3. Ἐφεξῆς δ’ ἂν εἴη σκέψασθαι περὶ τῶν
4. ἔξωθεν ἐπιβαλλομένων φαρμάκων ὑγραινόντων τε καὶ ψυχόντων.
5. ὅτι μὲν δὴ καὶ τούτων ἐκλεκτέα τὰ ψύχοντα χωρὶς
6. τοῦ στύφειν ἰσχυρῶς πρόδηλον παντί. πρὸς γὰρ τῷ μηδ’
7. ὑγραίνειν τὰ τοιαῦτα καὶ διικνεῖσθαι πρὸς τὸ βάθος ἡ ψύξις
8. αὐτῶν ἀδυνατεῖ, συναγόντων τε καὶ σφιγγόντων τὸ δέρμα.
9. κάλλιστα δ’ οὐ μόνον ὅσα ψύχει χωρὶς τοῦ στύφειν, ἀλλ’ εἰ
10. καὶ τῇ συστάσει τοῦ σώματος εἴη λεπτομερῆ. τελεωτάτην μὲν
11. οὖν εὑρεῖν οὐσίαν λεπτομερῆ καὶ ψυχρὰν ἀκριβῶς ἴσως ἀδύνατον.
12. ἀκριβῶς δ’ εἶπον, ἐπειδὴ τὸ πάντων ὧν ἴσμεν ψυχρῶν
13. τῇ δυνάμει λεπτομερέστατον, τὸ ὄξος, ἔχει τινὰ μεμιγμένην
14. ἑαυτῷ θερμότητα. καὶ μέντοι καὶ ξηραίνει τὰ πλησιάζοντα
15. σώματα κᾂν ὑγρὸν εἴη κατὰ τὴν φαντασίαν. ὅθεν
16. οὐδὲ μόνῳ αὐτῷ ποτε χρώμεθα πρὸς τὰς ὑγραίνεσθαί τε
17. ἅμα καὶ ψύχεσθαι δεομένας διαθέσεις, ἀλλ’ ὕδατι ψυχρῷ
1. τοσούτῳ μιγνύντες ὡς δύνασθαι πιεῖν. ἀλλ’ εἰ καὶ τὸ τελέως
2. λεπτομερὲς ἅμα καὶ ψυχρὸν σῶμα μὴ δυνατὸν εὑρεῖν,
3. ὅμως ἐκλέγεσθαι χρὴ τὰς ἐπιτηδειοτάτας ὕλας εἰς τὴν τοῦ
4. τοιούτου σύνθεσιν φαρμάκου. λέλεκται μὲν οὖν ἐπὶ πλέον
5. ὑπὲρ αὐτῶν ἐν ταῖς περὶ τῶν φαρμάκων πραγματείαις.
6. εἰρήσεται δὲ καὶ νῦν ἐπὶ παραδειγμάτων ὀλίγον ἕνεκα τοῦ
7. γυμνάσασθαί σε καὶ κατὰ τοῦτο τὸ γένος ἐν τοῖς κατὰ
8. μέρος. ἄρξομαι δ’ ἀπὸ τοῦ πάντων ἁπλουστάτου φαρμάκου
9. τῶν ὑγραινόντων τε καὶ ψυχόντων, ᾧ καὶ κατὰ τῶν
10. ἐρυσιπελάτων χρῶμαι καὶ κατὰ τῶν ἐν αἰδοίοις φλεγμονῶν
11. ἐν ἀρχῇ, πρὶν ὑποφαίνεσθαί τινα νομώδη σηπεδόνα. χρὴ
12. δ’ εἰς αὐτὸ παρεσκευάσθαι κηρὸν ὡς κάλλιστον πεπλυμένον.
13. εἴη δ’ ἂν κάλλιστος ὅ τε Ποντικὸς ὁ λευκὸς, ὅ τε
14. ἐξ Ἀττικῶν κηρίων. ἔστω δὲ καὶ ῥόδινον ἐξ ἐλαίου τοῦ
15. καλουμένου πρὸς τινῶν μὲν ὀμφακίνου, πρὸς ἄλλων δὲ
16. ὠμοτριβοῦς, ἐσκευασμένου χωρὶς ἁλῶν. ἄριστον δὲ εἶναι
17. καὶ τοῦτο τὸ ἔλαιον ἀκριβῶς λεπτομερὲς, ὥσπερ τὸ Σαβῖνον.
