11. Τῶν μὲν γὰρ δυνάμεων ἰσχυρῶν ὑπαρχουσῶν
12. τοῦ τὸν ἐπὶ σηπεδόνι πυρετὸν πυρέττοντος, ὡς ὑπόκειται,
13. φλεβοτομητέον αὐτίκα χωρὶς ἀπεψίας τῆς κατὰ γαστέρα
14. τοῦ νοσήματος ὑπαρξαμένου. τῆς δυνάμεως δὲ ἀσθενεστέρας
15. οὔσης, ἢ τῆς ἡλικίας κωλυούσης, οὐ χρὴ τέμνειν
16. φλέβα. λέλεκται δ’ ἔμπροσθεν ὡς οὐδὲ συνεισβάλλει τῷ
17. τοιούτῳ πυρετῷ δύναμις ἄῤῥωστος· εὐεκτικῶν τε γάρ ἐστι
18. σωμάτων καὶ ἡλικίας θερμῆς ὁ σύνοχος πυρετὸς οἰκεῖος. ἀλλ’
1. ἐὰν ἐν παιδίῳ γένηται μήπω τεσσαρεσκαιδέκατον ἔτος ἄγοντι,
2. φλεβοτομεῖν οὐ προσήκει, διότι τοῖς τηλικούτοις γε θερμοῖς
3. καὶ ὑγροῖς οὖσι καθ’ ἑκάστην ἡμέραν ἀποῤῥεῖ καὶ διαφορεῖται
4. πάμπολυ τῆς τοῦ σώματος οὐσίας. ὥσθ’ ὅπερ ἂν ἐκ τῆς
5. φλεβοτομίας ἐμηχανησάμεθα, τοῦτ’ αὐτόματον ἐκ τῆς τοῦ
6. θεραπευομένου σώματος ὑπάρχει φύσεως. εἰ δ’ ὑπὲρ τεσσαρεσκαιδέκατον
7. ἔτος εἴη τὸ σῶμα, σκεπτέον αὐτοῦ τὴν σχέσιν
8. ὁποία τίς ἐστιν, ἆρ’ ἰσχνὴ καὶ πυκνὴ καὶ σκληρὰ καὶ πολύαιμος
9. ἢ τἀναντία· καὶ οὕτως ἐπὶ μὲν τῇ προτέρᾳ παραλήψῃ
10. τὴν φλεβοτομίαν, ἐπὶ δὲ τῆς δευτέρας οὐκέτι. καὶ μὲν δὴ καὶ
11. τὸ μέτρον σοι τῆς κενώσεως ἐκ τῶν αὐτῶν σκοπῶν λαμβανέσθω.
12. καὶ γὰρ εἰ τριακονταετὴς μὲν ὁ φλεβοτομούμενος εἴη,
13. πλαδαρός τε καὶ μαλακὸς καὶ πιμελώδης καὶ λευκὸς καὶ μικρὰς
14. ἔχων τὰς φλέβας, ἤτοι γ’ οὐδ’ ὅλως φλεβοτομήσεις αὐτὸν ἢ
15. ὀλίγον ἀφαιρήσεις· οὐδ’ ὅλως μὲν ἐν ὥρᾳ θερινῇ καὶ πνιγώδει
16. χωρίῳ, θερμῆς καὶ ξηρᾶς οὔσης τῆς καταστάσεως, ὀλίγον
17. δ’ ἐν ταῖς ἄλλαις ὥραις καὶ χώραις καὶ καταστάσεσιν. εἰ μὲν
18. γὰρ μήτ’ ἔμφραξις ὑπέκειτο μήτε σηπεδὼν, ἀλλὰ μόνον ἦν
1. τὸ πλῆθος τῶν χυμῶν, εὐθὺς ἂν ἐπὶ τῇ φλεβοτομίᾳ κατὰ
2. φύσιν ἔσχεν. ὥστε ἀφαιρεῖν ἦν προσῆκον ἐν ἁπάσῃ κράσει
3. σώματος καὶ πάσῃ χώρᾳ καὶ ὥρᾳ καὶ καταστάσει τοσοῦτον
4. τῶν χυμῶν ὅσον ὑπὲρ τὸ κατὰ φύσιν ηὔξητο. ἐπεὶ
5. δ’ οὔτε τὴν ἔμφραξιν οὔτε τὴν σηπεδόνα δυνατόν ἐστι
6. θεραπεῦσαι διὰ τῆς φλεβοτομίας, ἑτέρων δεομένας βοηθημάτων,
7. ὡς ἔμπροσθεν ἐδείκνυμεν, ἀποθέσθαι χρή τι τοῦ
8. αἵματος εἰς τὸν τῆς θεραπείας χρόνον, ὅπως μήποτ’ ἀνάγκη
9. καταλάβῃ τις ἡμᾶς ἀκαίρως τρέφειν. ὅσον μὲν γὰρ ἐπὶ
10. τοιούτῳ πυρετῷ θρεπτέον οὐδ’ ὅλως ἐστίν. ἐδείχθη γάρ
11. σοι καὶ πρόσθεν ὁ ἀπὸ τῆς δυνάμεως σκοπὸς μόνος, ἐνδεικνύμενος
12. τὴν τροφήν· ὅσον δ’ ἐπὶ τῷ κεκενῶσθαι τὸ
13. σῶμα δεήσει τρέφειν. ὥστ’ ἀναγκαῖον ἔσται δυοῖν θάτερον,
14. ἢ τρέφοντα τὸν πυρετὸν αὐξάνειν, ἢ μὴ τρέφοντα καταλύειν
15. τὴν δύναμιν. ἄμεινον οὖν, ὡς εἴρηται, καταλιπεῖν τι τοῦ
16. αἵματος, οἰκείαν τροφὴν τοῖς τοῦ ζώου μορίοις· αὐτὸν δ’
17. ἀρκεσθῆναι προσφοραῖς ὀλιγίσταις ῥοφημάτων καὶ ποτῶν,
1. ὧν ὡς φαρμάκων μᾶλλον ἢ τροφῶν χρῄζομεν. ἐδείχθη γάρ
2. σοι καὶ περὶ τοῦδε πρόσθεν, ὅθεν οὐ χρὴ μηκύνειν ἔτι
3. περὶ αὐτῶν.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 11.14, ed. Kühn, 1825, vol. 10, p. 777-780. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:11.14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