Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 11.16, ed. Kühn, 1825, vol. 10, p. 789-797. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:11.16

9. Ἐκείνους μὲν οὖν ἐατέον, ἡμεῖς δὲ κᾂν
10. ἐλαχίστην ποθ’ ὑπόνοιαν σχῶμεν ἥπατος ἢ γαστρὸς κακοπραγούντων,
11. εὐθέως ἀψίνθιον ἐλαίῳ προσαφεψήσαντες αἰονήσομεν
12. τὰ μόρια. διττὴν δὲ ἅπαντος ἀψινθίου ποιότητα
13. καὶ δύναμιν ἔχοντος, ὡς κᾀν τοῖς περὶ φαρμάκων
14. εἴρηται, κατὰ μὲν τὸ Ποντικὸν ἡ στύφουσα ποιότης ἐστὶν
15. οὐκ ὀλίγη, τοῖς δ’ ἄλλοις ἅπασιν ἡ μὲν πικρὰ ποιότης
16. ὑπάρχει σφοδροτάτη· στύψεως δ’ ἤτοι παντάπασιν ἀμυδρᾶς
17. ἢ καὶ οὐδ’ ὅλως ἂν αἴσθοιο γενόμενος αὐτῶν. ταῦτά τοι τὸ
18. Ποντικὸν ἀψίνθιον αἱρεῖσθαι βέλτιόν ἐστιν εἰς τὰς ἥπατος
1. καὶ γαστρὸς φλεγμονάς· ἔστι δ’ αὐτοῦ καὶ τὸ φύλλον καὶ
2. τὸ ἄνθος πολὺ σμικρότερον ἢ τῶν ἄλλων ἀψινθίων, καὶ ἡ
3. ὀσμὴ τούτῳ μὲν οὐχ ὅπως ἀηδὴς, ἀλλά τι καὶ τῶν ἀρωμάτων
4. ἐμφαίνουσα· τοῖς δ’ ἄλλοις δυσώδης ἅπασι· φεύγειν
5. μὲν οὖν ἐκεῖνα προσήκει, χρῆσθαι δ’ ἀεὶ τῷ Ποντικῷ. καὶ
6. τῶν ἄλλων δέ τι φαρμάκων ἐμβαλὼν εἰς τοὔλαιον, οἷς ἐπιμέμικται
7. τῇ πικρᾷ ποιότητι δύναμις στυπτικὴ, κατὰ τὸν
8. αὐτὸν τρόπον χρήσῃ. δέδεικται γὰρ ἐν τοῖς περὶ φαρμάκων
9. ἡ πικρὰ ποιότης ποδηγοῦσα τὴν στύφουσαν. διὸ καὶ
10. κρεῖττόν ἐστι τὸ τοιοῦτον φάρμακον ἅπαν τοῦ στύφοντος
11. μόνον. εἰ μὲν οὖν ἰσχυροτέραν ἐθέλοις ἐργάσασθαι τὴν
12. στύψιν, ἔστω σοι καὶ τὸ ἔλαιον στῦφον, ὁποῖόν ἐστι τό τε
13. Ἱσπάνον ὀνομαζόμενον, ὅσα τ’ ἄλλα σκευάζουσι μετὰ θαλλῶν
14. ἐλαίας· ἢ οἷόν πέρ ἐστι τὸ καλούμενον ὀμφάκινον. εἰ δ’
15. ἀσθενεστέρᾳ βούλοιο χρήσασθαι τῇ στύψει, τῶν ἄλλων
16. ἐλαίων τι παρασκεύαζε καὶ μάλιστα τῶν λεπτομερῶν, οἷόν
17. πέρ ἐστι τὸ Σαβῖνον. ἄριστον δὲ ἐν οἷς στύψεως ἰσχυροτέρας
1. ἐστὶ χρεία, τὸ Ἱστρικὸν ἔλαιον, ὡς ἂν ἑκατέρας ἔχον
