Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 11.9, ed. Kühn, 1825, vol. 10, p. 756-762. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:11.9

1. Ὅπως οὖν χρὴ βοηθεῖν ἑκάστῳ μετὰ
2. ταῦτα σκεψόμεθα κατὰ τὴν οἰκείαν τοῦ λόγου τάξιν· ἧς τὴν
3. ἀρχὴν ἀπὸ τῆς ἐν ὅλῳ τῷ σώματι σηπεδόνος ποιησόμεθα,
4. γεννώσης καὶ αὐτῆς τοὺς συνόχους ὀνομαζομένους πυρετούς.
5. ἐκκαθαίρειν οὖν χρὴ τὰ σεσηπότα τῶν οὕτω καμνόντων
6. σωμάτων δι’ οὔρων τε καὶ γαστρὸς καὶ ἱδρώτων· εἰ δ’
7. αὐτόματόν ποτε τὴν ὁρμὴν ἐπὶ τὸ στόμα τῆς γαστρὸς ποιήσαιτο,
8. καὶ δι’ ἐμέτων· ἄλλως δὲ οὐ χρὴ παρὰ φύσιν ἐρεθίζειν
9. αὐτά. ἔστι μὲν οὐκ ὀλίγη τις ὕλη τῶν τὰς εἰρημένας
10. ἐκκρίσεις προτρεπόντων, ἀλλ’ εἰ πλείους αὐτῶν θερμαὶ καὶ
11. ξηραὶ ταῖς δυνάμεσιν οὖσαι τὸν πυρετὸν ἐπαύξονται. ἐκλεκτέον
12. οὖν τῷ ἰατρῷ ὅσα χωρὶς τοῦ θερμαίνειν καὶ ξηραίνειν
13. ἱκανῶς τὰς εἰρημένας κενώσεις ἐργάζονται, καθάπερ ὅ τε τῆς
14. πτισάνης χυλὸς καὶ τὸ μελίκρατον ὀξύμελί τε καὶ ἀπόμελι
15. καὶ ἡ τοῦ σελίνου ῥίζα κατὰ τὸ πινόμενον ὕδωρ ἑψομένη.
16. αὐτὰ δὲ ταῦτα καὶ κατὰ κοιλίαν ἀγαθά· μὴ διαχωρούσης δὲ
17. τῆς κοιλίας, κλύζειν μελικράτῳ μετ’ ἐλαίου. τὸ δ’ ὅλον
1. σῶμα πρὶν μὲν κενῶσαι, μανοῦν οὐ χρή· κενώσαντα δ’ ἐγχωρεῖ
2. μανοῦν φαρμάκῳ χλιαρὰν ἔχοντι τὴν θερμασίαν,
3. ὁποῖόν ἐστι τὸ διὰ τοῦ χαμαιμήλου. ἐν τούτῳ τῷ καιρῷ καὶ
4. οἶνος ὑδατώδης πινόμενος ἁπάσας κινεῖ τὰς ἐκκρίσεις καὶ
5. λουτρὸν εὔκρατον ἐκ γλυκέος ὕδατος. εἰ δὲ καὶ μὴ προσκέοιτό
6. ποτε κατὰ τὴν λέξιν τὸ γλυκὺ, προσυπακούειν χρὴ
7. γινώσκοντας ὅτι περὶ τοῦ τοιούτου λουτροῦ διὰ παντὸς ἁ
8. λόγος ἡμῖν ἐπὶ τῶν πυρεττόντων ἐστὶν, οὐκ ἀσφαλτώδους
9. ἢ θειώδους, ἣ στυπτηριώδους, ἢ χαλκανθώδους, ἢ ἁλμώδους
10. ἢ θαλάττης αὐτῆς. ἀλλ’ ὅταν ἀνθίσταται τὸ μέγεθος
11. τοῦ πυρετοῦ, καθάπερ ἐπὶ τῶν συνόχων, οὔτ’ οἴνῳ χρηστέον
12. οὔτε λουτρῷ οὔτε ἀλείμμασιν ἀραιωτικοῖς· ἀλλὰ τὸ
13. ψυχρὸν ὕδωρ ἐν τούτοις τοῖς πυρετοῖς πινόμενον, ὡς ἔμπροσθεν