18. ἐπὶ δὲ τῆς χρείας ἄμφω μιχθέντα τηκέσθω δι’ ἀγγείου
1. διπλοῦ καὶ γενομένης ὑγρᾶς κηρωτῆς. ἔσται δὲ τοιαύτη
2. τριπλάσιον ἢ τετραπλάσιον ἔχουσα τοῦ κηροῦ τὸ
3. ῥόδινον. ἐπειδὰν δὲ αὐτὴ ψυχθῇ, μιγνύσθω ψυχθείσῃ κατὰ
4. βραχὺ τοσοῦτον ὕδατος ὅσον ἂν ἐν θυείᾳ μαλαττομένῃ
5. σὺν αὐτῷ δέξασθαι δύναιτο. χρὴ δὲ καὶ τὴν κηρωτὴν
6. αὐτὴν ἱκανῶς ἐψῦχθαι καὶ τὸ μιγνύμενον ὕδωρ αὐτῇ
7. ψυχρότατον ὑπάρχειν. ἱκανῶς δὲ ψύξεις τὴν κηρωτὴν, ἐπειδὰν
8. μετρίως παγῇ, καθιεὶς εἰς ὕδωρ ψυχρότατον ὅλον τὸ
9. ἀγγεῖον ἐν ᾧ περιέχεται. μίξας δὲ εἰ βούλοιο καὶ ὄξους
10. ὀλίγον ἱκανῶς λεπτοῦ καὶ διαυγοῦς, ἔτι δὲ καὶ μᾶλλον
11. ὑγραῖνόν τε ἅμα καὶ ψῦχον ἐργάσῃ φάρμακον. οὐ χρὴ δ’
12. ἀναμένειν ἐπιχεῖσθαι κατὰ τοῦ σώματος αὐτὸ τοῦ κάμνοντος
13. εἰς τοσοῦτον ὡς θερμανθῆναι σαφῶς, ἀλλ’ ὑπαλλάττεσθαι
14. συνεχῶς. Ἄλλο φάρμακον. ὀξαλίδος ἢ ὀξυλαπάθου
15. χυλὸς, ἀλφίτων λεπτῶν ὀλίγων μιχθέντων ἀναλαμβανέσθω
16. διπτύχῳ ῥάκει τριβακῷ, ψυχρὸν δ’ ἱκανῶς ἐπιτιθέσθω
17. καὶ τοῦτο. μὴ παρόντος δὲ τοιούτου ῥάκους, ὀθόνιον δίπτυχον
18. ἀναδεύσας, ἐπιτίθει τῷ ψύχεσθαι δεομένῳ μορίῳ,
1. καὶ μὲν δὴ καὶ ὁ τῆς ἀνδράχνης καὶ ὁ τοῦ ἀειζώου χυλὸς
2. ἅμα τῷ τῆς ὄμφακος ὁμοίως ἀλφίτοις μίγνυται. πρὸς
3. τούτοις δ’ ἔτι φακὸς ὁ ἀπὸ τῶν τελμάτων καὶ τριβόλου χλωροῦ
4. καὶ πολυγόνου καὶ θριδακίνης καὶ σέρεως χυλὸς, ὅσα
5. τ’ ἄλλα ψύχειν ἐλέχθη σὺν ἀλφίτοις λεπτοῖς πάντα. καὶ χωρὶς
6. δ’ ἀλφίτων ὅλας τὰς πόας ἔξεστι λειοῦντα χρῆσθαι.