2. ἐν ἑαυτῷ τὰς ποιότητας, στύφουσαν καὶ πικράν. ἀποροῦντι
3. δ’ ἀψινθίου μήλινον ἢ μαστίχινον ἢ σχίνινον ἀρκέσει τὴν
4. πρώτην· εἰ δὲ μικρὸς ὁ πυρετὸς εἴη, καὶ τὸ διὰ τῆς νάρδου
5. μύρον. ἔστω δὲ καὶ τοῦτ’ ἄριστον· οὐ σμικρὰ γὰρ ἡ
6. διαφορὰ τοῦ τοιούτου πρὸς τὸ φαῦλον· ὃ γοῦν ἐν Νεαπόλει
7. τῆς Ἰταλίας σκευάζουσιν, ὄνομα μόνον ἐστὶ μύρου
8. ναρδίνου, παραβαλλόμενον τῷ κατὰ τὴν Ἀσίαν ἔμπροσθεν
9. μὲν ἐν Λαοδικείᾳ μόνῃ σκευαζόμενον, νυνὶ δὲ ἐν πολλαῖς
10. ἤδη πόλεσιν. εἰ δ’ ἡ παρακμὴ τοῦ πυρετοῦ, καθ’ ἣν δηλονότι
11. πράττεις τὰ τοιαῦτα, μὴ πάνυ τι πρᾳεῖα γίγνοιτο,
12. φυλάττεσθαι μὲν τὴν νάρδον· ἄμεινον δὲ χρῆσθαι τηνικαῦτα
13. τῷ μηλίνῳ· μὴ παρόντος δὲ τούτου, τῷ σχινίνῳ·
14. καὶ μετ’ αὐτὸ τῷ μαστιχίνῳ. πάντων γὰρ τούτων τὸ νάρδινον
15. μύρον μᾶλλον θερμαίνει· διὸ καὶ μικτέον αὐτῷ τῶν
16. ἄλλων ἀποροῦντι ῥοδίνου. ἡ δὲ τοῦ μυρσίνου στύψις οὐκ
17. ἐπιτήδειος· ἔστι γὰρ τοῦτο παχυμερέστερον ἢ ὥστε διὰ
18. βάθους ἰέναι. τὰ μὲν οὖν τοιαῦτα παραδείγματος ἕνεκα
1. λέλεκται· πολὺ γὰρ αὐτῶν ἐκλέξῃ πλῆθος ἐκ τῶν περὶ φαρμάκων
2. ὑπομνημάτων. ὡσαύτως δὲ καὶ τὸ κατάπλασμα σύνθετον
3. ἐχέτω τὴν δύναμιν ἔκ τε τῆς χαλαστικῆς λεπτομεροῦς
4. καὶ πικρᾶς καὶ στυφούσης. ἐπικρατείτω δ’ ἐν αὐταῖς,
5. εἰ μὲν ἀποκρούεσθαί τε καὶ τόνον ἐντιθέναι βουλοίμεθα, τὸ
6. στῦφον· εἰ δὲ τέμνειν καὶ διαῤῥύπτειν τὸ πικρόν. εἰ δὲ
7. διαφορεῖν, τὰ λεπτομερῆ τῶν χαλώντων· τὰ γὰρ παχυμερῆ
8. τοῖς ἐκπυήσουσιν ἐδείχθη χρηστά. διωρισμένων δ’ ἐν τοῖς
9. περὶ φαρμάκων ὑπομνήμασι τῶν τε μόνην ἐχόντων ἤτοι
10. τὴν στύφουσαν ἢ τὴν πικρὰν ποιότητα τῶν τε συναμφοτέρας,
11. ἄριστον μὲν οὖν ἀεὶ αἱρεῖσθαι τὰ συναμφοτέρας
12. ἔχοντα· μὴ παρόντων δὲ τούτων, αὐτὸν μιγνύναι τὰ πικρὰ
13. τοῖς στύφουσιν, ὥσπερ ἐθεάσω ποθ’ ἡμᾶς κατάπλασμα
14. συντιθέντας ἥπατος φλεγμαίνοντος ἐκ τῶν παρόντων.