14. εἴπομεν, ἐπιτηδειότατον, εἰ μὴ καὶ τοῦτο κωλύει
15. τι τῶν εἰρημένων. αὐτοῦ μὲν γὰρ τοῦ πυρετοῦ διαπαντὸς
16. ἴαμα τὸ ψυχρὸν ποτὸν, οὐ μὴν τοῦ γ’ ἐκκενωθῆναι τὰ σηπόμενα
17. διὰ γαστρὸς, οὔρων ἢ ἱδρώτων. διὸ χρὴ γεγυμνασμένον
18. ἐν ταῖς νῦν διδασκομέναις μεθόδοις, ἐπὶ τῶν καμνόντων
1. σκοπεῖσθαι, τίνα μέν ἐστιν αὐτοῦ τοῦ πυρετοῦ τὰ
2. ἰάματα, τίνα δὲ τῆς σήψεως αὐτῆς καθ’ ἑαυτὴν ἐγκειμένης
3. μόνης, τίνα δὲ τῆς ποιούσης αὐτὴν αἰτίας, καὶ ταύτης
4. αὐτῆς καθ’ ἑαυτὴν ἐγκειμένης. οὐ γὰρ ὁμολογεῖ πάντα
5. ἀλλήλοις διὰ παντὸς, ἀλλ’ ἐναντιοῦται πλειστάκις. ἔνθα
6. χρὴ μεμνημένον ὧν ἐμάθομεν ἐπὶ τὸ μέγιστον ἁπάντων
7. ἔρχεσθαι καὶ τοῦτ’ ἤτοι πρῶτον ἢ μᾶλλον τῶν ἄλλων
8. ἰᾶσθαι. χαλεπὸν μὲν οὖν εὖ ἴσθι καὶ γνώμης ὀξείας δεόμενον
9. ἀλλήλοις παραβάλλειν τὸν πυρετὸν καὶ τὴν σηπεδόνα
10. καὶ τὴν ποιοῦσαν αἰτίαν, ὅταν ἔτι καὶ αὐτὴ παρῇ· χαλεπώτερον
11. δὲ εἰ καὶ τὴν δύναμιν αὐτοῖς παραβάλλοις, ὅπερ
12. ἀναγκαῖον μὲν ἀεὶ διὰ τὸν τῆς ζωῆς σκοπὸν, ὡς ἔμπροσθεν
13. ἐδείκνυμεν, ἐνίοτε δὲ καὶ κατὰ τὸ συμβεβηκὸς ὡς πρὸς
14. τὴν ἴασιν τῶν νοσημάτων, ὅπερ ὑπεσχόμεθα δείξειν. εἰ μὲν
15. γὰρ ἱμάτιον εἴη τὸ σηπόμενον, ἤ τι τῶν ἀψύχων ἄλλων
16. σωμάτων, ἐκ τῶν εἰρημένων ἂν ὑπῆρχεν ἡμῖν μόνον ἡ ἔνδειξις·
17. ἐπεὶ δ’ ἐν ζῶντι σώματι γίνεται σῆψις, ἀλλοιοῦν
18. δυναμένῳ καὶ πέττειν, ἐπανάγειν τε πρὸς τὸ χρηστὸν ὅσα 
1. τῶν σηπομένων οἷον ἡμισαπῆ τ’ ἐστὶ καὶ ἡμιμόχθηρα, τὴν
2. δύναμιν αὐτοῦ ταύτην ᾗ πέττειν πέφυκεν ἐπεγείρων καὶ
3. ῥωννύων ἰάσῃ τὰ σηπόμενα. διὸ καὶ τότε μάλιστα τολμῶμεν
4. ἤτοι λούειν ἐν τοῖς βαλανείοις αὐτοὺς ἢ τοῖς ἀραιωτικοῖς
5. χρῆσθαι φαρμάκοις, ἢ ὕδωρ ψυχρὸν ἢ οἶνον διδόναι
6. πίνειν, ὅταν ἴδωμεν τὰ γνωρίσματα τῶν πεττομένων
7. χυμῶν. οὐ γὰρ δὴ τῆς γε σφυγμικῆς δυνάμεως ἐῤῥωμένης μόνης
8. εἰς τὰ τοιαῦτα χρῄζομεν, ὥσπερ οὐδὲ τῆς καθ’ ὁρμὴν
9. ἡμᾶς κινούσης, ἀλλ’ ὡς εἴρηται τῆς πεπτικῆς μᾶλλον. εἰ μὲν
10. οὖν αἵ τε δυνάμεις ἰσχυραὶ πᾶσαι τυγχάνοιεν οὖσαι καὶ ὁ πυρετὸς
