9. Ἐπεὶ δὲ ἡ σηπεδὼν ἤτοι γε ὁμοτίμως ἐν
10. ἅπασι συνίσταται τοῖς ἀγγείοις ἢ ἐν τοῖς μεγίστοις καὶ κυριωτάτοις,
11. ἃ δὴ μεταξὺ βουβώνων τ’ ἐστὶ καὶ μασχαλῶν, ἢ
12. καθ’ ἕν τι μόριον ἤτοι φλεγμαῖνον, ἢ καὶ χωρὶς φλεγμονῆς,
13. ἐν ἑαυτῷ περιέχον οἷόν περ ἐν ἑστίᾳ τινὶ τὴν ἀρχὴν
14. τοῦ πυρετοῦ, καθ’ ἑκάστην τῶν εἰρημένων διαφορῶν ἰδίᾳ
15. χρὴ γυμνάσασθαι. καὶ πρώτην γε τὴν ἤτοι κατὰ τὰ μέγιστα
16. τῶν ἀγγείων ἢ σύμπανθ’ ἅμα γινομένην τῷ λόγῳ προχειρησόμεθα.
17. τὸν γὰρ ἐπὶ τῇ τοιαύτῃ διαθέσει πυρετὸν εἶναι μὲν
18. δήπου σύνοχον ἀναγκαῖον, ἰαθῆναι δ’ ἀδύνατον ἄνευ τοῦ
1. παύσασθαι τὴν σηπεδόνα. παύσασθαι δ’ οὐ δύναται μενούσης
2. τῆς αἰτίας. ἐκκόπτειν οὖν χρὴ τὴν αἰτίαν αὐτῆς, εἰ μέλλει
3. προτέρα μὲν ἡ σῆψις, ἐπ’ αὐτῇ δ’ ὁ πυρετὸς ἰαθήσεσθαι.
4. τίς οὖν ἡ αἰτία τῆς ὁμοτίμου σηπεδόνος ἐν ἅπασι τοῖς ἀγγείοις
5. ἀναμνησθῆναι χρὴ πρῶτον, ἢ τίς ποθ’ ἡμῖν ἐδείκνυτο
6. σηπεδόνος αἰτία, κᾄπειθ’ ἑξῆς ζητῆσαι τὴν τῆς ὁμαλῶς γινομένης
7. ἐν ἅπαντι μέρει τοῦ ζώου. δέδεικται τοίνυν ἐν ταῖς
8. τῶν νόσων αἰτίαις ὡς ἐκεῖνα μόνα σήπεται τῶν σωμάτων
9. ὅσα φύσιν ἔχοντα θερμὴν καὶ ὑγρὰν ἀδιάπνευστα καὶ ἀῤῥίπιστα
10. μένει ἐν θερμῷ καὶ ὑγρῷ χωρίῳ. εἰ δ’ ἐν κινήσει τε
11. εἴη καὶ ῥιπίζοιτο καὶ διαπνέοιτο, δύναιτ’ ἂν ἄσηπτα φυλάττεσθαι,
12. καὶ μάλισθ’ ὅσα σώματα διοικοῦσιν αἱ φύσεις, ὥσπερ
13. τὰ τῶν ζώων τε καὶ τῶν φυτῶν· αὗται γὰρ ἐξ ἀρχῆς
14. ἑαυταῖς ἔχουσι συμφύτους κινήσεις, ὡς ἐν τοῖς τῶν φυσικῶν
15. δυνάμεων ὑπομνήμασιν ἐδείκνυμεν, αἷς ἀποκρίνουσι τὰ περιττά.
16. δέδεικται δὲ καὶ δι’ ἄλλων δυοῖν βιβλίων πηλίκη τίς
17. ἡ χρεία τῆς τ’ ἀναπνοῆς ἐστι καὶ τῶν σφυγμῶν, ὑπὲρ τοῦ
1. ῥιπίζεσθαι καὶ διαπνεῖσθαι τὸ σῶμα καὶ τὴν κατὰ φύσιν ἑαυτοῦ
2. φυλάττειν θερμασίαν. εἴπερ οὖν τι μέλλει σαφῶς σήπεσθαι
3. τῶν κατ’ αὐτὸ. τὰς εἰρημένας χρὴ διαπνοὰς ἐπισχεθῆναι.
