5. Οὐ μὴν διά γε τοῦτο ποτὲ μὲν ἀληθὲς
6. γίνεται τὸ τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα, ποτὲ
7. δὲ ψεῦδος· ἀλλὰ διὰ παντὸς μένει ἀληθές· οὐδὲ γὰρ οἷόν
8. τε τὰ παρὰ φύσιν ἰαθῆναι δι’ ἄλλης τινὸς ἰαμάτων ἰδέας.
9. οὐ μὴν ἀεί γε βέλτιον ἰᾶσθαι πάντα τὰ παρὰ φύσιν, ἀλλ’
10. ὅταν μόνα τύχῃ καθ’ ἑαυτὰ συνιστάντα· μετ’ ἄλλων δ’ εἰ
11. γένοιτο, πολλάκις ἕτερα χρὴ πρὸ ἐκείνων ἰᾶσθαι, καθάπερ
12. ἐπὶ τῶν κοίλων ἑλκῶν, ὅταν ἅμα φλεγμονῇ συστῇ. μένει
13. γὰρ καὶ νῦν ἀληθὲς τὸ ὑπὸ τῶν σαρκούντων αὐτὰ θεραπεύεσθαι·
14. χρῆσθαι δὲ οὐχ οἷόν τε τοιούτοις, πρὶν ἰάσασθαι
15. τὴν φλεγμονήν. ἀλλ’ ὁπότ’ ἄν γε ταύτην ἰώμεθα, τὸ
16. ἕλκος τὸ κοῖλον οὐχ ὅπως ἑαυτοῦ κρεῖττον, ἀλλὰ καὶ κοιλότερον
17. γίγνεται. κᾂν εἰ βουληθείης δὲ χρήσασθαι τοῖς σαρκωτικοῖς
1. φαρμάκοις, οὔτε σαρκώσεις αὐτὸ καὶ τὴν φλεγμονὴν
2. αὐξήσεις. τὰ γάρ τοι σαρκωτικὰ τῶν ἀφλεγμάντων
3. σωμάτων, οὐ τῶν ἔτι φλεγμαινόντων, ἐστὶ σαρκωτικά. τοῦτο
4. οὖν τὸ οὕτω μικρὸν ἐν τῇ λέξει, τὸ τὰ ἐναντία τῶν
5. ἐναντίων ὑπάρχειν ἰάματα, μέγιστον εὑρίσκεται τῇ δυνάμει.
6. συγχεῖται γὰρ ἡ θεραπευτικὴ μέθοδος ἅπασα τῷ περιδόντι
7. τοῦτον τὸν σκοπὸν, ἁπάντων τῶν παρὰ φύσιν ὑπὸ τῶν
8. ἑαυτοῖς ἐναντίων θεραπευομένων. διττῆς δὲ οὔσης αὐτῶν τῆς
9. πρώτης διαφορᾶς, τὰ μὲν γὰρ ὑπάρχει καθ’ ἑαυτὰ, τὰ δ’ ἐν
10. τῷ γίνεσθαι τὸ εἶναι λαμβάνει ταῖς διαθέσεσιν ἑπόμενα,
11. δίκην σκιῶν, ἡ μὲν ἴασις ἀναίρεσίς ἐστι τῶν διαθέσεων,
12. ἀκολουθεῖ δ’ αὐτῇ ἡ τῶν συμπτωμάτων ἀναίρεσις. οἷς οὐδὲν
13. αὐτοῖς προσάγεται πρώτως, ἀλλὰ κᾀπὶ τούτων γε μένει τὸ
14. καθόλου, τὸ τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα· τὰς
15. γὰρ διαθέσεις αἷς ἕπεται τὰ συμπτώματα θεραπεύοντες εἰς
16. ἐναντίαν κατάστασιν ἄγομεν. ὥσθ’ ὅσα συμπτώματα διὰ
17. πύκνωσιν ἐγένετο πόρων, ὑπὸ τῆς ἀραιώσεως ἀναιρεθήσεται.
1. εἰ δὲ δὴ καὶ αὐτῷ τῷ συμπτώματι τῷ διὰ τὴν πύκνωσιν
2. τῶν πόρων γιγνομένῳ, τουτέστι ταῖς ἐλάττοσι τῶν συμμέτρων
3. ἀποῤῥοαῖς, ὅπερ ἐκαλέσαμεν ὀλίγον ἔμπροσθεν ἀδιαπνευστίαν,
4. ἕτερον ἐθέλοις φάναι συμπτώματος εἶδος ἀντεισάγειν
5. ἐναντίον, οὐδ’ οὕτως ἄπορος ὁ λόγος εἰσὶ γὰρ αἱ
6. πλείους τῶν συμμέτρων ἀπόῤῥοιαι ταῖς ἐλάττοσιν ἐναντίαι.
7. ὥστε κᾂν ἐν τοῖς συμπτώμασιν αὐτοῖς ἐθέλῃ τις λέγειν τὰ
8. ἐναντία τῶν ἐναντίων ἰάματα, φυλάττεσθαι κᾀπὶ τούτων
9. τὸν πρῶτον ἁπάντων τῶν παρὰ φύσιν σκοπὸν τῆς ἰάσεως.
