3. Ἡ γάρ τοι πρώτη πασῶν ἔνδειξις θεραπευτικὴ
4. ἐξ αὐτοῦ τοῦ θεραπευομένου νοσήματος γιγνομένη
5. τὴν ἐναντίωσιν ἐδίδαξεν. ἐπεὶ δ’ ἔστι πλείονα γένη τῶν νόσων,
6. ἕκαστον αὐτῶν ἰδίαν ἕξει τὴν ἐναντίωσιν. ἀλλὰ τὰ μὲν
7. ἄλλα παρείσθω τό γε νῦν εἶναι. προκεχωρήσθω δὲ μόνον
8. ἡμῖν εἰς τὰ παρόντα τῆς θεραπευομένης νόσου τὸ γένος
9. ἐν δυσκρασίᾳ κείμενον. ἰαθήσεται τοίνυν τοῦτο διὰ τῆς ἐναντίας
10. αὐτῷ δυσκρασίας. ἀλλ’ ἐπεὶ τοῦ γένους ὅλου τῶν πυρετῶν
11. ἡ δυσκρασία θερμότης ἐστὶ, διὰ ψυχρότητος ἰαθήσεται,
12. ὥστε ἀλλήλαις ὁμολογεῖν ἁπάσας τὰς ἐνδείξεις. ἐάν τε γὰρ
13. εἴπωμεν ἁπλῶς οὕτως ὡς χρὴ τὸν πυρετὸν ἰᾶσθαι διὰ τῶν
14. ἐναντίων ἐάν τε προσθέντες ὡς διὰ τῶν ἐναντίων τῇ κράσει
15. μάχην οὐδεμίαν ἕξουσιν οἱ λόγοι· κατὰ δὲ τὸν αὐτὸν τρόπον
16. οὐδ’ εἰ φαίημεν ἰᾶσθαι χρῆναι διὰ τῶν ψυχόντων τὸν πυρετὸν,
17. ὥσπερ γε οὐδ’ εἰ τέμνοντες τοῦτο φαίημεν ἐνίοτε μὲν
18. ἰᾶσθαι τὸν πυρετὸν ἡμᾶς διὰ τῶν ἐνεργείᾳ ψυχόντων, ἐνίοτε
1. δὲ διὰ τῶν δυνάμει, καί ποτε αὖθις διὰ τῶν κατὰ συμβεβηκὸς,
2. ἢ καὶ συντιθέντες ταῦτα μάχην οὐδεμίαν ἕξει τοῖς προειρημένοις
3. ὁ λόγος, ὥσπερ γε οὐδ’ εἰ φαίημεν ὅσα μὲν κατ’
4. ἐνέργειαν ἢ δύναμιν ἢ κατὰ συμβεβηκὸς θερμαίνει χείρονας
5. ἑαυτῶν ἀποτελεῖν τοὺς πυρετοὺς, ὅσα δ’ αὖ κατ’ ἐνέργειαν
6. ἢ δύναμιν ἢ κατὰ συμβεβηκὸς ψύχει θεραπεύειν αὐτούς. ἡ
7. γὰρ ἀπὸ τῆς διαθέσεως ἔνδειξις εἰς τοσούτους ἐτμήθη τοὺς
8. κατὰ μέρος σκοπούς. αὐτοὶ δὲ πάλιν οὗτοι οἱ σκοποὶ τὴν
9. ὕλην τῶν βοηθημάτων εὑρίσκουσι κατὰ τὰς ἐν τοῖς περὶ φαρμάκων
10. εἰρημένας μεθόδους· ἀρχὴ γὰρ ἐκείνων ἐστὶν εἰς ὅπερ
11. ἐτελεύτησεν ἡ ἐκ τῆς θεραπευομένης διαθέσεως τομή. κυριωτάτη
12. μὲν οὖν ἐν τῷ λυθῆναι τὴν νόσον θεραπεία νοεῖται,
13. καταχρωμένων δὲ καὶ τὸ μικτὸν γένος ἔκ τε τῆς ὄντως θεραπείας
14. καὶ ἣν ὀνομάζουσι προφυλακήν. τῶν μὲν οὖν ἐφημέρων
15. πυρετῶν ἡ ὄντως ἐστὶ θεραπεία, καθάπερ γε καὶ ἡ τῶν ἑκτικῶν.
16. ὅσοι δ’ ἐπὶ χυμοῖς συνίστανται σηπομένοις ἡ λεγομένη
17. θεραπεία τὴν προφυλακὴν προσείληφεν, ἥτις ἐστὶ τὸ τὴν νόσον
18. ἐργαζόμενον αἴτιον ἐκκόπτειν. ὀνομάζεται δὲ καὶ αὐτὸ
1. τοῦτο τὸ μέρος τῆς τέχνης θεραπευτικὸν, ἀποκεχωρισμένον
2. τοῦ καθαρῶς τε καὶ εἰλικρινῶς προφυλακτικοῦ τῷ γενέσθαι
3. τὴν νόσον μὲν αἰσθητῶς ὑπὸ τῆς αἰτίας ἤδη, μέλλειν δὲ ἔσεσθαι
4. κατὰ τὰς προφυλακτικάς. τοῖς μὲν οὖν ὀνόμασιν ὡς
5. ἂν ἐθέλοι τις χρήσθω, τοῦτο γὰρ ἀναμιμνήσκειν ἀεὶ χρὴ, φυλαττέτω
6. δὲ τὴν ἐφ’ ἑκάστου τῶν πραγμάτων ἔνδειξιν τῶν
7. ἰαμάτων, ὡς εἴ γε παραλείποι τι κᾂν ἓν ἐξ αὐτῶν, ἀνάλογον
8. ἐκείνου τῷ μεγέθει τε καὶ τῇ δυνάμει βλάψει τὴν ἴασιν.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 11.2, ed. Kühn, 1825, vol. 10, p. 739-741. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:11.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