4. Ἀλλὰ καὶ περὶ καταπλασμάτων τε καὶ περὶ
5. τῆς τῶν ὑποχονδρίων αἰονήσεως λεκτέον. ὁ μὲν γὰρ πολὺς
6. ὅμιλος τῶν ἰατρῶν ἕν τι καὶ τοῦτο τῶν ἐκ τοῦ νόμου
7. τῆς ἀμεθόδου θεραπείας ἔθετο. καὶ πάντας ὥσπερ τρέφουσι
8. μετὰ τὴν διάτριτον, οὕτω καὶ προκαταντλοῦσιν ἐλαίῳ, κᾄπειτα
9. μίαν ὑπερβαλόντες αὖθις τρέφουσι προκαταπλάττοντες,
10. εἰ δέ που γαστὴρ ἐπισχεθείη, καὶ κλύζοντες· ὥστε τό γε
11. κατὰ τούτους ὥρᾳ μιᾷ δύνασθαι μαθεῖν τινα τέχνην διαιτητικήν.
12. οὐ μὴν ὦδ’ ἔχει τἀληθές. ἀλλ’ ὅλης οὔσης μεγάλης
13. τῆς τέχνης ἕν τι τῶν μερῶν αὐτῆς οὐ τὸ φαυλότατόν ἐστιν
14. ἐπιστήμη διαίτης, ἥτις ἐκ τούτων μάλιστα συμπληροῦται τῶν
15. βοηθημάτων, τροφῶν καὶ πομάτων ἐπιβροχῶν τε καὶ καταπλασμάτων
16. καὶ κλυστήρων. ἡ γάρ τοι φλεβοτομία κατὰ τὴν
17. ἀρχὴν καὶ αὐτὴ μόνη πρὸς τῶν αὐτῶν ἰατρῶν παραληφθεῖσα
18. τὴν ἐφεξῆς ἅπασαν ἴασιν τοῦ νοσοῦντος ἐπιτρέπει τῇ διαίτῃ.
1. μιᾶς οὖν ὥρας, ὡς ἔφην, ἐστὶν ἡ μάθησις τῆς διαίτης αὐτῶν.
2. εἰ δ’ ὁ μανθάνων εἴη συνετὸς οὐδὲ ταύτης ὅλης, ἀλλ’ ὀλιγοστοῦ
3. μέρους αὐτῆς, ἐν ᾧ τούτων τῶν νῦν λεχθησομένων
4. ἀκοῦσαι δυνατόν ἐστιν. ἅπαντας τοὺς πυρέττοντας ἐν ἀρχῇ
5. μὲν φλεβοτομήσεις, ἐὰν ἰσχυροὶ τὴν δύναμιν ὦσι· καταντλήσας
6. δ’ ἐλαίῳ μετὰ τὴν διάτριτον, ἤτοι μελικράτῳ μετὰ
7. χόνδρου θρέψεις ἢ ῥοφήματι. κᾄπειθ’ ἑξῆς τρέφε παρὰ μίαν,
8. ἀρτομέλιτι προκαταπλάττων. εἰ δ’ ἐπισχεθείη ποτὲ ἡ γαστὴρ,
9. ὑπάγειν αὐτὴν κλυστῆρι. τὴν μὲν οὖν ἐκείνων διαιτητικὴν
10. τέχνην ἤδη σύμπασαν ἀκήκοας ἐν τοῖσδε τοῖς ῥήμασιν, οὐκ
11. ἐν ἓξ μησὶν, ἀλλ’ ἐν ἓξ στίχοις. τὴν δ’ ὄντως διαιτητικὴν
12. ἑξῆς ἄκουσον. θερμαίνειν ὑποχόνδρια καταπλάσμασιν ἢ αἰονήσεσιν
13. οὐ διὰ παντὸς ἀσφαλὲς, ἀλλ’ ἐπ’ ἐκείνων μόνων τῶν
14. ἀῤῥώστων, ἐφ’ ὧν οὐκέτ’ ἀλᾶται περιττὸν ἐν ὅλῳ τῷ σώματι.