10. ἄμεινον δ’, ὡς ἐλέγετο, τῶν ὄντως τε καὶ πρώτως θεραπευομένων
11. ὑπολαμβάνειν τὰ ἐναντία εἶναι βοηθήματα, τουτέστι
12. τῶν ἐν τῷ σώματι διαθέσεων, αἵπερ ὄντως εἰσὶν ὄντα. τὰς
13. γὰρ ἐνεργείας αὐτῶν, ὥσπερ οὖν καὶ τὰς βλάβας, γινόμενα
14. μὲν εἶναι φατέον, ὄντα δὲ ἁπλῶς οὐ ῥητέον. οὔτε γὰρ τὸ
15. ἐκτείνειν οὔτε τὸ κάμπτειν τὴν χεῖρα τῶν ὄντων ἁπλῶς ἐστιν
16. εἰπεῖν, ἀλλὰ τῶν γιγνομένων, οὔτε πολὺ μᾶλλον τὴν ἀκινησίαν
17. αὐτῆς, ὅπερ καὶ αὐτὸ σύμπτωμά ἐστι τῆς ἐν τοῖς
1. μυσὶν ἢ τοῖς νεύροις διαθέσεως, ἀλλὰ τὴν μὲν διάθεσιν, ἕν
2. τι τῶν ὄντων ὑπάρχουσαν, ἐναντίων δεῖσθαι βοηθημάτων,
3. ἕπεσθαι δ’ αὐτῇ λυομένῃ τὴν ἐναντίαν κατάστασιν, ἥπερ
4. ἐστὶν ἡ ὑγεία· καὶ ταύτῃ πάλιν ἐνέργειάν τινα φύσεως,
5. ἐναντίαν τῷ παυσαμένῳ συμπτώματι, μὴ μέντοι μηδ’ ὑπὸ
6. τῶν ὀνομάτων ἐξαπατᾶσθαι, πολλάκις μὲν ἐν ἑτέρῳ σχήματι
7. λεγομένων ἢ ὡς τοῖς ἐναντίοις προσήκει, πολλάκις
8. δ’ ὅλως οὐκ ὄντων ὀνομάτων, ἀλλ’ ἐξ αὐτῆς τῶν πραγμάτων
9. τῆς φύσεως εὑρίσκειν τὸ ἐναντίον, ἔχοντά γε δὴ καὶ
10. τούτου σκοπὸν ὁμολογούμενον, ὡς ἔστιν ἐναντία τὰ πλεῖστον
11. ἀλλήλων διεστῶτα καθ’ ἕν τι γένος. ἐννοήσας οὖν
12. τὸ σύμμετρον ἐν ἐκείνῳ τῷ γένει, τοῦτο δ’, ὡς πολλάκις
13. ἐδείχθη, μέσον τῶν ἄκρων ἐστὶν, εὑρήσεις ἐντεῦθεν ἄπειρόν
14. τι πλῆθος ἐναντίων πραγμάτων, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον
15. ἀλλήλων διαφερόντων. ἐν μὲν γὰρ ταῖς διαθέσεσιν, εἰ οὕτως
16. ἔτυχε, τὴν συμμετρίαν τῶν πόρων, ἧς ἐφ’ ἑκάτερα
17. διττὰς ἀμετρίας ἀλλήλαις ἐναντίας· ἐν δὲ ταῖς ἐνεργείαις
18. τὴν συμμετρίαν τῶν κενουμένων, ἧς καὶ αὐτῆς ἐστιν
1. ἑκατέρωθεν ἀμετρία. ἀλλὰ κατὰ μὲν τοὺς πόρους ὀνόματα
2. κεῖται ταῖς ἀμετρίαις, πύκνωσίς τε καὶ μάνωσις, ἐν δὲ τοῖς
3. κενουμένοις οὐ κεῖται. διόπερ ἀναγκαζόμεθα λέγειν ἐλάττους
4. τε καὶ πλείους ἀποῤῥοίας, ὥσπερ εἰ καὶ τῶν πόρων ἀναγκαζοίμεθα
5. τοὺς μὲν ἐλάττους τῶν κατὰ φύσιν, τοὺς δὲ μείζους
6. λέγειν, οὐκ ἔχοντες οὔτε τὸ τῆς πυκνώσεως, οὔτε τὸ τῆς
7. μανώσεως ὄνομα. τοῦτο οὖν ὡς ἔφην, ἐν τοῖς μάλιστα φυλακτέον
8. ἡμῖν ἐστιν, ἅμα δὲ καὶ γυμναστέον ἀμφ’ αὐτὸ
9. πρὸς τὸ ταχέως εὑρίσκειν δύνασθαι παντὸς τοῦ λεχθέντος
10. οὕτω τὸ ἐναντίον. οὐ γὰρ ἐν τοῖς ποιοῖς σώμασιν μόνον,
11. ἀλλὰ κᾀν τοῖς ποσοῖς ἐστιν εὑρεῖν τὴν τοιαύτην ἐναντίωσιν,
12. ἣν οἱ περὶ τὸν Ἀριστοτέλη καλοῦσιν ἀντίθεσιν, οὐκ ἐναντίωσιν.
