’ οὐκ ὀλίγον οὐδ’ ἐν τοῖς ἄλλοις πυρετοῖς, ἐπειδὴ κᾀν τούτοις
16. ἐξ ἀνάγκης ἡ καρδία παραπλησίαν ἀναδέχεται δυσκρασίαν.
17. ἧς χωρὶς οὐχ οἷόν τε μὴ ὅτι μαρασμὸν ἢ ἑκτικὸν πυρετὸν,
18. ἀλλὰ μηδὲ τῶν ἄλλων μηδένα γενέσθαι. δῆλον οὖν ὅτι κᾂν
1. ὁ πνεύμων ποτὲ πάθῃ πρώτως, ἐμψύχοντος αὐτὸν ἀέρος δεήσεται
2. τῶν ἄλλων ἁπάντων μᾶλλον.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 10.8, ed. Kühn, 1825, vol. 10, p. 696-701. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:10.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