Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 11.3, ed. Kühn, 1825, vol. 10, p. 741-744. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:11.3

9. Ὅνπερ δὲ τρόπον ἀπὸ τῆς διαθέσεως ἐπὶ
10. τὰς ὕλας τῶν βοηθημάτων ἀφικόμεθα, τὸν αὐτὸν τρόπον ἀφ’
11. ἑκάστου τῶν ἄλλων γενῶν τῶν πρώτων κατέρχεσθαι χρὴ πρὸς
12. αὐτάς· οἷον ἀπὸ τῆς δυνάμεως· ἀντιτέτακται γὰρ αὕτη τῇ
13. νόσῳ καθάπερ τις ἀνταγωνιστής· καὶ πρόκειταί γε τῷ ἰατρῷ
14. βοηθεῖν ταύτῃ καὶ συναγωνίζεσθαι τρόπῳ παντί. τίς
15. οὖν πρῶτος σκοπὸς ἀπὸ τῆς δυνάμεως ἢ τίς ἔνδειξις προτέρα;
16. καὶ γὰρ κᾀνταῦθα λεκτέον ὡς ἂν ἐθέλοι τις, αὐτὴν
17. μὲν τὴν δύναμιν ἕνα τὸν πρῶτον σκοπὸν τιθέμενος, τὸ δ’
1. ὑπ’ αὐτῆς ἐνδεικνύμενον ἕτερον σκοπὸν δεύτερον. ἐπεὶ τοίνυν
2. ἐδείχθη τὴν ἑαυτῆς ἐνδεικνυμένη φυλακὴν, ὥσπερ ἡ
3. νόσος τὴν ἀναίρεσιν, ἔσται πάλιν ὁ δεύτερος ἐπὶ τῇ δυνάμει
4. σκοπὸς ἡ φυλακὴ, καθάπερ ἐπὶ τῶν νοσημάτων ἡ ἀναίρεσις.
5. ἀλλ’ ἡ μὲν φυλακὴ τὴν τῶν ὁμοίων ἐνδείξεται προσαγωγὴν,
6. ἡ δ’ ἀναίρεσις τὴν τῶν ἐναντίων. ἐπειδὴ δὲ τῆς
7. δυνάμεως οὐσία συνεπληροῦτο διά τε τοῦ πνεύματος καὶ
8. τῆς σαρκώδους ἰδέας καὶ τῶν στερεῶν, ἐκ τῶν ὁμοίων ἑκάστῳ
9. πορίζεσθαι χρὴ τὴν διαμονήν· τῷ μὲν πνεύματι διὰ
10. τῆς ἀναπνοῆς τε καὶ διαπνοῆς καὶ τῆς ἐκ τοῦ αἵματος
11. ἀναθυμιάσεως, ἐξέστω δὲ κᾀνταῦθα τῷ βουλομένῳ καλεῖν
12. ἀέρωσιν, ἢ λεπτοποίησιν αἵματος, ἢ εἰς ἀτμοὺς λύσιν, ἢ
13. χύσιν, ἢ ὅπως ἂν αὐτὸς ἐθέλοι· τῷ δὲ τῶν στερεῶν γένει
14. διὰ τῆς στερεᾶς τροφῆς, ὥσπερ γε καὶ τῷ τῶν σαρκωδῶν
15. διὰ τῆς ἐν μέσῳ φύσεως ὑγρῶν τε καὶ στερεῶν σωμάτων.
16. ἑκάστου δὲ τούτων εὑρήσεις τὸ μὲν ποσὸν ἐκ τῆς κατὰ
17. τὴν φυλαττομένην οὐσίαν ποσότητος, τὸ δὲ ποιὸν ἐκ τῆς
18. κράσεως. αὐτῆς δὲ τῆς κράσεως καθ’ ἕκαστον αὐτῶν ἤτοι
1. γε ἀρίστης ὑπαρχούσης ἢ μεμπτῆς κατά τι, τὴν μὲν ἀρίστην
2. ἀεὶ φυλάττειν χρὴ, τὴν μεμπτὴν δὲ ἐπὶ μὲν τῶν
3. ὑγιαινόντων ἤτοι φυλάττειν ἢ ἀλλοιοῦν· ἐπὶ δὲ τῶν νοσούντων
4. φυλάττειν, ἐξ οὗ λογισμοῦ πρόσθεν ἐδείκνυτο μεγίστην
5. ἔνδειξιν ἔχον τὸ ἔθος, ἢ γὰρ τὴν ἐξ ἀρχῆς αὐτοῦ
6. φυλάττειν κρᾶσιν ἢ τὴν ἐπίκτητον ἐργάζεσθαι. γίγνεσθαι
7. δ’, ὡς ἐλέγετο, τὴν ἔνδειξιν τοῦ μέτρου τῶν βοηθημάτων
8. ἐκ τῆς νῦν κράσεως, ὥσπερ γε κᾀκ τῆς ἡλικίας, οὐχ ἧς
9. ἔμπροσθεν εἶχεν ὁ κάμνων, ἀλλ’ ἧς νῦν ἔχει. διαφορᾶς δ’
10. οὐκ ὀλίγης ὑπαρχούσης ἐν τῇ κράσει τῶν τοῦ ζώου μορίων,
11. ἴδιον ἑκάστῳ τὸ μέτρον ἔσεσθαι τῶν ὁμοίων ἑαυτῷ, τῷ
12. μὲν γεωδεστέρῳ τῶν γεωδεστέρων, τῷ δὲ ὑγροτέρῳ τῶν
13. ὑγροτέρων· οὕτω δὲ καὶ τῷ μὲν ἀερωδεστέρῳ τῶν ἀερωδῶν,
14. τῷ δὲ θερμοτέρῳ τῶν πυρωδῶν. ἐντεῦθεν οὖν ἤδη τὰς ὕλας
15. ἐξευρίσκειν ἁπάντων τῶν κατὰ μέρος, ἐν τροφαῖς καὶ πόμασι
16. καὶ ἀέρι καὶ τοῖς ἐπιτηδευομένοις ἅπασιν. ἔνθα δ’
17. ἀλλήλαις ἐναντιοῦνταί τινες ἐνδείξεις, τῇ πρόσθεν εἰρημένῃ
1. χρῆσθαι μεθόδῳ, πρὸς τὴν τῶν πρακτέων εὕρεσιν ἐπιβλέποντα
2. μέγεθός τε καὶ ἀξίωμα τῶν ἐνδεικνυμένων σκοπῶν. αἱρεῖσθαι
3. γὰρ ἐδείκνυμεν χρῆναι τὰς ἀπὸ τῶν ἀξιολογωτέρων τε
4. καὶ μειζόνων ἐνδείξεις σκοπῶν. ἀξίωμα μὲν οὖν αὐτῶν εἰς
5. ζωὴν ἢ ὑγείαν ἀποβλεπόντων κρίνεσθαι, μέγεθος δ’ εἶναι
6. διττὸν, ἤτοι κατὰ τὴν οἰκείαν οὐσίαν ἢ τὴν τοῦ κατὰ
7. φύσιν ἐκτροπήν. ἐπὶ ταύταις οὖν ἤδη ταῖς μεθόδοις γυμνασθῶμεν
8. ἐν τῷ γένει τῶν ἐπὶ σηπεδόνι πυρετῶν.

Cliquer un n° de page pour en afficher l’image