13. οὔτε γὰρ τὸ μέγα τῷ μικρῷ φασιν ὑπάρχειν ἐναντίον,
14. ἀλλ’ ἀντικείμενον ἐν τῷ πρὸς τὶ, οὔτε τὸ πολὺ τῷ ὀλίγῳ·
15. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ ἀραιὸν τῷ πυκνῷ, οὐδὲ τῷ
16. συντεταμένῳ τὸ κεχαλασμένον, οὐδὲ τῷ κατὰ φύσιν αὖ τὸ
17. παρὰ φύσιν. ἀλλὰ κατά γε τὸν Ἱπποκράτη πάντα τὰ τοιαῦτα
18. τὴν τῶν ἐναντίων ἔχει προσηγορίαν, ὥσπερ γε καὶ κατὰ Πλάτωνα
1. τὰς γενέσεις ἐκ τῶν ἐναντίων εἶναι φάσκοντα. δέδεικται
2. δέ μοι καὶ δι’ ἑτέρων ὅτι καὶ Ἀριστοτέλης αὐτὸς οὐκ
3. ἐφύλαξε τὴν ἑαυτοῦ νομοθεσίαν ἐν τοῖς ὀνόμασιν, ἡνίκα τὰς
4. ἀρχὰς τῶν ὑπὸ φύσεως διοικουμένων ὕλην ἔθετο καὶ εἶδος καὶ
5. στέρησιν. ἀλλ’ ὅπερ ἀεὶ λέγομεν ἑπόμενοι τῷ θείῳ Πλάτωνι,
6. καταφρονεῖν μὲν χρὴ τῶν ὀνομάτων, μὴ καταφρονεῖν δὲ τῆς
7. τῶν πραγμάτων ἐπιστήμης. αὕτη μὲν γὰρ εἰς σωτηρίαν ἀνθρώπων
8. διαφέρει καὶ τὸ σφάλμα αὐτῆς εἰς ὄλεθρον τελευτᾷ.
9. τοῖς δ’ ὀνόμασιν ἄν τε κυρίως ἄν τε ἀκύρως χρησώμεθα, τοῖς
10. κάμνουσιν οὐδὲν οὔτε πλέον οὔθ’ ἧττον ἐκ τοῦ τοιούτου.
11. μάθοις δ’ ἂν ἐναργέστερον, εἰ μὴ τὰ ἐναντία τῶν ἐναντίων,
12. ἀλλὰ τὰ ἀντικείμενα λέγοις, ᾗπερ ἐκείνοις φίλον, ἀλλήλων
13. ὑπάρχειν ἰάματα. τὸ μὲν γὰρ πλῆθος ἡ κένωσις ἰᾶται, τὴν
14. δ’ ἔνδειαν αἱ τροφαὶ, καὶ ὅλως τὸ μὲν ὑπερβάλλον ἡ ἀφαίρεσις,
15. τὸ δ’ ἐλλεῖπον ἡ πρόσθεσις. ὅθεν, οἶμαι, καὶ δι’ ἑτέρου
16. λέλεκται γράμματος ὀρθῶς τῷ παλαιῷ· ἰατρικὴ γάρ ἐστι πρόσθεσις
17. καὶ ἀφαίρεσις· πρόσθεσις μὲν τῶν ἐλλειπόντων, ἀφαίρεσις
18. δὲ τῶν πλεοναζόντων. ἐλλείπει δὲ καὶ πλεονάζει τὰ
19. μὲν κατὰ τὸ ποσὸν δηλονότι, τὰ δὲ κατὰ τὸ ποιόν· κατὰ μὲν
1. τὸ ποσὸν, ὅταν αἷμα πλέον ᾖ τοῦ δέοντος ἢ πάλιν ἔλαττον
2. γένηται· κατὰ δὲ τὸ ποιὸν, ὅταν ἤτοι θερμὸν ἢ ψυχρὸν ἢ
3. παχύτερον ἢ λεπτότερον. εἴτ’ οὖν ἐναντίωσιν εἴτ’ ἀντίθεσιν
4. ὀνομάζειν ἐθέλοις, τοῦ ἐξ ἁπάντων τῶν παρὰ φύσιν σκοποῦ
5. τῆς ἰάσεως ἀεὶ μέμνησο καὶ πρόσεχε τὸν νοῦν αὐτῷ, μάλιστα
6. μὲν, ὡς εἴρηται πρόσθεν, ἐν ταῖς διαθέσεσιν, ἤδη δὲ κᾀν τοῖς
7. συμπτώμασιν· ὧν οὔτε πρώτως ἐστὶν ἴασις οὔτ’ ἐναντίωσις
8. κυρίως, ἀλλ’ ἡ μὲν ἴασις ἅμα ταῖς διαθέσεσι κατὰ συμβεβηκὸς,
9. ἐναντίον δὲ καταχρηστικῶς ὀνομαζόντων ἕνεκα σαφοῦς
10. τε ἅμα καὶ συντόμου διδασκαλίας.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 11.12, ed. Kühn, 1825, vol. 10, p. 767-773. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:11.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