1. Μεταβῶμεν δὲ ἐπὶ τοὺς ἐναντίαν μὲν
2. ἔχοντας αὐτοῖς τὴν διάθεσιν, ὁμοίως δὲ τούτοις συγκοπτομένους,
3. ἂν μὴ προσχῇ τις ἀκριβῶς αὐτοῖς. εἰσὶ δ’ οὗτοι
4. λεπτοὺς ἱκανῶς ἔχοντες τοὺς χυμοὺς, ὡς διαφορεῖσθαι
5. τάχιστα. καὶ δὴ καὶ θεραπευτέον αὐτοὺς ἐναντίως τοῖς προειρημένοις.
6. ἐκείνους μὲν γὰρ ἐκκενοῦμεν κατὰ βραχὺ συνεχῶς
7. διὰ τὸ μὴ φέρειν ἀθρόαν τὴν κένωσιν· τοὺς δ’ οὕτως ἔχοντας
8. θρέψομεν κατὰ βραχὺ συνεχῶς. εἰ δ’ ἐξ ἀρχῆς παραλάβωμεν
9. ἔτι τῆς δυνάμεως ἐῤῥωμένης, οὐδὲ κατὰ βραχύ·
10. δύνανται γὰρ οἱ τοιοῦτοι καὶ πλείονος εἰς ἅπαξ δοθείσης
11. περιγίγνεσθαι τροφῆς. ὥσπερ δὲ τοὺς ἐκ πλήθους ὠμῶν χυμῶν
12. κινδυνεύοντας συγκοπῆναι παντάπασιν ἐλέγομεν ὀλεθρίως
13. ἔχειν, ὅταν τὸ ἧπαρ αὐτῶν ἢ ἡ κοιλία φλεγμαίνῃ, κατὰ
14. τὸν αὐτὸν τρόπον καὶ τοὺς νῦν ὑποκειμένους ἐν τῷ λόγῳ
15. νομιστέον ἀνιάτως ἔχειν, ἢν φλεγμήνῃ τι τούτων σπλάγχνον,
16. καμνούσης ἤδη τῆς δυνάμεως· οὔτε γὰρ οἷόν τε τρέφειν αὐτοὺς
17. συνεχῶς, ἀλλ’ ἐν ταῖς παρακμαῖς μόνον, οὔτε μὴ τρέφοντας
18. οἷόν τε διασώζειν αὐτούς ἐστιν. ἐπὶ μὲν τῶν τοιούτων διαθέσεων
1. ἡ νεκρώδης ἐν τῷ προσώπῳ κατάστασις ἐν τάχει
2. γίνεται· ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι καὶ τἄλλα ὅσα τούτοις
3. ἐφεξῆς λέλεκται. ἐάν τε γὰρ ἐκκρίνωσι πλέον, ἐάν τε ἀγρυπνήσωσιν
4. ἢ λυπηθῶσιν, ἢ μὴ θᾶττον τραφῶσιν, αὐτίκα τοιοῦτον
5. ἴσχουσι τὸ πρόσωπον. εἰ μὲν οὖν σύν τινι τούτων ἤ τισιν
6. ὀφθεῖεν οἱ τοιοῦτοι, μικρότερον εἶναι νόμιζε τὸ κακὸν ἢ εἰ
7. χωρὶς τούτων ἐλεπτύνθησαν· εἰ δ’ ἄνευ τούτων, ὀλέθριον·
8. ἔτι δὲ μᾶλλον, εἰ κατ’ ἀρχὰς τοῦ νοσήματος οὕτως ἔχοιεν· οὐδὲ
9. γὰρ ἐξαρκέσουσιν εἰς τὴν πέψιν αὐτοῦ. ταῦτ’ ἄρα καὶ ὁ Ἱπποκράτης
10. ἔφη· καὶ ἢν μέν τι τουτέων ὁμολογῇ, ἧττον νομίζειν
11. δεινὸν εἶναι. κατ’ ἀρχὴν μὲν γὰρ τοῦ νοσήματος, ὡς προεῖπον,
12. εἰ καὶ μετά τινος τῶν προειρημένων οὕτως ἔχοιεν, οὐκ
13. ἀγαθόν· ἧττον μὲν τοῦτο δεινὸν ἢ εἰ καὶ μηδὲ μετὰ τούτων
14. τινός· ἀλλὰ τῷ διαφορεῖσθαι ῥᾳδίως χαλεπόν. οὐ μόνον δὲ
15. ἀπολεπτυνθέντος οὕτω τοῦ τε πνεύματος αὐτοῖς καὶ τοῦ
16. αἵματος ἡ διαφόρησις εἴωθε γίνεσθαι πολλάκις, ἀλλὰ καὶ τῆς
17. ἀποκριτικῆς δυνάμεως τῆς καθ’ ὅλον τὸν ὄγκον ἀμετρότερον
1. κινηθείσης. ὅπερ εἴωθε μάλιστα γίνεσθαι διὰ τὴν ἀμετρίαν
2. τῆς καθεκτικῆς. τὸ μὲν δὴ τρέφειν ἀναγκαῖον, ὅ τι περ ἂν ᾖ
3. τούτων· ἀναγκαῖον δὲ καὶ τὸ πυκνοῦν τὴν ἐπιφάνειαν, ὥσπερ
4. τῶν προτέρων ἀραιοῦν· ἐκ διαμέτρου γὰρ ἀλλήλαις αἱ διαθέσεις
5. ὑπάρχουσαι καὶ τῆς τῶν βοηθημάτων ἰδέας ἐναντιωτάτης
6. δεήσονται. ψυχρὸν οὖν ἐπὶ τούτων τὸν ἀέρα καὶ στύφοντα
7. ποιητέον· εἴρηται δὲ ἔμπροσθεν ὅπως χρὴ ταῦτα πράττειν.