15. ἦν μὲν γὰρ ἰατρὸς ὁ κάμνων· ἐθεασάμεθα δ’ αὐτὸν ἤδη
16. λύχνων ἡμμένων, ὡς μηδὲν ἔτι δύνασθαι πρίασθαι παρὰ
17. τῶν καπηλευόντων τὰ τοιαῦτα. παρακμὴν οὖν εὑρόντες
18. ἀξιόλογον, ἐσπεύσαμεν ὅτι τάχιστα χρήσασθαι τῷ καιρῷ
1. καὶ μάλισθ’ ὅτι τὴν ὕποπτον ὥραν προσεδοκῶμεν ἀρχὴν
2. οἴσειν ἑτέρου παροξυσμοῦ περὶ τὰς τῶν ἀλεκτρυόνων ᾠδάς.
3. ἀφεψήσαντες οὖν ἐλαίῳ μὲν ἀψίνθιον, ἐν ὕδατι δὲ κυδώνιον
4. μῆλον. ἐν ᾧ ταῦθ’ ἥψετο, μυροβαλάνου πίεσμα καὶ ἴρεως
5. τὴν ῥίζαν εὑρόντες ἔνδον καὶ κόψαντες καὶ διαττήσαντες,
6. εἶτ’ ἐμβαλόντες λέβητι τοῦ τ’ ἐλαίου καὶ τοῦ ὕδατος, ὧνπερ
7. ἐσκευάκειμεν, ἀφεψήσαντές τε μετρίως ἐπενεβάλλομεν ἅμα
8. κηρῷ βραχεῖ τὴν μυροβάλανον καὶ τὴν ἴριν. ἕψομεν δ’, ὡς
9. οἶσθα, τὸ μῆλον οὐ δι’ ὕδατος μόνον, ἀλλὰ καὶ δι’ οἴνου
10. πολλάκις αὐστηροῦ· καὶ μίγνυμεν ἐνίοτε καὶ αὐτῆς τι τοῦ
11. μήλου τῆς σαρκὸς ἅπασι τοῖς τοιούτοις καταπλάσμασιν. ὅταν
12. μὲν γὰρ τό τε ἐπιῤῥέον εἴη πλέον, ἀτονώτερον τε τὸ μόριον,
13. αὐξάνομεν, ὡς οἶσθα, τὴν στύψιν· ὅταν δὲ τό θ’ ὅλον σῶμα
14. κενὸν, οὐκ ἄῤῥωστόν τε τὸ μόριον, ἐπιῤῥέῃ τε μηδὲν ἔτι, βραχύτατον
15. ἔστω τὸ στῦφον, ἀξιολογώτερον δὲ αὐτοῦ τὸ χαλαστικὸν
16. καὶ πρὸς τούτοις τό τε πικρὸν καὶ τὸ δριμὺ κατὰ τὴν
17. τῶν ἐπεμβαλλομένων ὕλην. εἰ δὲ καὶ μικρὸς ὁ πυρετὸς εἴη, καὶ 
1. ἡ φλεγμονὴ μὴ πάνυ θερμὴ καὶ ἀσιτίαν ὁ κάμνων ἐνεγκεῖν
2. δυνάμενος, αὐξανέσθω σοι τὸ διαφορητικὸν εἶδος τῆς θεραπείας,
3. ἐκλυομένου τοῦ στυπτικοῦ. οὐ γὰρ δὴ τὴν φλεγμονὴν
4. δυνατὸν ὠφελῆσαι τοῖς στύφουσιν, ἡνίκα μήτ’ ἐπιῤῥέῃ
5. μηδὲν, ἐστήρικταί τε δυσλύτως ἐν τῷ πάσχοντι παχυμερὴς
6. χυμὸς, ἀλλ’, ὡς εἴρηται, βραδύνειν αἱρούμεθα μᾶλλον ἐν τῇ
7. θεραπείᾳ μιγνύντες τι τῶν στυφόντων ὑπὲρ τοῦ φυλάξαι
