ΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΣ ΜΕΘΟΔΟΥ
ΒΙΒΛΙΟΝ Λ.
1. Τῶν δ’ ἐπὶ χυμοῖς σηπομένοις ἀναπτομένων
2. πυρετῶν οἱ πρῶτοι μὲν εἴρηνται σκοποὶ πρόσθεν ἡνίκα
3. ἐδείκνυον ὅπως ἐγχωρεῖ καὶ δύο καὶ τρεῖς αὐτοὺς ποιῆσαι,
4. κᾂν εἰ βουληθείημεν ἕνα. νυνὶ δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων πυρετῶν
5. ἐκ τῆς τῶν πρώτων γενῶν τομῆς ἄχρι τῶν ἐσχάτων
6. εἰδῶν ἀφικόμεθα τέμνοντες, οὕτω πρᾶξαι πειραθῶμεν κᾀπὶ
7. τῆς προκειμένης διαφορᾶς, ἐκεῖνο πρότερον ἀναμνήσαντες ὃ
8. κᾀν τοῖς περὶ διαφορᾶς τῶν σφυγμῶν ὑπομνήμασιν ἐδείξαμεν,
9. ὡς εἴτε πρώτας διαφορὰς, εἴτε γένη πρῶτα καλεῖν ἐθέλοι τις,
1. εἴτε γενικωτάτας ἰδέας, εἴθ’ ὁπωσοῦν ἄλλως φυλάττων ἀκριβῆ
2. τοῦ πράγματος τὴν ἔννοιαν, οὐ διοίσει. τῶν μὲν δὴ πυρετῶν
3. αὐτῶν τοὺς ἐφημέρους ὅπως χρὴ θεραπεύειν ἐν τῷ τῶνδε
4. τῶν ὑπομνημάτων ὀγδόῳ διῆλθον· ὥσπερ γε καὶ ὅπως τοὺς
5. συνόχους ἐν τῷ μετ’ αὐτό· καὶ τρίτους γε τοὺς ἑκτικοὺς
6. ἐν τῷ μετ’ ἐκεῖνο τῆς ὅλης πραγματείας ὄντι δεκάτῳ, μετὰ
7. τῶν ἰδίων ἑκάστῳ πλεῖστα καὶ τῶν κοινῶν ἐπελθών. νυνὶ
8. δ’ ὅπως ἄν τις ἰῷτο μεθόδῳ τοὺς ἐπὶ σήψει χυμῶν συνισταμένους
9. πρόκειται διελθεῖν. οἱ σκοποὶ δ’ οἱ θεραπευτικοὶ
10. κατὰ μὲν τὴν εἰς δύο τομὴν ἥ τε διάθεσις ἣν θεραπεύομεν
11. ὑπάρχει καὶ ἡ τῶν τοῦ κάμνοντος μορίων κρᾶσις. ἐγχωρεῖ δ’,
12. ὡς ἐλέχθη, καὶ δι’ ἑνὸς ἑρμηνεῦσαι κεφαλαίου, θεραπευτικὸν
13. εἰπόντων ἡμῶν εἶναι σκοπὸν ἕνα κοινὸν ἁπάντων νοσημάτων,
14. τὴν ἐναντίωσιν· οὗ τεμνομένου γεννᾶσθαι τοὺς δύο, τοῦ
15. μὲν νοσήματος ἐνδεικνυμένου τὴν τῶν ἐναντίων ἑαυτῷ βοηθημάτων
16. χρῆσιν, τῆς δὲ τοῦ θεραπευσομένου κράσεως ὁριζούσης
17. ἅμα τῷ νοσήματι τὸ μέτρον τῆς ἐναντιώσεως.