7. καὶ μὲν δὴ καὶ τὸ διὰ τῶν φοινίκων ἐπίθεμα τῶν λιπαρῶν,
8. ὀνομάζουσι δ’ αὐτοὺς πατητοὺς, ἀγαθὸν φάρμακον. ἕψειν
9. δὲ χρὴ καὶ τούτων τὴν σάρκα, τὸ ὑμενῶδες ἅπαν ἐξαίροντα
10. ποτὲ μὲν δι’ ὄξους μόνου διαυγοῦς, ἔστι δ’ ὅτε καὶ ὕδατος
11. αὐτῷ μιγνύντα· τακερᾶς δ’ ἱκανῶς γενηθείσης, λειοῦντα
12. χρῆσθαι. σκληρὸν δ’ εἰ φαίνοιτό σοι κατὰ τὴν σύστασιν,
13. ἄμεινον μιγνύναι τῆς προγεγραμμένης κηρωτῆς. εἰ δὲ καὶ
14. ῥοδίνου ποτὲ τῶν εἰρημένων ἑκάστῳ μῖξαι βουληθείης, οὐδὲν
15. ἔσται σοι χεῖρον τὸ φάρμακον· ἔστω δὲ ὀλίγιστόν τε τὸ μιγνύμενον
16. καὶ ἁπλοῦν καὶ ψυχρὸν ἱκανῶς, κᾀξ ἐλαίου γεγονὸς
17. ἅλας οὐκ ἔχοντος. ἁπλοῦν δ’ ὅταν εἴπω ῥόδινον ἢ ἄλλο τι
18. τῶν τοιούτων, ἀκούειν δὲ χρὴ τὸ χωρὶς τῶν ἀρωμάτων
1. ἐσκευασμένον. ἀγαθὸν φάρμακον εἰς τὰ τοιαῦτα καὶ ὁ τῶν
2. ῥόδων χυλὸς ἅμα τοῖς ἀλφίτοις ψυχρός. ἀγαθὸν δὲ καὶ
3. αὐτὰ λειωθέντα· καθάπερ οὖν καὶ αἱ λεῖαι βλάσται τῶν μετρίως
4. στυφόντων φυτῶν, οὕτω δ’ ἔστιν ὅτε καὶ βοτάναις
5. χρήσασθαι μετρίως στυφούσαις δυνατὸν, ὥσπερ τῷ στρύχνῳ.
6. ἀλλ’ ἡ μὲν τοιούτων φαρμάκων ὕλη δι’ ἑτέρας πραγματείας
7. εἴρηται πᾶσα· νῦν δ’ ἀρκεῖ τὰ λελεγμένα παραδείγματος
8. ἕνεκα. χρῆσθαι δ’ οὐχ ὡς οἱ πολλοὶ καθ’ ὅλου τοῦ θώρακος
9. ἢ συμπάσης τῆς γαστρὸς, ἀλλὰ κατ’ ἐκείνου μάλιστα τοῦ
10. πρώτως πεπονθότος. οὐδὲ γὰρ ἀναγκαῖον ἢ σὺν τῷ ψύχεσθαι
11. σφοδρῶς δεομένῳ ψυχθῆναί τι τῶν οὐχ ὁμοίως δεομένων,
12. ἢ θᾶττον τοῦ δέοντος παύσασθαι, δεδιότα βλάψαι
13. τι τῶν γειτνιώντων. ἐγὼ γοῦν οἶδα κατὰ τῶν ὑποχονδρίων
14. ἐπιτεθέντος ποτὲ ψύχοντος φαρμάκου παραχρῆμα δυσπνοήσαντα
15. τὸν ἄνθρωπον, ἄλλον δ’ αὐτίκα βήξαντα καὶ μικρὸν
16. ὕστερον ἑκατέρῳ παυσάμενον τὸ σύμπτωμα, τοῦ ψύχοντος
17. ἀρθέντος. μὴ βουλομένῳ δέ σοι γενναίως ψύχειν οὐκ ὀλίγον
1. ὑπάρχει πλῆθος ἐμπλαστῶν φαρμάκων κηρωτοειδῶν μετρίως
2. ψυχόντων, ὧν οὐ μόνης τῆς ὕλης τὰς δυνάμεις, ἀλλὰ καὶ τῆς
3. συνθέσεως ἔμαθες τὴν μέθοδον.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 10.9, ed. Kühn, 1825, vol. 10, p. 701-706. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:10.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