8. ἀλειπτέον δὲ αὐτοὺς ὁμοίως τοῖς στύφουσιν ἀλείμμασι. καὶ
9. τροφὰς δοτέον οὐ πάνυ τι διαῤῥεούσας ἑτοίμως, οὔτε μελίκρατον
10. οὔτε χυλὸν πτισάνης, ἀλλ’ ἄρτους καὶ τὰ διὰ τοῦ
11. χόνδρου ῥοφήματα καὶ ὀπώρας αὐστηρὰς καὶ δυσφθάρτους,
12. αὐτάς τε καθ’ ἑαυτὰς καὶ μετ’ ἄρτου καὶ χόνδρου δι’ ὕδατος
13. ἑψημένου. δοτέον δὲ τούτοις ἔστιν ὅτε καὶ ὠὰ καὶ μᾶλλον
14. τὰς λεκίθους αὐτῶν, δύσπεπτον γὰρ τὸ λευκόν. ἀλεκτρυόνων
15. τε τῶν γάλακτι τεθραμμένων τοὺς ὄρχεις· δοτέον δὲ καὶ τοὺς
16. ἐγκεφάλους τοὺς ὑείους, ἤτοι γ’ ὀπτηθέντας ἀκριβῶς· ἔναιμοι
17. γὰρ δοθέντες ἐσχάτως βλάπτουσιν· ἢ διὰ τοῦ λευκοῦ
18. ζωμοῦ καλῶς ἑψημένους, ἐμβεβλημένου πράσου καὶ ἀνήθου.
1. καὶ ὅλως ἅπαντα πρακτέον ὑπὲρ τοῦ παχυτέραν μὲν ἐργάσασθαι
2. τὴν ὕλην τῶν χυμῶν, πυκνῶσαι δὲ τὸ δέρμα καὶ
3. διακωλῦσαι τὰς διαπνοάς. ἀναγκαῖος δὲ τούτοις ὁ ὑδατώδης
4. οἶνός ἐστιν, εὐθὺς ἐπὶ τοῖς σιτίοις ἐξ ἀρχῆς λαμβανόμενος. εἰ
5. δ’ ὡς ἐλπίζομεν ἅπαντα γίγνοιτο, καὶ κρεώδους τροφῆς ἐπιδώσομεν
6. αὐτοῖς τι καὶ μάλιστα μετὰ τὴν τετάρτην ἡμέραν,
7. ἤδη τῶν τοὺς πυρετοὺς γεννώντων χυμῶν εἰς πέψιν ἡκόντων.
8. ἐν τοιαύτῃ διαθέσει γενομένου νεανίσκου κατὰ
9. τὸν δέκατον ἐμνήσθην λόγον, ὃν ἐτρέφομεν, ὡς εἶπον, ἑκάστης
10. ἡμέρας καὶ μάλιστά γε πρὸ τοῦ παροξυσμοῦ. καὶ ὡς ἐξεπίτηδες
11. ἅπαξ μου μὴ διδόντος αὐτῷ τροφὴν ἡ εἰσβολὴ τοῦ
12. παροξυσμοῦ μετὰ συγκοπῆς ἐγένετο. κατὰ τὰς τοιαύτας οὖν
13. θεραπείας ἁπάσας ἤδη μὲν συγκοπτομένου τοῦ κάμνοντος ὁ
14. πρὸς τὸ σύμπτωμα κρατεῖ σκοπός· οὐδέπω δὲ εἰς τοῦθ’ ἥκοντος
15. ἀμφοτέρων στοχαζόμεθα, τοῦ τε μὴ γενέσθαι τὸ σύμπτωμα
16. καὶ τοῦ κατὰ βραχὺ λύειν τὸ νόσημα. θᾶττον δ’ ἄν
17. ἐλύσαμεν αὐτὸ, μὴ δεδιότες τὸ σύμπτωμα. τὸν μὲν γὰρ ὑπὸ
18. τοῦ πλήθους τῶν ὠμῶν χυμῶν βαρυνόμενον, ἅπαξ ἂν οἶμαι
1. κενώσαντες ἀπηλλάξαμεν τῆς διαθέσεως, εἴπερ οἷός τε ἦν
2. ἐνεγκεῖν ἀθρόαν κένωσιν καὶ μηδεὶς φόβος ἐφέδρευε συγκοπῆς·
3. τὸν δ’ εὐδιαφόρητον οὐκ ἂν πρὸ τοῦ παροξυσμοῦ τρέφειν
4. ἀναγκαζόμενοι μακρότερον εἰργαζόμεθα τὸ νόσημα. περὶ μὲν
5. δὴ τούτων ἀρκείτω τὰ λελεγμένα.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 12.6, ed. Kühn, 1825, vol. 10, p. 846-850. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:12.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