11. διακαέστατος καὶ τὰ τῆς πέψεως ἐναργῆ σημεῖα, τὸ
12. ψυχρὸν αὐτῷ διδόναι θαῤῥοῦντα· δῆλον γὰρ ὅτι μηδὲ πρεσβύτης
13. ἐστὶν ὁ τοιοῦτος ἐξ ὧν προειρήκαμεν ἁπάσας ἰσχυρὰς
14. ὑπάρχειν αὐτῷ τὰς δυνάμεις. εἰ δὲ καὶ εὔσαρκος εἴη καὶ ἡ
15. κατάστασις θερμὴ καὶ ξηρὰ, κᾂν εἰς κολυμβήθραν αὐτὸν ἐμβάλῃς
16. ψυχρὰν, οὐ βλαβήσεται. κατὰ τὸν τοιοῦτον γοῦν καιρὸν
17. οἱ ῥίψαντες σφᾶς αὐτοὺς εἰς ὕδωρ ψυχρὸν ἵδρωσάν τε
1. πάντως αὐτίκα καὶ ἡ γαστὴρ οἷστισιν αὐτῶν κατέῤῥηξε χολώδη.
2. μετρίου δ’ ὑπάρχοντος τοῦ πυρετοῦ καὶ τῶν δυνάμεων
3. οὐσῶν οὐκ ἰσχυρῶν ἅμα τοῖς τῆς πέψεως σημείοις ὠφελεῖ
4. τοὺς τοιούτους τά τε βαλανεῖα καὶ ἡ τοῦ οἴνου πόσις, ὅσα
5. τε τῶν ἀλειμμάτων ἐστὶ μανωτικὰ, καὶ πολὺ μᾶλλον ὅταν ᾖ
6. τὸ περιέχον ψυχρόν. οὐδὲ γὰρ ἐπιθυμοῦσιν ὡς τὰ πολλὰ
7. ψυχρῶν λουτρῶν ἢ πόσεων ἐν ταῖς τοιαύταις καταστάσεσιν,
8. ἀναψυχόμενοι διὰ παντὸς ταῖς εἰσπνοαῖς· ὡς εἴ γε συμβαίη
9. ποτὲ ψυχροῦ τοῦ περιέχοντος ἀέρος ὄντος ἰσχυρῶς καυσοῦσθαι
10. τὸν κάμνοντα, βραχείας ἐπ’ αὐτοῦ σωτηρίας ἐλπίδας
11. ἔχειν. εἰ δὲ μηδὲ τὰ τῆς πέψεως εἴη σημεῖα, μηδὲ τὰς δυνάμεις
12. ἰσχυρὰς ἔχειν φαίνοιτο, σωθῆναι τοῦτον ἀδύνατον· ὥστε
13. οὔτε λούσεις αὐτὸν οὔτ’ ἀλείψεις τοῖς μανωτικοῖς φαρμάκοις,
14. οὔτ’ οἶνον δώσεις οὔτε ψυχρόν· ἐφ’ οὗ γὰρ ἀνέλπιστος ἡ σωτηρία
15. μάταιον ἂν εἴη διαβάλλειν τοῖς ἰδιώταις τὰ πολλοὺς
16. σώζοντα βοηθήματα. ἐγὼ γοῦν οἶδά τινας ἰατροὺς ἀμεθόδους
17. μιμησαμένους τὰ ὑφ’ ἡμῶν πραττόμενα καὶ τοῖς αὐτοῖς χρησαμένους
18. βοηθήμασιν ἐπὶ τῶν πάντως τεθνηξομένων, ἀλλ’
1. οὔτ’ ἀνύσαντάς τι καὶ τὴν εὔκαιρον αὐτῶν χρῆσιν ὕποπτόν
2. τε καὶ φοβερὰν ἐργασαμένους. ἀλλ’ ἡμεῖς γε καιροὺς
3. δηλονότι καὶ βοηθήματα γράφομεν ἐπὶ τῶν σωθῆναι δυναμένων,
4. ὡς ὅσοι γε ἀνίατοι τῶν νοσούντων εἰσὶν, οὔτε
5. καιρὸς ἐπιτήδειος οὔτε βοήθημα τούτοις ἐστί. καὶ χρὴ μεμνῆσθαι
6. τοῦδε παρ’ ὅλον τὸν λόγον, ὑπὲρ τοῦ μὴ δόξαι
7. ποτὲ τὸν κυριώτατον καὶ πρῶτον σκοπὸν ἁπάντων διαβάλλεσθαι.