4. πῶς δ’ ἂν καὶ δύναιντο αἱ καθ’ ὅλον τὸ ζῶον εἰς τοῦτ’
5. ἐλθεῖν ἄνευ στεγνώσεως. ἤτοι γ’ ἐν τοῖς πέρασι τῶν ἀγγείων
6. γινομένης ἢ κατὰ σύμπαν τὸ δέρμα; κατὰ μὲν οὖν τὰ πέρατα
7. τῶν ἀγγείων ἡ στέγνωσις γίγνοιτ’ ἂν, ἢ διὰ σφοδράν τινα
8. ἔξωθεν ψύξιν, ἢ διὰ πάχος, ἢ πλῆθος, ἢ γλισχρότητα τῶν
9. περιεχομένων ἐν αὐτοῖς χυμῶν, ἀθροώτερον ῥευσάντων ἐπὶ
10. τὴν ἔξω φοράν. γίγνεται δ’ αὐτοῖς τοῦτο καὶ διὰ γυμνάσια
11. τὰ κατὰ παλαίστραν ἢ ἄλλως ἐπιτηδευθέντα καὶ δι’ ὁδοιπορίας
12. συντόνους ἢ διὰ τὸ περιέχον ἐξαίφνης ἐκ κρύους εἰς
13. θάλπος μεταβαλόν. ἐνίοτε δὲ καὶ διὰ θυμὸν οἱ χυμοὶ ζέσαντες
14. ἀθρόα καὶ χρησάμενοι τῇ πρὸς τοὐκτὸς φύσει τὰς εἰρημένας
15. στεγνώσεις εἰργάσαντο. χρὴ τοίνυν ὅστις ἰᾶσθαι μέλλει
16. τὸν προκείμενον ἐν ἐν τῷ λόγῳ πυρετὸν, ἅμα μὲν ἐκκόπτειν
17. αὐτοῦ τὴν αἰτίαν, ἅμα δὲ καὶ τὴν ἤδη γεγενημένην ὑπ’ αὐτῆς
18. ἐν τῷ ζώῳ θερμασίαν ἐμψύχειν. ὅπως μὲν οὖν ἐκείνην χρὴ
19. ψύχειν ἔμπροσθεν εἴρηται· τὴν δ’ αἰτίαν ἐκκόπτειν προσήκει,
1. κατὰ τὴν ἰδίαν ἑκάστης φύσιν ἐξευρίσκοντα τὴν ἐναντίωσιν·
2. εἰ μὲν ὑπὸ ψυχρᾶς αἰτίας ἐπιλήθη τε καὶ πυκνὸν εἴργασται
3. τὸ σῶμα. χαλῶντα καὶ ἀραιοῦντα παντοίως αὐτό· δι’ ἔμφραξιν
4. δὲ τοῦτο παθὸν ἐκφράττοντα. τὸ δὲ ἐκφράττον εὑρήσεις
5. κᾀνταῦθα, τῷ τῆς ἐναντιώσεως προσέχων σκοπῷ· τοὺς
6. μὲν γὰρ πολλοὺς χυμοὺς κενώσεις, τοὺς παχεῖς δὲ καὶ γλίσχρους
7. ἐργάσῃ λεπτούς τε καὶ ῥυτούς. εἰ δὲ καὶ πλείω συνέλθοι
8. ποτὲ αἴτια, πρὸς ἅπαντα ἐνιστάμενος ἐξ ὑπεναντίου·
9. δυνατὸν γὰρ δήπου καὶ πεπιλῆσθαι τὸ σῶμα καὶ πεπυκνῶσθαι
10. τοὺς πόρους καὶ πολλοὺς καὶ γλίσχρους εἶναι τοὺς χυμούς.
11. ἐν δὲ ταῖς τοιαύταις ἐπιπλοκαῖς, εἴ τι μεμνήμεθα τῶν
12. ἐν τοῖς ἔμπροσθεν εἰρημένων, ἄρχεσθαι προσήκει ἀπὸ τῆς
13. φλεβοτομίας, ἐκκενοῦντα τὸ πλῆθος, ἀφικνεῖσθαι δ’ ἐπὶ τῷ
14. λεπτύνειν τοὺς χυμοὺς, εἶθ’ ἑξῆς ἐπὶ τὸ χαλᾷν τὰ πεπιλημένα
15. καὶ ἀραιοῦν τὰ πεπυκνωμένα. ταυτὶ μὲν οὖν ἐκ τῆς
16. νοσώδους διαθέσεως ἐνδεικτικῶς ληπτέον.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 11.4, ed. Kühn, 1825, vol. 10, p. 744-747. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:11.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