8. τῶν μορίων τὸν τόνον. ὅθεν οὔτ’ ἐπὶ κώλου πάσχοντος ἢ
9. τῶν ἄλλων ἐντέρων τινὸς οὔτε τῶν καθ’ ὑποχόνδρια μυῶν
10. ἢ περιτοναίου μικτέον τὰ στύφοντα· καθάπερ οὐδὲ κύστεως
11. ἢ μήτρας, ὅταν γ’, ὡς εἴρηται, μήτ’ ἐπιῤῥέῃ μηδὲν ἔτι
12. μήτε πλῆθος ἢ περιττώματα πολλὰ καθ’ ὅλον ὑπάρχῃ τὸ
13. σῶμα. νεφροὶ δὲ καὶ θώραξ ἐν μέσῳ τῶν εἰρημένων εἰσίν·
14. ὅσον γὰρ ἀπολείπονται γαστρὸς καὶ ἥπατος, τοσοῦτον τῶν
15. ἄλλων πλεονεκτοῦνται· ἐπὶ μὲν γὰρ τοῦ ἥπατος ἢ τῆς γαστρὸς
16. ἐκλυθῆναι τὸν τόνον ὀλεθριώτατον, ἐπὶ δὲ τῶν ἄλλων
17. ἀκινδυνότατον. ἐπὶ τούτων δὲ κινδυνῶδες μὲν, οὐ μὴν ἐκείνοις
1. γ’ ὁμοίως· πλὴν εἴ ποτε πῦον ἐκκαθαίρειν δέοι, περιεχόμενον
2. ἐν θώρακι καὶ πνεύμονι. περὶ δὲ τοῦ σπληνὸς οὐχ
3. ἁπλῶς ἀποφήνασθαι δυνατὸν, ἀλλὰ μετὰ τοῦ διορίσασθαι
4. τήν τε φύσιν ὅλου τοῦ σώματος καὶ τὴν ἐν τῷ τῆς θεραπείας
5. χρόνῳ διάθεσιν. εἰ μὲν γὰρ ἤτοι φύσει τῶν ἀθροιζόντων
6. εἴη περίττωμα μελαγχολικὸν ὁ κάμνων ἢ κατ’ ἐκεῖνον τὸν
7. χρόνον ὁ τοιοῦτος ἐν αὐτῷ πλεονάζοι χυμὸς, ἀναγκαῖόν
8. ἐστιν ἐν τῇ θεραπείᾳ τοῦ σπληνὸς ἐπιπλέκεσθαι τοῖς ἄλλοις
9. τὰ στύφοντα, χάριν τοῦ φυλάττεσθαι τοῦ σπλάγχνου τὸν
10. τόνον. οὕτω γὰρ ἕλξει τε πρὸς ἑαυτὸν τὰ περιττώματα, καὶ
11. καθάρας τὸ σῶμα, πάλιν αὐτὰ ἐκκρινεῖ διὰ τῆς γαστρὸς, ὡς
12. ἐν τοῖς φυσικοῖς περὶ τούτων ἐπιδέδεικται λόγοις. εἰ δὲ
13. μηδὲν οὐδ’ ὅλως ᾖ περίττωμα μελαγχολικὸν ἢ οὐδ’ ὅλως στυπτέον
14. ἢ ὡς ἥκιστα. προσέχειν δ’ ἀκριβῶς τὸν νοῦν οὐ κατὰ
15. τὸν σπλῆνα μόνον, ἀλλὰ καὶ κατὰ σύμπαντα τἄλλα μόρια,
16. καθ’ ἃ σήπεται χυμὸς, ὁποῖον μέν τοι τῶν συμπτωμάτων
17. ἐστὶ τὸ ἰσχυρότατον, ὁποῖον τὸ δεύτερον ἢ τὸ τρίτον, ἵν’ ἐξ
18. αὐτῶν τὴν διάθεσιν ἀκριβῶς ἐξευρὼν, οἰκείαν αὐτῇ καὶ τὴν
1. θεραπείαν ἁρμόσῃς. ἐνίοτε μὲν γὰρ ἡ θέρμη κρατεῖ
