17. Εἰ μὲν οὖν μηδὲν ἰσχυρὸν ἐν τῷ μεταξὺ
18. σύμπτωμα προσγενόμενον ἐάσειεν οὕτω προελθεῖν ἀπὸ τῆς
1. ἀρχῆς τοῦ νοσήματος ἄχρι τῆς τελευτῆς, τὰ βοηθήματα ταχίστη
2. λύσις ἐπακολουθήσει τοῦ πυρετοῦ· παρεμπεσόντος δὲ
3. τοιούτου τινὸς ὡς ἐφ’ ἑαυτοῦ τὴν ὅλην ἐπιστρέψαι θεραπείαν,
4. ἀναγκαῖόν ἐστι βραδῦναι τὸ τέλος τῆς ἰάσεως. τὸ γὰρ
5. παρεμπῖπτον τοῦτο τοὐπίπαν ἤτοι γ’ ἐναντίον ἐστὶ τοῖς
6. λύουσι βοηθήμασι τὸν προειρημένον στοῖχον, τῶν τ’ αἰτίων
7. καὶ διαθέσεων καὶ συμπτωμάτων, ἢ πάντως γ’ οὐδὲν ὀνίνησιν.
8. εἰ μὲν οὖν ἡ τοῦ παρεμπίπτοντος ἴασις ἐναντία ᾖ
9. τῇ προειρημένῃ τάξει τῶν βοηθημάτων, ἀναγκαῖον ἐν ἐκείνῳ
10. τῷ χρόνῳ πάντα χείρω γενέσθαι· εἰ δὲ μήτ’ ὠφελοῖ τι πάντῃ
11. μήτε βλάπτοι τὴν ἐξ ἀρχῆς διάθεσιν ἡ τοῦ μεταξὺ γενομένου
12. παθήματος ἐπανόρθωσις, εἰς τὸ τάχος τῆς ὅλης θεραπείας
13. ἐμποδισθησόμεθα· βλαπτούσης δ’ ἀναγκαῖον ἤτοι γ’ εἰς ἔτι
14. πλέονα χρόνον ἐκταθῆναι τὴν σύμπασαν ἴασιν ἢ κίνδυνον
15. ἀκολουθῆσαί τινα ἢ συναμφότερον γενέσθαι. φέρε γὰρ ἐν τῷ
16. μεταξὺ κακωθέντος στομάχου συγκοπὴν ἐμπεσεῖν, ἣν ἀναγκαζομένων
17. ἰᾶσθαι τροφὰς ἀκαίρους δοθῆναι χρὴ σὺν οἴνῳ καὶ
18. ψυχρῷ. τῇ γὰρ τούτων χρήσει τὰς ἐμφράξεις καὶ τὴν στέγνωσιν
19. καὶ τὴν σῆψιν ἀναγκαῖον αὐξηθῆναι, καὶ διὰ τὴν τούτων
1. αὔξησιν καὶ αὐτὸν τὸν πυρετόν. ἀλλ’ ὅταν ἥ τε δύναμις
2. ἐξαρκῇ καὶ μηδὲν, ὡς εἴρηται, παρεμπέσῃ καθάπερ ἄρτι μὲν
3. ἐῤῥέθη συγκοπῇ κακωθέντος στομάχου, οὐ γένοιτο δ’ ἄν ποτε
4. καὶ αἱμοῤῥαγία καὶ ἀγρυπνία καὶ ἄλγημα καί τι τῶν ἁμαρτανομένων
5. ὑπὸ τοῦ κάμνοντος ἤ τινος τῶν ἀμφ’ αὐτὸν, ἡ εἰρημένη
6. μικρὸν ἔμπροσθεν ἅπασα τῶν βοηθημάτων τάξις ἰάσεται
7. τὸν ἄνθρωπον. οὔτ’ αὐτὴ καθ’ ἕκαστον βοήθημα τὰ παρὰ
8. φύσιν ἐκθεραπεύουσα πάντα. τὸ γοῦν μελίκρατον, ὅσον μὲν
9. ἐπὶ τὸ τέμνειν τοὺς παχεῖς χυμοὺς καὶ ῥύπτειν τοὺς γλίσχρους
10. καὶ τὰς ἐκκρίσεις προτρέπειν, ἄριστον ἂν εἴη βοήθημα κατὰ
11. τοὺς ἐπὶ στεγνώσει καὶ σήψει συνόχους· ὅσον δ’ ἐπὶ τὸ τὴν
12. θέρμην αὐξάνειν τοῦ πυρετοῦ βλαβερόν· ὅθεν εἴπερ ἄμετρος
13. ἥδε εἴη, φείδεσθαι μὲν χρὴ τοῦ μελικράτου, χρῆσθαι δὲ τῷ
14. χυλῷ τῆς πτισάνης· εἰ δὲ τὰς ἐμφράξεις δυσλύτους εἶναι λογιζόμεθα,
15. καὶ ὀξυμέλιτι. καὶ τοῦτο δ’ αὖ πάλιν αὐτῷ χρησαμένων
16. ἀμέτρως, ἔντερόν τε ξύει καὶ βῆχα κινεῖ καὶ τὰ νευρώδη
17. βλάπτει. ὥστ’ εἶναι τῶν δυσχερεστάτων εὑρεῖν τι βοήθημα
1. τοιοῦτον ὃ μηδὲν βλάπτον ὀνίνησι μεγάλως. καὶ τοῦθ’, ὡς
2. ἐδείχθη, γίνεται διὰ τὴν ἐπιπλοκὴν τῶν παρὰ φύσιν ἐν τῷ
3. σώματι συνισταμένων διαθέσεων ἅμα τοῖς προηγουμένοις
4. αὐτῶν αἰτίοις καὶ τοῖς ἑπομένοις συμπτώμασιν.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 11.11, ed. Kühn, 1825, vol. 10, p. 764-767. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:11.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