15. τοῖς δ’ ἄλλοις ἅπασι κακὸν ἔσχατον. ἐάν τε γὰρ ᾖ
16. πλῆθος ὁποτερονοῦν, εἴτε τὸ πρὸς τὴν δύναμιν εἴτε πρὸς
17. τὴν εὐρυχωρίαν τῶν ἀγγείων, ἐάν τε περιττώματα μοχθηρὰ
18. κατά τι μόριον ἓν ἢ καὶ πλείω, ταῦθ’ ἕλκεται πάντα πρὸς
1. τὸ θερμαινόμενον. ἐθεάσω γοῦν οὐκ ὀλιγάκις ἀφλέγμαντα
2. τελέως ὑποχόνδρια κατὰ τέσσαρας ἡμέρας ἀρχομένων αἰονᾷν
3. αὐτὰ τῶν ἀγελαίων ἰατρῶν φλεγμήναντα, αὐτὸ τοῦτό σοι
4. δείξαντος ἐμοῦ καὶ κελεύσαντος ἀκριβῶς προσέχειν τὸν νοῦν
5. τῇ μελλούσῃ γενήσεσθαι φλεγμονῇ. ἐφ’ ὧν καὶ μάλιστα ἔγνως
6. πηλίκον ἐστὶ κακὸν ἄλογος τριβή. διὰ παντὸς γὰρ αὐτοὶ γεννῶντες
7. τὰς φλεγμονὰς ἐξ ὧν πράττουσιν οὐ γινώσκουσιν,
8. ἀλλ’ ἀεὶ τοῖς αὐτοῖς ἁμαρτήμασι περιπίπτουσιν, ὥσπερ Ἱπποκράτης
9. ἔλεγε, τοὺς ἔνθεν τε καὶ ἔνθεν ἐπιδοῦντας τὰ μεθ’
10. ἕλκους κατάγματα. καὶ γὰρ κᾀκεῖνοι φλεγμονὰς ἐργαζόμενοι
11. κατὰ τὸ ἕλκος ὅμως οὐκ ἐπαύοντα, νομίζοντες οὐ τὴν ἐπίδεσιν
12. αἰτίαν ὑπάρχειν, ἀλλ’ ἄλλην τινὰ ἀποτυχίαν. πῶς δ’ ἂν
13. καὶ μετέβησαν ἐφ’ ἕτερον ἰάσεως τρόπον οἱ τὴν ἄλογον πρεσβεύοντες
14. τριβὴν, ἀφ’ ὧν αὐτοί τε διὰ παντὸς εἰθίσθησαν
15. οὕτω πράττειν, τούς τε διδασκάλους ἐθεάσαντο πρὸ αὐτῶν;
16. οὐδὲν γὰρ οὐδ’ ἐπιχειρεῖν ἀξιοῦσιν οἱ τοιοῦτοι δι’ ἐνδείξεως
17. λαμβάνειν, ἀρκούμενοι μόνῃ τῇ πείρᾳ. ἀλλ’ Ἱπποκράτης ἀπὸ
1. τῆς τοῦ πράγματος ὁρμηθεὶς φύσεως ἐξεῦρε τρόπον ἰάσεως
2. ἐπιτήδειον. οὗ λοιπὸν εἰς πεῖραν ἐλθόντος ἐγνώθη πόσον ὁ
3. πρότερος ἐσφάλλετο. καὶ τοίνυν εἴ τις ἐθελήσειεν ἐπὶ τῶν
4. τοιούτων διαθέσεων ἀποστὰς καταπλασμάτων τε καὶ τῆς δι’
5. ἐλαίου καταντλήσεως, ἐπὶ τὴν ἐκ τοῦ λόγου διδασκομένην