2. κατὰ τὸ πεπονθὸς, ἐνίοτε δ’ ὄγκος, ἤτοι διὰ τὸ πλῆθος τοῦ
3. χυμοῦ σκληρὸς ἢ διὰ τὸ πάχος. εἰ μὲν οὖν ἡ θέρμη κρατοίη,
4. πειρᾶσθαι διαφορεῖν ἀτρέμα, διὰ τῶν χλιαρὰν ἐχόντων θερμασίαν,
5. οἷόν ἐστι τό τε λινόσπερμον καὶ τὸ χαμαίμηλον· ἐπιμιγνύναι
6. δ’ αὐτοῖς ἄλευρον ἐκ κριθῶν ἢ κυάμων· οὐδέτερον
7. γὰρ αὐτῶν θερμαίνει. πολλάκις δ’, ὡς οἶσθα, τὸ καλούμενον
8. ὑπὸ τῶν ἰατρῶν ἀρτόμελι παρασκευάζοντες εἰς κατάπλασμα
9. τοιαύτης φλεγμονῆς ὕδατος ἐπεμίξαμεν. ἐπὶ δὲ
10. σπληνὸς ἔστιν ὅτε καὶ ὄξους. εἰ δ’ ἡ θέρμη τοῦ φλεγμαίνοντος
11. μορίου μὴ πολὺ τοῦ κατὰ φύσιν ἐξεστήκοι, μέγεθος
12. δ’ ἀξιόλογον εἴη, διαφορεῖν θαῤῥούντως χωρὶς ὕδατος ἐπιμιγνύντα
13. τοῖς εἰρημένοις καὶ τῆλιν. εἰ δ’ οἷον σκιῤῥώδης
14. τις φλεγμονὴ τύχοι, διὰ τὸ πάχος ἢ τὴν γλισχρότητα τῶν
15. ἐν αὐτῇ χυμῶν, ὄξους τε ἅμα καὶ τῶν πικρῶν μικτέον φαρμάκων
16. καὶ μάλιστ’ ἐπὶ σπληνός. τὸ γάρ τοι σπλάγχνον
17. τοῦτο, διὰ τὸ παχὺν ἐπισπᾶσθαι χυμὸν ἐξ ἥπατος, ὑπὸ τοῦ
18. τοιούτου καὶ νοσεῖ τὰ πολλά. διὰ τοῦτ’ οὖν αὐτὸ τά τε δι’
1. ὀξυμέλιτος καὶ ἀψινθίου καὶ καππάρεως ἐπιτήδεια καταπλάσματα.
2. ταῦτ’ οὖν ἀγνοοῦντες οἱ πολλοὶ τῶν ἰατρῶν,
3. ἅπαντας αἰονῶσιν ἐλαίῳ καὶ καταπλάττουσι τοῖς χαλαστικοῖς
4. καταπλάσμασι, πρὶν κενῶσαι τὸ σῶμα, πάντων δ’, ὡς εἴρηται,
5. μάλιστα τοὺς πλουσίους, οἷς οὐ μόνον εἰς τὰ τοιαῦτα
6. ὑπηρετοῦσιν, ἀλλὰ καὶ λούεσθαι συγχωροῦσιν. ἐγὼ δ’ οὔτε
7. λούσαιμ’ ἂν οὐδένα τῶν ἐπὶ σηπεδόνι χυμῶν πυρεττόντων
8. οὔτε χαλαστικοῖς χρήσομαι καταπλάσμασι, πρὶν κενῶσαι τὰ
9. περιττά. κενώσας δὲ καὶ λούοιμ’ ἂν ἤδη θαῤῥῶν καὶ καταπλάττοιμι,
10. τὰ μὲν ἄλλα μόρια τοῖς χαλαστικοῖς, ἧπαρ δὲ καὶ
11. γαστέρα μετὰ τοῦ τὰ μέτρια στύφειν.

Cliquer un n° de page pour en afficher l’image