6. Τῶν δ’ ἄλλων προφάσεων ἐφ’ αἷς συγκόπτονται
7. μνημονεύσομεν ἐφεξῆς. εἰσὶ δὲ τέσσαρες, ἄλγημά τε
8. σφοδρὸν καὶ ἀγρυπνία καὶ κένωσις ἄμετρος γαστρός· ἐπὶ δὲ
9. τῶν παραπαιόντων καὶ ἡ κίνησις ἔστιν ὅτε. καὶ εἰ βούλει καὶ
10. πέμπτην προστίθει τὴν δυσκρασίαν τῶν ἀρχῶν, ὑπὲρ ἧς ἐπὶ
11. τελευτῇ τοῦ λόγου διαλεξόμεθα, καὶ μάλισθ’ ὅτι διττῶς γίγνεται,
12. ἤτοι κατὰ ψιλὰς τὰς ποιότητας ἀλλοιουμένων τῶν μορίων
13. ἢ κακοχυμίας τινὸς ἐν αὐτοῖς παραλαμβανομένης. ἑξῆς
14. οὖν ὑπὲρ ἁπάντων ῥητέον τῶν διῃρημένων, ἀρξαμένους ἀπὸ
15. τῶν ἀλγημάτων. εἰ μὲν οὖν δυναίμεθα τὴν αἰτίαν αὐτὴν
16. ἐκκόψαι δι’ ἣν ἀλγοῦσιν, οὕτως ἂν οὐ πρὸς σύμπτωμα εἴημεν
17. ἐνεργοῦντες, ἀλλ’ ἰώμενοι τὸν κάμνοντα· κωλυόμενοι δὲ διά
18. τινα πρόφασιν ἐπὶ τὴν διάθεσιν ἰέναι πραΰνομεν τὸ τῶν
1. ἀλγημάτων σφοδρόν. ἐπεὶ δ’ οὔτε ἀναιρεῖν οἷόν τέ ἐστι τὰς
2. τῶν ἀλγημάτων αἰτίας οὔτ’ ἀμβλύνειν τὰς σφοδρότητας
3. ἄνευ τοῦ γνῶναι τουτὶ τὸ ἄλγημα τὸ περὶ τὸν κάμνοντα
4. συνεστηκὸς ὑπὸ τίνος αἰτίας γίγνεται, προεσκέφθαι χρὴ
5. δηλονότι τὰς αἰτίας καὶ τὰ σημεῖα δι’ ὧν ἄν τις αὐτὰς γνωρίσειεν·
6. ὡς τὰ πολλὰ γὰρ ἄδηλοι ταῖς αἰσθήσεσιν ὑπάρχουσαι,
7. γεγυμνασμένου δέονται περὶ τὴν τοιαύτην θεωρίαν
8. ἀνδρός. εἴρηται μὲν οὖν ἡμῖν οὐκ ὀλίγα δι’ ἑτέρων πραγματειῶν
9. ὑπὲρ ἀλγημάτων γενέσεως, ἁπάντων δὲ αὐτῶν τοῦ
10. καιροῦ νῦν ἥκοντος, ἀναγκαῖον εἶναι νομίζω διελθεῖν ἐπὶ
11. κεφαλαίων ὅλον τὸν λόγον. ἐπεὶ τοίνυν ἐν τῷ τοῦ ζώου
12. σώματι κατὰ πάσας τὰς αἱρέσεις οὐ πάντα ἐστὶν αἰσθητικὰ
13. τὰ μόρια, δῆλον ὡς οὐκ ὀδυνήσεται τὰ τελέως ἀναίσθητα.