6. ἀφικέσθαι θεραπείαν, οὐ χαλεπῶς ἂν οὐδ’ αὐτὸς τῇ
7. πείρᾳ κρίνειε πηλίκον ἁμαρτάνουσιν οἱ οὕτω θεραπεύοντες
8. τά τε πληθωρικὰ καὶ τὰ μὴ καθαρὰ σώματα. συμβαίνει δ’
9. ἐν τοῖς τοιούτοις νοσήμασι τοὺς πλουσίους μᾶλλον τῶν
10. πενήτων κακῶς θεραπεύεσθαι. ἀμφότερα γὰρ ἐπ’ αὐτῶν
11. ἁμαρτάνεται διὰ τὴν τρυφὴν οὐκ ὀλιγάκις, ἥ τε τῆς φλεβοτομίας
12. ἔνδεια καὶ ἡ περιττοτέρα δῆθεν ἐπιμέλεια τῶν ἰατρῶν,
13. ὡς καθ’ ἑκάστην τι πράττειν ἡμέραν ἐπὶ τῷ τοῦ κάμνοντος
14. σώματι. κατ’ ἀρχὰς μὲν οὖν ὑπὸ τρυφῆς οὐκ ἀνέχονται τῆς
15. φλεβοτομίας οἱ πλείους αὐτῶν, καίτοι μᾶλλον τῶν πενήτων
16. ἁλισκομένοι ταῖς πληθωρικαῖς διαθέσεσιν, ὡς ἂν καὶ μᾶλλον
17. ἐμπιπλάμενοι καὶ βιοῦντες ἀργότερον. οἱ θεραπεύοντες δ’
18. αὐτοὺς ἰατροὶ, διότι παραλέλειπται μέγιστον βοήθημα τῇ διὰ
1. τῶν ἄλλων χρήσει νομίζουσιν ἀναπληρώσειν ὁπόσον ἐνδεῖ.
2. καὶ μέντοι καὶ οἱ κάμνοντες, οἰόμενοι τὴν μὲν ἐφ’ ἡσυχίας
3. δίαιταν ἀμέλειαν εἶναι, τὸ δ’ ὁτιοῦν πράττειν ἐπιμέλειαν,
4. ἐπαναγκάζουσιν αὐτοὺς ἑκάστης ἡμέρας προσφέρειν τι τοῖς
5. ὑποχονδρίοις· βουλομένοις δὲ δήπου καὶ τοῖς ἰατροῖς ἔτι τοῦτο
6. πρὸς τὸ δοκεῖν ἐνεργεῖν τι διαπαντὸς, ἐντεῦθεν γὰρ ἐλπίζουσι
7. καὶ τὸν μισθὸν πλείω λήψεσθαι. συμβαίνει τοιγαροῦν ἐν
8. ἐκείνῳ τῷ χρόνῳ τὰς φλεγμονὰς ἄρχεσθαι τοῖς πλουσίοις, ἐν
9. ᾧ πλησίον ἤδη τῆς λύσεώς ἐστιν ἐπὶ τῶν πενήτων τὸ νόσημα.
10. φλεβοτομηθέντες γὰρ ἐν ἀρχῇ κατὰ τοὺς προκειμένους ἐν τῷ
11. λόγῳ πυρετοὺς οὐ μόνον οἱ πένητες, ἀλλὰ καὶ οἱ δοῦλοι τῶν
12. πλουσίων, οἱ πλεῖστοι μὲν ἐν τῇ πέμπτῃ τῶν ἡμερῶν ἐκρίθησαν,
13. ἔνιοι δὲ ἐς τὴν ἑβδόμην ἀφίκοντο, ποῤῥωτέρω δ’ οὐδείς.
