16. Ὅτι μὲν οὖν ἡ συγκοπὴ κατάπτωσίς ἐστιν
17. ὀξεῖα δυνάμεως εἴρηται τοῖς πρὸ ἡμῶν. ἐπεὶ δὲ ἡ οὐσία τῶν
1. διοικουσῶν ἡμᾶς δυνάμεων ἔν τε τῷ πνεύματι καὶ τῇ τῶν
2. στερεῶν σωμάτων ἐστὶ κράσει, ταῦθ’ ἡμῖν φυλακτέον ἐστὶ
3. παρόντα καὶ ἀνασωστέον διαφθειρόμενα. πῶς μὲν οὖν χρὴ
4. φυλάττειν αὐτὰ κατὰ τὸν τῆς ὑγείας χρόνον, ἐν τοῖς ὑγιεινοῖς
5. δεδήλωται· πῶς δὲ ἐν ταῖς νόσοις, εἴρηται μὲν ἤδη καὶ διὰ
6. τῶν ἔμπροσθεν ὑπομνημάτων, εἰρήσεται δὲ καὶ νῦν. οὐ μὴν
7. ἤδη γέ πω τὸ σύμπαν εἰς πρέπουσαν ἥκει σύνοψιν, οὐδὲ τοιαύτην
8. ἔχει μέθοδον οἵαν τἄλλα τὰ πρότερα. ὅπερ οὖν ἐνδεῖ,
9. προσθεῖναι καιρός. τὴν τοῦ πνεύματος οὐσίαν ἅμα τοῖς
10. στερεοῖς σώμασι φυλακτέον ἡμῖν ἐστιν ἐν ταῖς νόσοις, ὥστε
11. καὶ τῇ ποιότητι καὶ τῇ ποσότητι καθ’ ὅσον ἐνδέχεται κατὰ
12. φύσιν ἔχειν αὐτά. εἰ μὲν οὖν ἐνεχώρει τοῦ τε μὴ κενοῦσθαί
13. τι τῆς οὐσίας αὐτῶν καὶ τοῦ μηδ’ ὅλως ἀλλοιοῦσθαι προνοήσασθαι,
14. τοῦτο ἂν ἦν ἄριστον. ἐπεὶ δ’ ἐν τοῖς ὑγιεινοῖς ὑπομνήμασιν
15. ἀδύνατον ἐδείχθη τὸ τοιοῦτον ὑπάρξαι ποτὲ τῷ
16. γεννητῷ σώματι, πειρᾶσθαι χρὴ τὸ μὲν ἐκρέον τῆς οὐσίας
17. ἐπανορθοῦσθαι προσθέσει, τὸ δὲ ἀλλοιούμενον εἰς εὐκρασίαν
1. ἐπανάγειν δι’ ἐναντίας ἀλλοιώσεως. εἰ μὲν οὖν ἥ τε
2. κένωσις ἥ τε ἀλλοίωσις γίγνοιτο κατὰ βραχὺ, καὶ ἡ ἐπανόρθωσις
3. ἀμφοῖν ἔσται κατὰ βραχύ· καὶ τοῦτ’ ἐστὶν ἔργον, ὡς
4. ἐδείχθη, τῆς ὑγιεινῆς τέχνης. εἰ δὲ καὶ ἀθρόως καὶ κατὰ μεγάλα
5. μὴ μόνον αἱ κενώσεις, ἀλλὰ καὶ αἱ προσθέσεις ποτὲ
6. γένοιντο, νόσος ἂν οὕτω γε συσταίη, θεραπευτικῆς δὲ ἂν εἰς
7. τὴν ἴασιν αὐτῶν δεοίμεθα μεθόδου. ὥσπερ οὖν τῆς ὑγιεινῆς
8. ἦν ἔργον τὸ κατὰ μικρὰ τὴν εἰς τὸ παρὰ φύσιν ἐκτροπὴν
9. ἐπανορθοῦσθαι, οὕτω τῆς θεραπευτικῆς ἐστι τὸ κατὰ μεγάλα.
