Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 11.13, ed. Kühn, 1825, vol. 10, p. 773-777. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:11.13

11. Ἀνέλθωμεν οὖν αὖθις ἐπὶ τοὺς θεραπευτικοὺς
12. σκοποὺς τοῦ προκειμένου γένους τῶν πυρετῶν, ἀναμνήσωμέν
13. τε τὰ γένη τῶν παρὰ φύσιν ἐν ἡμῖν τῶν τε αἰτίων
14. καὶ τῶν νοσημάτων καὶ τῶν συμπτωμάτων· αἰτίων μὲν τοῦ
15. πλήθους καὶ τοῦ πάχους καὶ τῆς γλισχρότητος τῶν χυμῶν,
16. αἰτίου δ’ ἅμα καὶ συμπτώματος τῆς κατὰ τὴν διαπνοὴν
17. ἐπισχέσεως, ὥσπερ αὖ πάλιν αἰτίου τε ἅμα καὶ διαθέσεως 
1. τῆς σήψεως, νοσήματος δὲ τῆς ἐμφράξεως καὶ τοῦ πυρετοῦ,
2. συμπτώματος δὲ τῆς ἐπισχέσεως τῆς διαπνοῆς. ἐνδείξεται
3. τοιγαροῦν, ὡς ἐλέχθη, τῶν μὲν προηγουμένων αἰτίων ἕκαστον
4. ἴδιόν τι· τὸ μὲν πλῆθος ἐν τῷ πρὸς τὶ κατὰ τὴν τοῦ ποσοῦ
5. προσηγορίαν τὴν κένωσιν, ἡ δὲ γλισχρότης καὶ τὸ πάχος
6. κατὰ τὴν τοῦ ποιοῦ διάθεσιν ὑπάρχοντα τὴν διὰ τῶν
7. ἐναντίων ἴασιν. ἅτε δὲ οὐκ ὄντων ἐν ταῖς πλείσταις ἀντιθέσεσι
8. συνηθῶν ὀνομάτων, ἀπατᾶσθαι συμβαίνει τοὺς ἀγυμνάστους
9. τὴν περὶ τῶν πραγμάτων ἐπιστήμην, ὅταν ὀνομάσαι
10. μιᾷ προσηγορίᾳ μὴ δυνηθῶσι τὸ νοούμενον, ὡς οὐδ’ ὅλως
11. ὄντος ἀφισταμένους· ὅπερ ἀμέλει καὶ κατὰ τοὺς γλίσχρους
12. καὶ παχεῖς χυμοὺς πεπόνθασιν. ὁ μὲν γὰρ παχὺς χυμὸς ἀντικείμενον
13. ἔχει τὸν λεπτὸν, ὁ δὲ γλίσχρος, ὡς μὲν ἐγὼ πρῶτον
14. ὠνόμασα, τὸν ῥυπτικὸν, ὡς δ’ ἄν τις ἴσως ἀπὸ στερεῶν
15. σωμάτων ὁρμώμενος φαίη, τὸν κραῦρον. οὕτω γὰρ φαίνεται
16. καὶ ὁ Ἀριστοτέλης ἀεὶ ποιούμενος τὴν ἀντίθεσιν· ἀλλ’ οὐκ
17. ἐπὶ τῶν χυμῶν, ὡς ἔφην, ἀλλ’ ἐπ’ αὐτῶν τῶν στερεῶν σωμάτων.
1. εἰ δὲ νοήσαις τοῦ γλίσχρου χυμοῦ τὴν φύσιν, ὡς παντὸς
2. τοῦ ψαύσαντος ἀντέχεται δυσλύτως, εἰκότως, οἶμαι, τὸν μὴ
3. συμπλεκόμενον ἀποῤῥύπτοντά τε τοὺς συμπλεκομένους
4. ἐναντίον εἶναι φήσεις αὐτῷ. κατὰ γοῦν τὰ προηγούμενα τῶν
5. αἰτιῶν αἱ ἀντιθέσεις αὐτάρκως εἴρηνται· κατὰ δὲ τὴν ὀργανικὴν
6. νόσον, ἥπερ ἐστὶν ἔμφραξις, τὸ ἐναντίον ταύτῃ ἡ ἔκφραξις
7. ὑπάρχει· κατὰ δὲ τὸ σύμπτωμα τὸ τῆς ἐποχῆς τῶν
8. διαπνεομένων ἡ ἔκκρισις αὐτῶν ἐστι τὸ ἐναντίον· κατὰ δὲ
9. τὴν σηπεδόνα τῶν χυμῶν ἥ τε ἔκκρισις καὶ ἡ ἀνάψυξις καὶ
10. ἡ ῥίπισις καὶ ἡ τῶν ἡμισαπῶν πέψις· αὐτῶν δὲ τῶν πυρετῶν
11. ἡ ἀντίθεσις ψύξις ἐστίν. ἐξ ὧν δ’ ἄν τις μεθόδῳ εὕροι
12. τὴν ἐργαζομένην ἕκαστον τῶν εἰρημένων ὕλην ἤδη εἴρηται.
