Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 11.10, ed. Kühn, 1825, vol. 10, p. 762-764. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:11.10

12. Τοῖς οὖν ἐπιχειροῦσιν ἰᾶσθαι τὸν
13. πυρετὸν ἀναγκαῖόν ἐστι παύειν τὴν σῆψιν, ὥστε δύο γενέσθαι
14. σκοποὺς, τὸν μὲν ἀπὸ τοῦ πυρετοῦ, τὸν δὲ ἀπὸ τῆς σήψεως.
15. ἄλλοι δ’ αὖ πάλιν ἔσονται δύο σκοποὶ, ἵνα τὸ μὲν
16. γεγονὸς ἤδη τοῦ πυρετοῦ θεραπεύηται, τὸ δὲ γιγνόμενον κωλύηται.
17. ἄλλοι δ’ αὖ πάλιν ἔσονται ἀπὸ τῆς σήψεως δύο
18. σκοποὶ, τὸ μὲν γεγονὸς ἤδη τῆς σήψεως ἰώμενοι, τὸ δὲ γινόμενον
1. κωλύοντες. ἦν δὲ τὸ γιγνόμενον ἐκ τῆς ἀδιαπνευστίας·
2. οὐδὲν γὰρ χεῖρον οὕτως αὐτὴν ὀνομάσαι σαφοῦς ἕνεκα
3. διδασκαλίας. ὥστε καὶ περὶ ταύτης ἕτεραι δύο ἐνδείξεις
4. ἔσονται, τὸ μὲν ἐπεσχημένον ἐκκενούντων, τὸ δ’ ἐπέχεσθαι
5. μέλλον κωλυόντων. κωλυθήσεται δὲ διὰ τῶν τὴν ἔμφραξιν
6. ἰωμένων. ἧς πάλιν καὶ αὐτῆς τὸ μὲν ἤδη γεγονὸς ἰατέον
7. ἐστὶ, τὸ δὲ ἐσόμενον κωλυτέον. ἰαθήσεται μὲν οὖν τὸ γεγονὸς
8. ὑπὸ τῶν ἐκφραττόντων, κωλυθήσεται δὲ τὴν ἐπιῤῥοὴν
9. τῶν ἐμφραττόντων χυμῶν ἀνειργόντων. ὅπερ οὖν
10. ἔσχατον εὑρέθη κατὰ τὴν ἀναλυτικὴν μέθοδον, ἐν τῇ θεραπείᾳ
11. πρῶτον ἁπάντων χρὴ πραχθῆναι. δέδεικται γὰρ ἐν
12. τοῖς ἔμπροσθεν λόγοις ὡς, ἐὰν ἐθελήσωμεν τοῖς ἐμφρακτικοῖς
13. βοηθήμασι χρῆσθαι, ἄνευ τοῦ προκενῶσαι τὸ πλῆθος
14. οὐ μόνον οὐδὲν ἀνύσομεν, ἀλλὰ μείζονα τὴν διάθεσιν ἐργασόμεθα,
15. μαχομένων ἀλλήλαις τῶν ἐνδείξεων. ἀλλ’ ἐὰν
16. κενώσαντες πρότερον ἐπὶ τὸ θεραπεύειν ἴωμεν τὴν ἔμφραξιν,
17. ἐκφραττόντων ἡμῖν δεήσει φαρμάκων. ἀλλ’ ἐπεὶ τούτων 
1. ἐστὶ τὰ πλεῖστα θερμὰ, κίνδυνος αὐξῆσαι καὶ τὴν
2. σηπεδόνα καὶ τὸν πυρετόν. ὅσα τοίνυν ἄνευ τοῦ θερμαίνειν
3. ἐκφράττειν δύναται, τούτοις χρησόμεθα· μετὰ δὲ τὸ
4. διαῤῥῦψαι καὶ τεμεῖν τὰ ἐμφράττοντα, κενοῦν αὐτοὺς πειρασόμεθα
5. διά τε γαστρὸς καὶ οὔρων καὶ ἱδρώτων. οὐσῶν
6. δὲ καὶ τῶν ταῦτα ἐργαζομένων ὑλῶν θερμῶν ἀναγκαῖον μὲν
7. ἐν τούτῳ τήν τε σῆψιν αὐξάνειν καὶ τοὺς πυρετούς. ὥστε
8. καθ’ ὅσον ἐνδέχεται πειρατέον ἐκλέγεσθαι τὰς ἧττον θερμαινούσας
9. ὕλας· ἢ εἴ τις εὑρίσκοιτο μὴ θερμαίνουσα, καθάπερ ἐν
10. τῷ καιρῷ τῷδε τὸ βαλανεῖον, ἐπ’ αὐτὴν ἔρχεσθαι. πειρᾶσθαι
11. δ’ ἐν τούτῳ τῷ χρόνῳ καὶ τὴν δύναμιν ῥωννύειν,
12. ὅπως πέττῃ τοὺς χυμοὺς, ἐκνικῶσα τὴν σῆψιν. αὐτοῦ
13. δὲ τοῦ πυρετοῦ τὸ γεγονὸς ἤδη ψυκτέον· ἔσχατος γὰρ ἐν τῇ
14. τῶν βοηθημάτων τάξει σκοπὸς ὁ ἀπὸ τοῦδε, καίτοι καθ’
15. ἕτερον τρόπον ὑπάρχων πρῶτος· ἀπ’ αὐτοῦ γοῦν ἤρξατο καὶ
16. ἡ τῶν βοηθημάτων εὑρετικὴ μέθοδος.

Cliquer un n° de page pour en afficher l’image