10. τοῦ μὲν δὴ ψυχικοῦ πνεύματος ἐναργῶς ἐδείξαμεν οἷον
11. πηγήν τινα οὖσαν τὸν ἐγκέφαλον, ἀρδομένου καὶ τρεφομένου
12. διά τε τῆς εἰσπνοῆς καὶ τῆς ἐκ τοῦ δικτυοειδοῦς πλέγματος
13. χορηγίας. τοῦ δὲ ζωτικοῦ πνεύματος οὐχ ὁμοίως μὲν ἐναργῶς
14. ἡ ἀπόδειξις ἦν, οὐ μὴν ἀπίθανόν γε κατά τε τὴν καρδίαν
15. αὐτὸ καὶ τὰς ἀρτηρίας δοκεῖν περιέχεσθαι, τρεφόμενον
16. καὶ τοῦτο μάλιστα μὲν ἐκ τῆς ἀναπνοῆς, ἤδη δὲ καὶ τοῦ
17. αἵματος. εἰ δέ ἐστί τι καὶ φυσικὸν πνεῦμα, περιέχοιτ’
1. ἂν καὶ τοῦτο κατά τε τὸ ἧπαρ καὶ τὰς φλέβας. εἴρηται δὲ
2. ἐπὶ πλεῖστον ὑπὲρ οὐσίας δυνάμεων ἐν τοῖς περὶ τῶν Ἱπποκράτους
3. καὶ Πλάτωνος δογμάτων. ἡ δὲ τῶν στερεῶν σωμάτων
4. οὐσία δεῖται μὲν δήπου ποσή τις ὑπάρχειν· καὶ
5. διὰ τοῦτο αἱ τροφαὶ διασώζουσι τὸ θνητὸν γένος. οὐ μὴν
6. ἧττον εὐκρασίας χρῄζει τῶν συνθετικῶν αὐτῶν στοιχείων· καὶ
7. λέλεκται πολλάκις ἤδη δι’ ὧν χρὴ φυλάττειν αὐτὴν εὔκρατον.
8. ἀλλ’ ἥ γε κατάπτωσις τῆς δυνάμεως, ὑπὲρ ἧς νῦν πρόκειται
9. λέγειν, ἐπὶ μὲν τῇ στερεῶν οὐσίᾳ διαφορουμένῃ κατά γε τὰ
10. χρονιώτατα νοσήματα γίγνεται πολλάκις, ἀτροφίᾳ λεπτυνθέντος
11. τοῦ ζώου καὶ τῶν ὀξέων ἐν τοῖς συντηκτικοῖς πυρετοῖς. ἐπὶ
12. δὲ τῇ κράσει μεταβαλλούσῃ θερμανθέντων αὐτῶν ἀμέτρως ἢ
13. ψυχθέντων ἢ ὑγρανθέντων ἢ ξηρανθέντων ἢ κατὰ συζυγίαν
14. τι τούτων παθόντων. ἡ δὲ τοῦ πνεύματος ἀλλοίωσις διά τε
15. μοχθηροὺς γίγνεται χυμοὺς καὶ τὴν τοῦ περιέχοντος ἀέρος
16. κακίαν ἄλλοτε ἐξ ἄλλης αἰτίας εἰς τοῦτ’ ἀχθέντος· ἔτι τε τὰς
17. δηλητηρίους δυνάμεις ἢ τοὺς τῶν ἰοβόλων ζώων ἰούς. ἀλλ’
1. ἐξῃρήσθω γε ταῦτα τῆς ἐνεστώσης ὑποθέσεως. ἡ δὲ τῆς
2. οὐσίας τοῦ πνεύματος φθορὰ γενήσεσθαί τε κινδυνεύουσα
3. καὶ ἡ ἤδη γινομένη διά τε πάθος ψυχικὸν καὶ ὀδύνην ἰσχυρὰν
4. καὶ κινήσεις πλείους· ἐξ οὗ γένους ἐστὶ καὶ ἀγρυπνία καὶ
5. προσέτι δι’ ὑπερβάλλουσαν αὐτοῦ λεπτότητα καὶ τῶν περιεχόντων
6. αὐτὸ σωμάτων ἀραίωσιν καὶ δὴ καὶ πρὸ τούτων
