Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 11.21, ed. Kühn, 1825, vol. 10, p. 806-809. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:11.21

12. Καιρὸς δ’ ἐπιτηδειότατος ἐν τοῖς διαλείπουσι
13. πυρετοῖς ὅταν, ὡς εἴρηται, διαπνεῖν ἄρξηται τὸ πυρετῶδες
14. θερμόν. εὐθὺς γὰρ τῇ τροφῇ παρασκευάζει τὸ σῶμα,
15. δυοῖν τούτοιν σκοποῖν καὶ τοῦ ταύτης καιροῦ δεομένου, τῆς
16. τ’ ἀκμῆς τοῦ προγεγονότος παροξυσμοῦ καὶ τῆς ἀρχῆς τοῦ
17. γενησομένου. πρὸς τούτους γὰρ ἀποβλέποντας χρὴ πειρᾶσθαι
18. ποῤῥωτάτω τρέφειν ἑκατέρου. εἰ μὲν οὖν ἱκανὸν εἴη τὸ
1. ἐν μέσῳ τῆς τ’ ἀκμῆς τοῦ προτέρου παροξυσμοῦ καὶ τῆς
2. ἀρχῆς τοῦ δευτέρου, ῥᾷστον ἐξευρεῖν τὸν καιρόν· εἰ δ’ ὀλίγον,
3. ἀναγκαῖόν ἐστι δυοῖν θάτερον, ἢ θερμὸν ἱκανῶς ἔτι τὸν κάμνοντα
4. τρέφειν ἢ μελλούσης ὅσον οὔπω τῆς εἰσβολῆς γενέσθαι
5. τοῦ δευτέρου παροξυσμοῦ. προγνωστικοῦ τοιγαροῦν ὁ
6. τοιοῦτος πυρετὸς δεῖται ἰατροῦ, δυναμένου στοχάζεσθαι κατὰ
7. τὰς πρώτας εὐθέως ἡμέρας εἰς πόσον ἐκταθήσεται χρόνον ὁ
8. πυρετός· δῆλον γὰρ ὅτι σύνοχος ὑπάρχων ὀξεῖαν ἔχει τὴν
9. λύσιν. εἰ μὲν οὖν μὴ πόῤῥω τῆς ἑβδόμης ἡμέρας μέλλοι προέρχεσθαι,
10. παντάπασιν ἀσιτητέον ἐστὶ τῷ νοσοῦντι στοχασαμένων
11. ἡμῶν εἰ ἡ δύναμις ἐξαρκέσει. εἰ δ’ ἤτοι μέχρι τῆς ἐννάτης
12. ἢ ἑνδεκάτης ἢ τεσσαρεσκαιδεκάτης ἐκτείνεσθαι μέλλοι, ἢ
13. καὶ περὶ μὲν τὴν ἑβδόμην λύεσθαι, τὴν δύναμιν δ’ ἀσθενεστέραν
14. ἢ ὥστ’ ἐξαρκέσαι μέχρι τοσούτου χρόνου δόξειεν ἔχειν
15. ὁ κάμνων, ἀναγκαῖον μὲν ἔσται τρέφειν, αἱρεῖσθαι δ’, ὡς ἐν
16. ἀπόροις προσήκει, τὰ ἧττον βλαβερὰ διοριζόμενόν τε καὶ
17. ἧττον ἀφορίζοντα τῶν μᾶλλον βλαπτόντων αὐτὰ τῷ τε
18. τόπῳ τῷ πεπονθότι σὺν τῇ διαθέσει δηλονότι καὶ τῷ τοῦ
1. παροξυσμοῦ καὶ τῷ τῆς ἀρχῆς καὶ τῷ τῆς ἀκμῆς ἤθει. φλεγμαίνοντος
2. μὲν γὰρ ἥπατος ἢ γαστρὸς ὀλεθριώτατον θρέψαι
3. πρὸ τοῦ παροξυσμοῦ· χωρὶς δὲ φλεγμονῆς ἀῤῥωστούντων τὴν
4. δύναμιν ὠφελιμώτατον. εἰώθασι γὰρ τῶν οὕτως ἐχόντων
5. ἐπὶ μὲν τῷ ἥπατι κακοπραγοῦντι διαχωρήσεις τοῖς παροξυσμοῖς
6. συνεισβάλλειν, ἐπὶ δὲ τῷ στόματι τῆς γαστρὸς
7. συγκοπήν. τοῖς δ’ εἰρημένοις ὀργάνοις τοῦ ζώου τὸ ἀνάλογον
8. ἐπὶ τῶν ἄλλων σκοπεῖν κατά γε τὴν θέσιν καὶ τὴν ἀξίαν τοῦ
9. μορίου· λεχθήσεται δὲ καὶ αὖθις ὑπὲρ αὐτῶν. ἦθος δ’ ἀκμῆς
10. καὶ παροξυσμοῦ ἀρχῆς ἀξιῶ σε σκοπεῖσθαι προσέχοντα τὸν
11. νοῦν· ἐπὶ μὲν τῆς ἀκμῆς, εἰ ξηρὰ καὶ αὐχμώδης ἄνευ μεγέθους
12. τῆς θέρμης τῆς πυρεκτικῆς ἢ διακαὴς χωρὶς αὐχμοῦ· τὴν
13. μὲν γὰρ προτέραν ὅτι τάχιστα χρὴ τέγγειν ὑγραινούσαις τροφαῖς·
14. ἐπὶ δὲ τῆς δευτέρας ἀναμένειν λωφῆσαι τὸ πλεῖστον
15. τῆς θερμότητος. οὕτω δὲ καὶ τῆς ἀρχῆς τοῦ παροξυσμοῦ τὸ
16. ἦθος ἐν τῷ καταψύχειν τὰ τοῦ σώματος ἀκρωτήρια καὶ πολλὴν
17. εἴσω ποιεῖσθαι μετάστασιν τοῦ αἵματος ἢ χωρὶς ἁπάσης
18. γίγνεσθαι θλίψεως ἐπισκέψῃ. τῆς μὲν γὰρ δευτέρας εἰρημένης
1. τῆς ἀθλίπτου καταφρονεῖν ὡς ἐπιεικοῦς, ἐπὶ δὲ τῆς προτέρας
2. διορίσασθαι. χωρὶς μὲν γὰρ φλεγμονῆς σπλάγχνου ἢ περιουσίας
3. χυμῶν, ἐπικρατούσης τῆς εἰς τὸ βάθος κινήσεως, ἐν
4. τοῖς παροξυσμοῖς οὐδὲν βλάψεις ὀλίγῳ θᾶττον τρέφων· εἰ δ’
5. ἤτοι φλεγμονή τις ἢ πλῆθος εἴη, φυλακτέον τὴν πρὸ τοῦ παροξυσμοῦ
6. τροφὴν ὡς βλαβερώτατον.

Cliquer un n° de page pour en afficher l’image