13. μαχομένων οὖν αὐτῶν, ὥσπερ ἐλέγομεν, ἄλλοτ’ ἄλλη κρατεῖ
14. τῶν ἐνδείξεων τε καὶ ὑλῶν. καὶ κατὰ τοῦτο τινὲς ἀγνοήσαντες
15. ὡς ἀφ’ ἑκάστου τῶν ὄντων ἔνδειξίς ἐστιν ἀεὶ μία,
16. καὶ ὡς εἰ μὲν εἴη τῶν παρὰ φύσιν τι τὸ ἐνδεικνύμενον, ἡ
17. ἔνδειξις αὐτοῦ τὸ ἐναντίον ἐστὶν, εἰ δὲ τῶν κατὰ φύσιν,
18. οὐ τὸ ἐναντίον, ἀλλὰ τὸ ὅμοιον, οὐκ ἠδυνήθησαν οὔτε θεραπευτικὴν
1. οὔτε ὑγιεινὴν συστήσασθαι μέθοδον. ὅπου γὰρ
2. ἐν τοῖς πρώτοις ἐσφάλησαν σκοποῖς, πολὺ δήπου μᾶλλον
3. ἔμελλον ἐν τοῖς μετ’ αὐτοὺς σφαλήσεσθαι. χρὴ γὰρ, οἶμαι,
4. τὰ θεμέλια τοῖς οἰκοδομήμασιν ἰσχυρὰ προκαταβεβλῆσθαι.
5. καὶ τὴν τρόπιν τοῖς σκάφεσιν, εἰ μέλλει τι τῶν ἐπ’ αὐτοῖς
6. οἰκοδομουμένων τε καὶ πηγνυμένων ἀσφαλὲς γενήσεσθαι·
7. ὅπου δ’ ἂν ἐξ ἀρχῆς εὐθὺς ἡ πρώτη κρηπὶς σαθρὰ συμπαγῇ,
8. τίς μηχανὴ τῶν ἐπ’ αὐτῇ τι γενήσεσθαι μὴ σαθρόν;
9. ἐπεὶ τοίνυν τῶν κατὰ τὴν προκειμένην στέγνωσιν συνόχων,
10. οὐ γὰρ ὀκνητέον αὖθις καὶ αὖθις ἀναλαμβάνειν τὸν λόγον,
11. ὑπὲρ τοῦ μαθεῖν τοὺς πολλοὺς τῶν ἰατρῶν κᾂν νῦν γοῦν
12. τὴν ἀληθῆ μέθοδον, ἑπτὰ μὲν ὑπέκειτο τὰ παρὰ φύσιν,
13. ἀφ’ ὧν αἱ ἐνδείξεις, πλῆθος χυμῶν καὶ πάχος. καὶ γλισχρότης
14. ἔμφραξίς τε καὶ τῶν ἀναπνεομένων ἐπίσχεσις καὶ σῆψις
15. καὶ πυρετὸς οὐκ ἔχων διάλειμμα· καὶ ταῦτ’ ἐνεδείκνυτο
16. πάντως τὸ ἐναντίον. ἔξωθεν δ’ αὐτῶν ἔνδειξις ἀπὸ
17. τῶν κατὰ φύσιν ἐκ τῆς κράσεως τοῦ τε νοσοῦντος
1. μορίου καὶ τῶν ἄλλων ἁπάντων τῶν κυρίων ἐκ τοῦ ποσοῦ
2. τῆς οὐσίας αὐτῶν καὶ ἐκ τοῦ ποσοῦ τε καὶ ποιοῦ τῆς τοῦ
3. πνεύματος οὐσίας· αἱ δὲ ἀπὸ τούτων ἐνδείξεις οὐ τῶν
4. ἐναντίων ἦσαν, ἀλλὰ τῶν οἰκείων· εἰς δὲ τὴν διάγνωσιν
5. αὐτῶν, ὡς ἐλέγομεν, ἥ θ’ ἡλικία καὶ τὸ ἔθος ἅπαντά τε τὰ
6. προκατάρξαντα τῆς νόσου συντελεῖ· προερχομένων δὲ κᾀντεῦθεν
7. ἐνδείξεων οὐκ ὀλίγων, εἰς ἁπάσας χρὴ βλέπειν ἅμα
8. τὸν ἰατρὸν, ἵν’ ἐξεύρῃ τίνι μὲν πρῶτον καὶ μᾶλλον, τίνι δ’
9. ἧττόν τε καὶ δεύτερον, τίνι αὖθίς τε καὶ τρίτον καὶ
10. οὕτως ἐφεξῆς ἄλλῳ μετ’ ἄλλο χρήσεται βοηθήματι.

Cliquer un n° de page pour en afficher l’image