14. ἀλλ’ οἵ γε πλούσιοι τὸ μὲν πλῆθος καὶ τὰ περιττώματα πλείω
15. τῶν πενήτων καὶ δούλων ἔχοντες, παραλιπόντες δὲ τὸ τῆς
16. φλεβοτομίας βοήθημα, κᾄπειτα καθ’ ἑκάστην ἡμέραν αἰονώμενοί
17. τε δι’ ἐλαίου θερμοῦ καὶ καταπλαττόμενοι τοῖς χαλαστικοῖς
18. καταπλάσμασι φλεγμονήν τινα συνισταμένην ἴσχουσιν,
19. ἤτοι περὶ τὸ ἧπαρ ἢ τὴν κοιλίαν ἤ τι τῶν ἄλλων τῶν τῇδε
1. σπλάγχνων, ἔνιοι μὲν ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν, ἔνιοι δ’ ἐν
2. τῇ πέμπτῃ, πάντες δ’ οὖν ἐν τῇ ἕκτῃ. οἶσθα δὲ δήπου καὶ
3. τὸν ἐν αὐτῷ τῷ καταντλεῖσθαι δυσπνοήσαντα, τοῦ περιττοῦ
4. παντὸς ἐπὶ τὰς φρένας ἑλχθέντος ὑπὸ τῆς θερμασίας. οὗτός
5. τε οὖν ἀπέθανε καὶ ἄλλοι μυρίοι καθ’ ἑκάστην ἡμέραν ἀποθνήσκουσιν,
6. ὥσπερ σικύας τοῦ καταπλάσματος ἕλκοντος
7. ἐπὶ τὰ σπλάγχνα τὰ καθ’ ὅλον τὸ σῶμα περιττά. τινὲς δ’
8. ἀμέλει καὶ αὐτῇ τῇ σικύᾳ κατ’ αὐτῶν ἐχρήσαντο, τοῦθ’
9. ἓν μόνον ἐννοοῦντες κᾀκεῖνοι, τὸ φαίνεσθαί τι πράττοντες
10. ἀεὶ περὶ τὸν κάμνοντα. κάλλιστον μὲν οὖν, ὡς εἴρηται,
11. φλέβα τέμνειν οὐ μόνον ἐν τοῖς συνόχοις πυρετοῖς, ἀλλὰ
12. καὶ τοῖς ἄλλοις ἅπασι τοῖς ἐπὶ σήψει χυμῶν, ὅταν γε ἤτοι
13. τὰ τῆς ἡλικίας ἢ τὰ τῆς δυνάμεως μὴ κωλύῃ. κουφισθεῖσα
14. γὰρ ἡ διοικοῦσα τὰ σώματα ἡμῶν φύσις, ἀποθεμένη τε
15. τὸ βαρῦνον αὐτὴν οἷόν πέρ τι φορτίον, ἐπικρατήσει τοῦ
16. λοιποῦ ῥᾳδίως. ὥστε καὶ πέψει τὸ πεφθῆναι δυνάμενον,
17. ἐκκρινεῖ τε τὸ δυνάμενον ἐκκριθῆναι ἀναμνησθεῖσα τῶν
18. οἰκείων ἐνεργειῶν. ἡ γὰρ τῶν μέσων τοῦ σώματος, ὡς
19. οὗτοι καλοῦσι, πρόνοια μέγιστον μὲν κακὸν ἐπὶ τῶν
1. μὴ φλεβοτομηθέντων ἐστὶν, οὐ μέγιστον δὲ ἐπὶ τῶν φλεβοτομηθέντων.
2. ἀλλ’ ὅμως κᾀπὶ τούτων τι βλάπτειν πέφυκεν
3. ἐν τοῖς συνόχοις πυρετοῖς· διακαιόμενα γὰρ ὑπὸ τοῦ πλήθους
4. τῆς θέρμης τὰ σπλάγχνα προσέτι διακαίεται καὶ ἐξοπτᾶται.