18. ἐῤῥέθη δ’ ἐν ἐκείνοις ὡς καὶ τὸ περιέχον ἡμᾶς ἕνα ποιήσασθαι
1. τὸν σκοπὸν ἐγχωρεῖ. καὶ ὡς ὁπόταν εἰς δύο μόνους τὴν
2. πρώτην ποιησώμεθα τομὴν, ἤτοι γ’ ἐν τοῖς νοσεροῖς αἰτίοις
3. ἢ ἐν τοῖς ὑγιεινοῖς, τίθεσθαι χρὴ τὸ περιέχον. ὄντων δ’ αἰτίων
4. ὑγιεινῶν ἁπάντων τῶν ποιούντων ὑγείαν, ἓν ἐξ αὐτῶν
5. ἐστι τὸ καλούμενον βοήθημα, κατὰ διαφόρους ἐννοίας ἔσχατον
6. καὶ πρῶτον ὑγιεινὸν αἴτιον ὀρθῶς λεγόμενον. ἔσχατον
7. μὲν γὰρ ἔσται τῷ χρόνῳ, διότι φύσις καὶ τέχνη καὶ τύχη τῷ
8. χρόνῳ πρότερα τῶν βοηθημάτων ἐστὶν ὑγείας αἴτια· πρῶτον
9. δὲ καθ’ ὅσον αὐτὸ ψαύει τοῦ νοσοῦντος, ἀλλοιοῦν τὴν διάθεσιν
10. αὐτοῦ· καὶ διὰ τὴν ἐκ τούτου γινομένην ἀλλοίωσιν
11. τῶν νοσούντων σωμάτων εἰς ὑγείαν ἀγομένων ἡ τέχνη καὶ ὁ
12. τεχνίτης καὶ ἡ τύχη αἴτια τῆς ὑγείας γίνεται, οὐ τῷ πρώτως
13. αὐτὰ τὰς νόσους ἐκκόπτειν, ἀλλὰ τῷ δι’ ἑτέρων ὑλῶν ἐπιτηδείων,
14. αἵτινες ὀνομάζονται βοηθήματα. φλεβοτομία γὰρ
15. αὐτὴ μὲν καθ’ ἑαυτὴν αὐτὸ δὴ τοῦτο τὸ νῦν εἰρημένον ὄνομα
16. κέκτηται· βλάψασα δὲ τὸν ἄνθρωπον ἐκ τῶν αἰτίων γίνεται
17. τῶν νοσωδῶν, ὥσπερ γε καὶ ὠφελήσασα τῶν ὑγιεινῶν. καὶ
18. διὰ τοῦτο καλεῖται βοήθημα, καθ’ ὃν ἂν ὠφελῇ καιρόν· ὡς
1. καὶ πάσης ὕλης τῆς ὁπωσοῦν ἀλλοιούσης τὸ σῶμα καθ’ ὃν
2. ἂν ὠφελῇ χρόνον ὀνομαζομένης βοηθήματος. οὕτως οὖν
3. καὶ περιέχοντος ἡμᾶς ἴδιον μὲν ὄνομα κατὰ τὴν ἑαυτοῦ φύσιν
4. ὁ ἀήρ· ἐν δὲ τῇ πρὸς ἡμᾶς σχέσει ποτὲ μὲν βοήθημα καὶ
5. τῶν αἰτίων ἕν τι τῶν ὑγιεινῶν γίγνεται, ποτὲ δὲ τῶν ἐναντίων
6. αὐτοῖς τῶν νοσωδῶν. ἐπεὶ δ’ ἔκ τε τῆς ἐνεστώσης καταστάσεως
7. καὶ τῆς ὥρας τοῦ ἔτους καὶ τῆς τοῦ χωρίου φύσεως
8. ὁ ἀὴρ ἴσχει τὰς καθ’ ὑγρότητα καὶ ξηρότητα καὶ θερμότητα
9. καὶ ψυχρότητα μεταβολὰς, ἐξ ἐκείνων πάλιν ἑκάστου γίγνονταί
10. τινες ἐνδείξεις μερικώτεραι. τύχη μὲν οὖν καὶ τέχνη καὶ
11. τεχνίτης διὰ μέσων τῶν ὑλῶν ἔχουσι τὸ δρᾷν· ἡ φύσις δ’
12. αὐτὴ δι’ ἑαυτῆς, ἐκ τριῶν τούτων συμπληρουμένη μορίων
13. τῆς τε τοῦ πνεύματος οὐσίας καὶ τῆς τῶν ὄντως στερεῶν, ἅπερ
14. ἐκ σπέρματος ἐδείχθη γιγνόμενα, καὶ τρίτης ἐπ’ αὐτοῖς τῆς σαρκοειδοῦς
15. οὐσίας, ἐν ἑκάστῳ τῶν μορίων ἰδίας ὑπαρχούσης.
