Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 11.8, ed. Kühn, 1825, vol. 10, p. 753-755. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:11.8

1. Ἀρξώμεθα οὖν ἀπὸ τοῦ πρώτου σκοποῦ
2. κατὰ τὴν διαίρεσιν, ὅπερ ἦν ἡ σηπεδὼν τῶν χυμῶν, καὶ
3. σκεψώμεθα τίσιν ἄν τις προσέχων σκοποῖς καὶ τίσιν ἐνδείξεσι
4. χρώμενος ἐξεύροι τὴν θεραπείαν αὐτῆς. ἀρχὴ δ’ εἰς
5. τὴν εὕρεσιν ἡ φύσις ἔσται τοῦ πράγματος ὑπὲρ οὗ σκοπούμεθα·
6. καὶ γὰρ καὶ τοῦτο ἐμάθομεν ἐν ταῖς ἀποδεικτικαῖς
7. μεθόδοις. τίς οὖν ἡ φύσις τῆς σηπεδόνος ἐστίν;
8. ἡ μεταβολὴ τῆς ὅλης τοῦ σώματος σηπομένης οὐσίας ἐπὶ
9. φθορὰν, ὑπὸ τῆς ἔξωθεν θερμασίας. οὐ γὰρ δὴ ὑπό γε τῆς
10. οἰκείας τι φθείρεται, τοὐναντίον δ’ ἅπαν αὐξάνεταί τε καὶ
11. ῥώννυται καὶ ὑγιαίνει καὶ ζῇ τῶν ὄντων ἕκαστον, ὑπὸ τῆς
12. οἰκείας θερμασίας διοικούμενον· ὥσπερ ἀμέλει καὶ αὐτὰ τὰ
13. τῶν ζώων σώματα καίτοι τὸ πλεῖστον τῆς ἑαυτῶν οὐσίας
14. ὑγρὸν καὶ θερμὸν ἔχοντα, διαρκεῖ πάμπολυν ἐτῶν ἀριθμὸν
15. ἄσηπτά τε καὶ ὑγιῆ καὶ ζῶντα φυλαττομένης αὐτῶν, ὡς
16. ἐπιδέδεικται, τῆς οἰκείας θερμασίας, ἐν μὲν τῷ τῆς καρδίας
17. σώματι διὰ τῆς ἀναπνοῆς, ἐν ἅπασι δὲ τοῖς ἄλλοις μέρεσι
18. διά τε τῆς πρὸς τὴν καρδίαν κοινωνίας καὶ δι’ ἑτέρου τινὸς 
1. εἴδους ἀναπνοῆς, ὃ καθ’ ὅλον τὸ δέρμα γιγνόμενον ὠνόμασται
2. διαπνοή. τῇ δὲ τούτων βλάβῃ συγκακοῦται μὲν τὸ
3. κατὰ φύσιν θερμόν· ὀθνεῖον δέ τι καὶ παρὰ φύσιν ἕτερον
4. ἐγγινόμενον τοῖς σώμασι τοὺς μὲν χυμοὺς πρώτους δι’ ὑγρότητα
5. σήπει τε καὶ διαφθείρει, τῷ χρόνῳ δὲ καὶ τῆς πιμελῆς
6. ἅπτεται καὶ τῆς σαρκός. ὥσπερ οὖν ὅσα τῶν μὴ ζώντων
7. σωμάτων σήπεται, πρῶτον μὲν ἀποφράττουσιν αὐτῶν ὅσον
8. ἤδη σέσηπται, εἶθ’ ἑξῆς τὸ λοιπὸν αἰωρήσαντες ἐν ἀέρι ψυχρῷ
9. διαπνοὰς εὐψυχεῖς μηχανῶνται, κατὰ τὸν αὐτὸν τρόπον
10. ἰασόμεθα τὴν ἐν τοῖς ζώοις σηπεδόνα, τὸ μὲν ἤδη
11. διεφθαρμένον ἐκκενοῦντες ἅπαντι τρόπῳ, τὸ δὲ ὑπόλοιπον
12. αἰωρήσεσι μετρίαις καὶ διαπνοαῖς εὐψυχέσιν εἰς τὴν
13. ἀκριβῆ συμμετρίαν ἐπαναγαγόντες. ἡ μὲν δὴ κένωσις αὐτῶν
14. δι’ οὔρων τε καὶ διαχωρημάτων ἐμέτων τε καὶ ἱδρώτων
15. ἔσται· μετὰ δὲ ταῦτα κινήσεις μετρίας ἅμα τῇ τοῦ περιέχοντος
16. εὐκρασίᾳ προσάξομεν. ὅπως δ’ ἄν τις ἕκαστον
17. τούτων ὀρθῶς μεταχειρίζοιτο, μικρὸν ὕστερον ἐπισκεψόμεθα.
18. νυνὶ δ’ ἐπὶ τὸ δεύτερον ἐκ τῆς διαιρέσεως ἤδη μεταβῶμεν,
1. ὡς ἄν τις κάλλιστα τῆς ποιούσης αἰτίας τὴν σῆψιν ἔτι μενούσης
2. ἐξεύροι τὴν ἴασιν. ἔστι δ’ οὐδ’ ἐνταῦθα χαλεπὸν οὐδὲν
3. ἐξευρεῖν, ὅτι διὰ τῶν ἐναντίων ἀναιρουμένης αὐτῆς. ἐπεὶ
4. τοίνυν ἡ κώλυσις τῆς διαπνοῆς εἰργάζετο τὴν σῆψιν, ἀναιρετέον
5. αὐτήν. ἀλλ’ ἐπεὶ πολυειδῶς ἐγίγνετο καὶ πυκνουμένων
6. τῶν πόρων καὶ πιλουμένων τῶν σωμάτων καὶ διὰ πλῆθος
7. καὶ πάχος καὶ γλισχρότητα τῶν χυμῶν ἐμφραττομένων, ἑκάστην
8. τῶν εἰρημένων διαθέσεων ἰᾶσθαι χρὴ διὰ τῶν ἐναντίων·
9. τὴν μὲν πύκνωσιν τοῖς ἀραιοῦσι, τὴν δὲ πίλησιν τοῖς
10. χέουσι, τὸ δὲ πλῆθος τοῖς κενοῦσι, καὶ τὸ πάχος τοῖς
11. τέμνουσι, καὶ τὴν γλισχρότητα τοῖς ῥύπτουσιν. καὶ εἰ μὲν
12. καθ’ ὅλον εἴη τὸ σῶμα τῶν εἰρημένων ἕκαστον, ὅλῳ τῷ σώματι
13. διὰ τῶν ἐναντίων τιμωροῦντες· καθ’ ἕν δέ τι τῶν μορίων
14. ὑπαρχούσης τῆς σηπεδόνος, ἐν ἐκείνῳ τὰ εἰρημένα
15. μηχανώμεθα. οὐ τῶν αὐτῶν δὲ δηλονότι δεήσεται πάντα
16. κενώσεως φαρμάκων, ὡς ἂν καὶ ταῖς κράσεσι καὶ ταῖς θέσεσι
17. καὶ ταῖς διαπλάσεσι καὶ τῇ συμπάσῃ κατασκευῇ καὶ φύσει
18. διαφέροντα ἀλλήλων.

Cliquer un n° de page pour en afficher l’image