5. μόνοι τοιγαροῦν ἐκεῖνοι δεήσονται προνοίας τοιαύτης, οἷς
6. ἡ σῆψις ἐν ἑνὶ συνέστη μορίῳ, προφλεβοτομηθέντες δηλονότι
7. καὶ οὗτοι. ποιησόμεθα δ’ αὐτῶν τὴν πρόνοιαν οὐχ ὁμοίως
8. τοῖς ἐκ τῆς τριόδου τούτοις ἰατροῖς, εὐθέως ἔξ ἀρχῆς χαλῶντες,
9. ἀλλὰ πᾶν τοὐναντίον ἐπὶ τῶν πλείστων ἐργαζόμενοι. τὰ
10. μὲν γὰρ χαλαστικὰ τῶν βοηθημάτων ὥσπερ γε διαφορεῖ
11. τὸ περιεχόμενον ἐν τοῖς μέλεσιν, οὕτως ἐπισπᾶται πλέον
12. ἀντ’ αὐτοῦ, κατ’ ἀρχὰς προσαγόμενα. φερομένων γὰρ ἔτι
13. τῶν ῥευμάτων ἐπὶ τὸ πεπονθὸς, ἀποκρούεσθαι βέλτιόν ἐστι
14. καὶ ἀναστέλλειν, οὐχ ἕλκειν ἐπ’ αὐτά. τὰ δ’ ἀποκρουστικὰ
15. καλούμενα, μετέχοντα δηλονότι τῆς στυπτικῆς δυνάμεως,
16. ἐπιτήδεια πρὸς τὰς ἀρχάς ἐστιν, ἅμα μὲν ἐντιθέντα
17. τόνον τοῖς πάσχουσι μορίοις, ὡς μὴ ῥᾳδίως ὑποδέχοιντο τὰ
18. ἐπιῤῥέοντα τῶν περιττωμάτων, ἅμα δὲ καὶ τῶν ἐν αὐτοῖς
1. ἤδη περιεχομένων ἀντεκθλίβοντα τὸ λεπτότατον. εἰ δ’ ἥ τε
2. φορὰ παύσαιτο διὰ τῶν τοιούτων βοηθημάτων, ἥ τ’ ἐκ τῆς
3. στύψεως ἐγγενομένη πύκνωσις τοῖς πεπονθόσι κατέχοι τὰ
4. παχύτερα, καιρὸς ἤδη χαλᾷν ὑπὲρ τοῦ κενῶσαι τὰ περιεχόμενα.
5. μάλιστα δ’ ὅταν εἰς ἧπαρ ἢ γαστέρα κατασκήπτῃ τὰ
6. περιττὰ τοῖς στύφουσι χρῆσθαι· κύριά τε γὰρ ἱκανῶς τὰ
7. μόρια καὶ πάντως ἐργάζεσθαι τὸ σφέτερον ἔργον ἀναγκαῖα
8. κᾀν ταῖς νόσοις. ἐστὶ δὲ οὐ σμικρὸν αὐτῶν τὸ ἔργον, οἷόν
9. περ ἑκάστου τῶν ἄλλων, ἃ μόνον ἐκεῖνο κατεργάζεσθαι πέφυκεν
10. ὑφ’ οὗ θρέψεται· ἀλλ’ οὕτως εἰς μέγα τῷ ζώῳ διαφέρειν,
11. ὡς εἰ μήτε κατὰ γαστέρα πεφθείη καλῶς ἡ τροφὴ μήθ’
12. αἱματωθείη κατὰ τὸ ἧπαρ, οἷόν περ ἐν λιμῷ πάσχομεν ἀπορίᾳ
13. βρωμάτων ἀσιτεῖν ἀναγκαζόμενοι, τοιοῦτόν τι καὶ νῦν
14. συμβήσεται πᾶσι τοῖς τοῦ ζώου μορίοις· οὐ γὰρ ἐκ τῶν καταποθέντων,
15. ἀλλ’ ἐκ τῶν κατεργασθέντων ἐν τοῖς εἰρημένοις
16. σπλάγχνοις ἡ χορηγία τῆς τροφῆς ἐστιν ὅλῳ τῷ σώματι. διὰ
17. ταῦτα μὲν δὴ περιττότερον ἢ τὰ ἄλλα μόρια γαστήρ τε
18. καὶ ἧπαρ τῶν στυφόντων χρῄζουσιν. ἀμέλει κᾀπειδὰν καιρὸς
1. ᾖ διαφορεῖν τὰ στηριχθέντα, καὶ τότε δεῖται στύφεσθαι τὰ
2. μέτρια· τὸ γὰρ ἔξ ἐπιμέτρου περὶ τὰ ἄλλα μόρια κατ’ ἀρχὰς
3. αὐτοῖς προστιθέμενον τῆς στύψεως ἀεὶ φυλάττεσθαι χρὴ,
4. μενούσης γε τῆς ἐνδειξαμένης αὐτὸ χρείας· ἡ χρεία δ’ ἐστὶν,
5. ὡς ὀλίγον ἔμπροσθεν εἴπομεν, ἡ κατεργασία τῆς τροφῆς.