7. ἁπάντων δι’ ἐπίσχεσιν τῆς ἀναπνοῆς καὶ τροφῆς ἀπορίαν
8. ἐπανορθώσεως ἀκριβεστέρας δεῖται. τὰ μὲν οὖν πάθη τὰ
9. ψυχικὰ φόβοι τέ εἰσιν ἐξαιφνίδιοι καὶ σφοδροὶ, οὓς ἐκπλήξεις
10. καλοῦσιν· αἵ τ’ ἐναντίαι τοῖς φόβοις ἡδοναὶ μέγισται, καλοῦσι
11. δὲ καὶ ταύτας περιχαρείας. ἴσμεν γὰρ ἐξ ἀμφοῖν ἀποθανόντας
12. τινάς. ἤδη δὲ καὶ οἱ ἄλλοι φόβοι πάντες οἱ μεγάλοι σὺν
13. ταῖς μεγίσταις ἡδοναῖς εἰ καὶ μὴ ἀπέκτειναν, ἀλλ’ ἔκλυτον
14. ἐργάζονται καὶ ἄτονον τὸ πνεῦμα. καὶ λῦπαι δὲ καὶ ἀγωνίαι
15. καὶ θυμοὶ καὶ φροντίδες, ἐν οἵῳ τρόπῳ καὶ αἱ πλείους ἀγρυπνίαι,
16. βλάπτουσι καταλύουσαι τὴν δύναμιν. ἐν μὲν δὴ τούτοις
17. ἅπασιν αὐτὴ καθ’ ἑαυτὴν ἡ ψυχὴ κινεῖται, κατὰ δὲ τὰς
18. πρακτικὰς ἐνεργείας τὸ σῶμα κινεῖ· καταλύει δὲ αὐτῆς τὸν
1. τόνον ἑκάτερα τὰ γένη τῶν οἰκείων κινήσεων εἰς ἀμετρίαν
2. ἐκταθέντα. περὶ δὲ πόνων τί δεῖ λέγειν; ὅπως ἀνεῖλον μέν
3. τινας αὐξηθέντες ἐπὶ τὸ σφοδρότερον, ἔβλαψαν δὲ πάντας,
4. εἰ καὶ μὴ τύχοιεν ἀποκτείναντες. ἐν τοῖς τοιούτοις ἅπασιν
5. ἐναργῶς φαίνονται λειποδρανοῦντές τε καὶ καταλυόμενοι τὴν
6. δύναμιν οἱ κάμνοντες· ἔνιοι δ’, ὡς εἴρηται, καὶ ἀποθνήσκοντες,
7. ἔσθ’ ὅτε μὲν ἀπολλυμένου τοῦ πνεύματος, ἔσθ’ ὅτε
8. δὲ ἀλλοιουμένου, ποτὲ δὲ ἐκ μέρους διαφορουμένου, πολλάκις
9. δ’ ἀμφότερα ταῦτα πάσχοντος. διῄρηται γὰρ ἐπὶ πλέον
10. ὑπὲρ αὐτῶν ἐν ἄλλοις τέ τισι κᾀν τοῖς περὶ τῶν Ἱπποκράτους
11. καὶ Πλάτωνος δογμάτων. εἰς δέ γε τὰ παρόντα τὸν
12. μὲν τρόπον ᾧ βλάπτειν ἕκαστον πέφυκεν οὐκ ἀναγκαῖον ζητεῖν·
13. τὸ δὲ ὅτι βλάπτει, λαβόντα παρὰ τῆς ἐναργείας χρῆσθαι
14. συμφερόντως εἰς φυλακὴν δυνάμεως ἐν νόσοις. οὕτω δ’
15. εἰ καὶ λεπτυνθείη ποτὲ περαιτέρω τοῦ δέοντος ἡ τῶν διοικούντων
16. ἡμᾶς πνευμάτων οὐσία, γίγνοιτ’ ἂν ἀσθενὴς κατ’
17. ἀμφότερα, καὶ ὡς ἠλλοιωμένη τὴν κρᾶσιν καὶ ὡς εὐσκέδαστος
18. ἢ εὐδιαφόρητος ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ γεγενημένη.
1. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰ καὶ τὸ σῶμα σύμπαν εἰς ἄμετρον
2. ἐκτραπείη μανότητα, διαφοροῖτ’ ἂν ἡ τῶν πνευμάτων
3. οὐσία ῥᾳδίως, αὐτή τε λεπτομερὴς ὑπάρχουσα καὶ τῶν σωμάτων
4. μὴ στεγόντων αὐτήν. οὔκουν οὐδ’ ἀραιοῦν ἀμέτρως
5. χρὴ τοῦ νοσοῦντος τὸ σῶμα, συνέχειν ἐν ἑαυτῷ τὸ
6. πνεῦμα προαιρούμενον, οὔτε λεπτύνειν ἰσχυρῶς τὰ κατ’ αὐτὸ
7. διὰ τῶν ἐσθιομένων τε καὶ πινομένων. ὅτι δὲ καὶ αὐτῶν τῶν
8. τροφῶν ἅμα τοῖς ποτοῖς οὐ σμικρόν ἐστι φροντιστέον εἰς
9. ῥώμην δυνάμεως, ὅπως τῇ τε ποσότητι σύμμετροι καὶ ταῖς
10. ποιότησιν ἠκριβωμένοι εἶεν, πρόδηλον εἶναι νομίζω. πρόδηλον
11. δὲ οὐδὲν ἧττον, ὡς καὶ τῆς εἰσπνεομένης οὐσίας φροντιστέον,
12. ὅπως εὐκρατοτάτη τ’ εἴη καὶ παντὸς τοῦ μιαίνοντος
13. αὐτὴν καθαρωτάτη, μήτ’ ἐκ μετάλλων ἢ καμίνων ἢ βαράθρων
14. ἐπιμιξίαν τινὰ λαμβάνουσα, μήτε ἐκ σηπεδόνος ὀσπρίων
15. ἢ λαχάνων ἢ ζώων ἢ ὁτουδήποτε, μήτ’ ἀτμοὺς ἐκ λιμνῶν ἢ
16. ἑλῶν ἢ ποταμῶν δεχομένη. ταῦτ’ οὖν ἅπαντα προνοεῖσθαι
17. χρὴ, διασώζειν βουλόμενον τὴν δύναμιν ἀβλαβῆ, ἔτι τε πρὸς
1. τούτοις αὐτῶν τῶν στερεῶν σωμάτων, ἐν οἷς δὴ καὶ μάλιστα
2. ἔοικεν ἡ οὐσία τῶν δυνάμεων ὑπάρχειν, οὐ σμικρῶς προνοητέον,
3. ὅπως ὑγιεινὰ ταῖς κράσεσιν εἴη· τοῦτο μὲν οὖν ἁπάντων
4. μορίων κοινὸν ἀγαθόν. ἐξαίρετον δὲ εἰς ῥώμην δυνάμεως
5. καὶ προφυλακὴν τοῦ μή ποτ’ ἐξαιφνίδιον ἐπιπεσεῖν παροξυσμὸν
6. συγκοπτικὸν ἡ φυλακὴ τῆς εὐκρασίας ἐστὶ, πρῶτον
7. μὲν τῶν τριῶν ἀρχῶν, ἔπειτα δὲ καὶ τῶν ἄλλων μορίων ὅσα
8. τὰς ἀρχὰς εἰς συμπάθειαν ἐπισπᾶται ῥᾳδίως, οἷόν πέρ ἐστι
9. καὶ τὸ τῆς γαστρὸς στόμα τῷ περιττῷ τῆς αἰσθήσεως, ἄλλα
10. τε πολλὰ συμπτώματα καὶ συγκοπὰς ἐπιφέρον. ἡ μὲν οὖν