8. λέγοντος γοῦν Ἱπποκράτους τὰ ἐναντία τῶν
9. ἐναντίων ἰάματα τί κωλύει πᾶσιν ἑξῆς τοῖς πυρέττουσιν
10. ὕδωρ ψυχρὸν διδόναι; ἀλλ’ οὔτε δοτέον οὔτ’ ἀνατρέπεται
11. κατ’ ἐκεῖνον τὸν χρόνον ὁ καθόλου σκοπὸς ἁπάσης τῆς θεραπείας.
12. ἓν μὲν γάρ τι τῶν ψυχόντων ἐνεργείᾳ τὸ ψυχρὸν ὕδωρ
13. ἐστὶ, πλείω δ’ ἄλλα τὰ μὲν κατὰ δύναμιν, ὡς εἴρηται, ψύχει,
14. τὰ δὲ κατὰ συμβεβηκός· ὧν ἄλλοτ’ ἄλλῳ χρώμεθα διὰ
15. τὴν ἐπιπλοκὴν τῶν ἐναντιουμένων ἀλλήλοις σκοπῶν. εἴρηται
16. δ’ ἡ μέθοδος τῆς τοῦ συμφέροντος ἑκάστοτε πρὸ τῶν ἄλλων
17. αἱρέσεως. ἐδείχθη δὲ καὶ ὡς ὅσον μὲν ἐπ’ αὐτῷ τῷ πυρετῷ
18. τὸ ψυχρὸν ὕδωρ ἀεὶ βοήθημά ἐστιν, ὅσον δ’ ἐπὶ τοῖς ἄλλοις
1. οὐκ ἀεί· καθάπερ οὐδ’ ὅταν ἔμφραξις γλίσχρων καὶ παχέων
2. χυμῶν ἐργάσηται τὴν σηπεδόνα τῶν χυμῶν. ὑποκείσθω δὲ
3. σὺν αὐτοῖς εἶναι καὶ πλῆθος ἐν ὅλῳ τῷ σώματι καὶ ἡ δύναμις
4. οὐκ ἀσθενής. ἐν γὰρ ταῖς τοιαύταις ἐπιπλοκαῖς πολλῶν ἐν
5. τῷ σώματι παρὰ φύσιν ὑπαρχόντων ἔνια μὲν αἴτια προηγούμενα
6. γενήσεται, καθάπερ τὸ πλῆθος ἅμα τοῖς γλίσχροις
7. καὶ παχέσι χυμοῖς· ὑπὸ τούτων γὰρ ἡ ἔμφραξις ἀπειργάσθη,
8. νόσημα οὖσα τῶν ἐμφραττομένων σωμάτων ὀργανικόν. ἐπὶ
9. ταύτῃ δὲ σύμπτωμα ἐγένετο τῆς διαπνοῆς ἡ ἐπίσχεσις, ἐφ’
10. ᾗ πάλιν ἡ σηπεδὼν τῶν χυμῶν αἴτιόν τι προηγούμενον τοῦ
11. πυρετοῦ.

Cliquer un n° de page pour en afficher l’image