16. ἕκαστον δὲ τῶν εἰρημένων τριῶν ἰδίαν τινὰ ἔχει ποσότητα
17. καὶ ποιότητα κατὰ φύσιν. ἡ μὲν οὖν ποιότης αὐτῶν ἐκ τῆς
18. πρεπούσης κράσεως ὑγρᾶς καὶ ξηρᾶς καὶ ψυχρᾶς καὶ θερμῆς
1. συνίσταται. τὸ ποσὸν δὲ τῶν μὲν στερεῶν σωμάτων ἴσον
2. ἀεὶ διαμένει, τοῖς μὲν αὐξανομένοις ἔτι κατὰ τὸν ἀριθμὸν
3. μόνον, τοῖς δ’ ἤδη τετελειωμένοις καὶ κατὰ τὸ μέγεθος. τῆς
4. σαρκοειδοῦς δ’ οὐσίας ἐξαλλάττεται τὸ μέγεθος, εἰ καὶ μηκέτι
5. αὔξοιτο τὸ ζῶον. οὕτως δὲ καὶ ἡ τοῦ πνεύματος οὐσία μονονοὺ
6. καθ’ ἑκάστην ῥοπὴν ἐλάττων τε καὶ πλείων γίνεται.
7. καὶ τοίνυν καὶ ἡ δύναμις ἐφ’ οἷς ἔμπροσθεν εἶπον σκοποῖς
8. ἤτοι μόνη προστίθεται κατὰ τὴν τῶν εἰρημένων τριῶν οὐσιῶν
9. συναρίθμησιν, ἢ τῆς κράσεως ἀφορισθείσης ἰδίᾳ καθ’ ἑαυτήν.
10. ἥτις αὖ. πάλιν καὶ αὐτὴ ποτὲ μὲν, ὡς ἐδείκνυτο, διχῇ
11. τέμνεται, εἴς τε τὴν ἐξ ἀρχῆς φύσιν καὶ τὴν ἐπίκτητον διάθεσιν·
12. ὥστε ἀπὸ τούτων καὶ τῶν ἄλλων τῶν προειρημένων
13. γίγνεσθαί τινα ἔνδειξιν ἰαμάτων ἰδίαν ἑκάστου. πολλάκις δὲ
14. ἡ ἐπίκτητος κρᾶσις εἰς τὰς ποιητικὰς αἰτίας ἀναχθεῖσα τὴν
15. ἔνδειξιν ἐκείναις ἐχαρίσατο. κατὰ τοῦτον οὖν ἔφαμεν τὸν τρόπον
16. ἐξ ἡλικίας ἐπιτηδευμάτων τε καὶ ἐθῶν ἔνδειξιν βοηθημάτων
17. γίγνεσθαι, συμφωνεῖν δ’ ἀλλήλαις ἁπάσας τὰς εἰρημένας
18. ἐνδείξεις· ἐν γὰρ ταῖς ἰδικωτέραις ἀεὶ περιέχεσθαι τὰς
1. γενικωτέρας. ἄγεσθαι δ’ εἰς χρῆσιν τὰς ἰδικωτέρας, εὑρισκομένας
2. ἐκ τῆς τῶν γενικωτέρων τομῆς.