6. ἐὰν οὖν ἀτονήσαντα μὴ πέψῃ καλῶς, οὐ μόνον οὐδὲν ὄφελος
7. ἔσται τῶν καταποθέντων σιτίων, ἀλλ’ ἐπὶ ταῖς διαφθοραῖς
8. αὐτῶν πολλάκις ἐρεθισθείσης τῆς γαστρὸς, συναπέρχεταί
9. τι καὶ τῶν προϋπαρχόντων. ὥστε διχόθεν ἤδη τὴν
10. βλάβην γίνεσθαι τῷ παντὶ σώματι, μήθ’ ὑπὸ τῶν σιτίων
11. τραφέντι καὶ τῆς οἰκείας παρασκευῆς τι προσαπολλύντι. καὶ
12. χωρὶς δὲ τῶν εἰρημένων αἱ πέψεις τῶν σιτίων, ἄν τε καθ’
13. ἧπαρ ἀτυχήσωσιν, ἄν τε κατὰ γαστέρα, τοὺς πυρετοὺς αὐξάνουσι
14. καὶ δριμυτέρους ἐργάζονται τῇ κακοχυμίᾳ. διὰ τοῦτο
15. τοίνυν πολλὴν χρὴ πεποιῆσθαι πρόνοιαν ἐν ἅπασι πυρετοῖς
16. πέψεως σιτίων. καὶ διὰ ταύτην τοῦ τόνου τῶν πεπτικῶν
17. ὀργάνων οὐ σμικρὰ φροντιστέον. ἔνιοι δ’, ὥς φησιν
18. Ἱπποκράτης, οὐ σμικρὰ κερδαίνουσιν ὅτι ἀγνοοῦσιν. οἴονται
1. γοῦν ἥπατος φλεγμονὴν ἰᾶσθαι χαλαστικοῖς βοηθήμασιν, ἐξ
2. ὧν ἐν τῇ διαγνώσει σφάλλονται, δόξαν ἑαυτοῖς ποριζόμενοι·
3. φαίνεται γὰρ ἐνίοτε τοῦ καθήκοντος εἰς ὑποχόνδρια
4. μυὸς ἐκ τῶν πλευρῶν τοῦ θώρακος ἡ περιγραφὴ παραπλησία
5. τῷ ἥπατι. θαυμαστὸν δ’ οὐδὲν, οἶμαι, τοὺς μήτ’
6. ἄλλο μηδὲν ἐν τῇ τέχνῃ καλῶς ἐκμαθόντας μήτ’ ἀσκηθέντας
7. ἐν διαγνώσεσι πεπονθότων μορίων τὰ τοιαῦτα
8. κερδαίνειν.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 11.15, ed. Kühn, 1825, vol. 10, p. 780-789. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:11.15
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