11. προειρημένη διάθεσις τῶν ὠμῶν χυμῶν, εἰ μὲν καὶ τῷ πλήθει
12. βαρύνοιεν οὗτοι τὴν δύναμιν, ἐμφράττοιέν τε διὰ πλῆθος
13. καὶ πάχος τοῦ ζώου τοὺς πόρους κατὰ πολλὰς προφάσεις,
14. ὀλέθριός τέ ἐστι καὶ συγκοπτικὴ, καὶ τῷ μὴ τρέφεσθαι
15. τὸ ζῶον καὶ τῷ καταπνίγεσθαι καὶ ἀλλοιοῦσθαι
16. καὶ διαφθείρεσθαι τῆς κράσεως τὴν συμμετρίαν. οἱ μὲν γὰρ
17. ὠμοὶ τρέφειν οὐ δύνανται πρὶν πεφθῆναι, οἱ δὲ πολλοὶ
1. βαρύνουσιν· εἰ δ’ ἐμφράττουσι τὰς διαπνοὰς, σβεννύουσι
2. τὸ θερμόν· εἰ δὲ μήτ’ ἐμφράττοιεν μήτε βαρύνοιεν, οὐ συγκοπὰς
3. οὗτοί γε φέρουσιν, ἀλλὰ τὰς καλουμένας λειποψυχίας·
4. ἐκλύονται γὰρ, εἰ μὴ τρέφοιντο συνεχέστερον, οἱ τοιοῦτοι. διδόναι
5. δὲ οὐ χρὴ πλῆθος εἰς ἅπαξ αὐτοῖς, οὐ μὴν οὐδὲ παχείας
6. ἢ ψυχρὰς τὴν δύναμιν τροφὰς, ἀλλ’ ὡς εἴρηται πρόσθεν, ἐκ
7. τοῦ γένους τῶν λεπτυνουσῶν τε καὶ θερμαινουσῶν. οὕτω δὲ
8. αὐτοῖς καὶ τὰ φάρμακα δοτέον, ὅσα γε λαβεῖν δύναται πυρέττων
9. ἄνθρωπος, φάρμακα λεπτύνοντα καὶ θερμαίνοντα.
10. τούτοις ὁ ὑδατώδης οἶνος εὐθέως ἐξ ἀρχῆς ἐπιτήδειος, εἰ μὴ
11. σφοδρῶς πυρέττοιεν, ὅπερ οὐ πάνυ τι συμβαίνει κατὰ τὴν
12. εἰρημένην διάθεσιν· ἔτι δὲ μᾶλλον εἰ πρεσβῦται τύχοιεν ὄντες,
13. οἶνον αὐτοῖς δοτέον ἐφ’ ἑκάστῃ τροφῇ καὶ μᾶλλον εἰ τὰ διαλείμματα
14. εἴη μέτρια. παροξύνονται δὲ ἐπὶ τοῖς τοιούτοις
15. χυμοῖς καθ’ ἑκάστην ἡμέραν καὶ μᾶλλον εἰς ἑσπέραν τε καὶ
16. νύκτωρ, οὐχ ἕωθεν δὲ οὐδ’ ἄχρι μεσημβρίας. περὶ μὲν δὴ
17. τούτων καὶ ταῦθ’ ἱκανά ἐστι.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 12.5, ed. Kühn, 1825, vol. 10, p. 837-845. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:12.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