14. μόνοις οὖν τοῖς αἰσθητοῖς τῆς ὀδύνης ὑπαρχούσης, ἐφεξῆς
15. σκεπτέον ἆρά γε διὰ παντὸς ὀδυνηθήσεται τὰ τοιαῦτα τῶν
16. σωμάτων ἢ καθ’ ἕνα τινὰ χρόνον ἐγγινομένης αὐτοῖς διαθέσεως
17. ὀδυνηρᾶς. ἀλλ’ εἴπερ αὐτὸ τὸ φαινόμενον ἐναργῶς
18. ἡμᾶς διδάσκει πολὺς εἶναι χρόνον ἐν ᾧ μηδ’ ὅλως ὀδυνώμεθα,
1. δῆλον ὡς κατά τινα χρόνον ἐγγινομένης ἑκάστῳ τῶν ὀδυνωμένων
2. ὀδυνηρᾶς διαθέσεως ἀναγκαῖον ἀλγεῖν ἐστιν. ἐὰν οὖν
3. εὕρωμεν ἥτις ποτ’ ἐστὶν ἡ τοῖς αἰσθητοῖς σώμασιν ἐγγινομένη
4. διάθεσις, καθ’ ἣν ἀνιᾶται τὸ ζῶον, ἑαλωκὸς ἂν εἴη ἡμῖν τὸ
5. ζητούμενον. ἐνταῦθ’ οὖν ἀπὸ τῶν κατὰ φύσιν ἐννοιῶν, αἳ
6. δὴ καὶ κοιναὶ πᾶσιν ἡμῖν εἰσιν, ἰέναι χρὴ μεθόδῳ πρὸς
7. τὸ σκέμμα. διδάσκει δὲ ἡ κατὰ φύσιν ἔννοια τὸ πάθος χρῆναι
8. τοῦ σώματος, ᾧ μέλλει πονήσειν, ἤτοι συνεχείας λύσιν
9. ἢ ἀλλοίωσιν εἶναί τινα. διὸ καὶ καλῶς ἐλέγετο τοῖς ἐξ ἀτόμων
10. ἢ ἀναισθήτων ἢ ἀνάρμων στοιχείων, συντιθεῖσι τὸ
11. σῶμα παντάπασιν ἄπορον εἶναι διάθεσιν εὑρεῖν, ὑφ’ ἧς
12. ὀδύνη γίγνεται. φαίνεται γὰρ οὐδὲν τῶν ἁπλῶς ψαυόντων
13. ὀδυνηρόν· ἁπλῶς δ’ ἀλλήλων ψαύει τὰ τοιαῦτα σώματα.
14. κᾂν εἰ μὴ ψαύοι δὲ μόνον, ἀλλὰ καὶ θραύοι κατὰ τὴν
15. πρόπτωσιν ἄλληλα, πλέον οὐδὲν εἰς ἀλγήματος γένεσιν,
16. ἀναισθήτων ὑποκειμένων τῶν θραυομένων· εἰ μή τι καὶ
17. τοὺς λίθους ὀδυνᾶσθαι φήσομεν διαιρουμένους. ἀλλὰ περὶ
1. μὲν τούτων ἐπὶ πλέον ἐν ἄλλοις τέ τισι κᾀν τῷ πέμπτῳ
2. περὶ τῶν Ἀσκληπιάδου δογμάτων ἐσκεψάμεθα. νυνὶ δὲ ἀρχὴν
3. ὁμολογουμένην λαμβάνοντες, ὡς ἀναγκαῖον ἤτοι διαίρεσιν
4. εἶναι τὴν διάθεσιν τῆς ὀδύνης ἢ ἀλλοίωσιν, ἀναμνησθῶμεν
5. αὖθις ὡς οὐδ’ ἡ ἀλλοίωσις ἡ κατὰ βραχὺ γινομένη
6. δύναιτ’ ἄν ποτε ὀδυνῆσαι τὸ ζῶον, ἀλλ’ ἀναγκαῖον
7. ἀθρόαν τε ἅμα καὶ βιαίαν γίνεσθαι τὴν μεταβολὴν, εἰ
8. μέλλει τις ὀδύνη γενήσεσθαι. φαίνεται γὰρ οὐ μόνον εἰς
9. τὸ παρὰ φύσιν ἀθρόως ἀγόμενα τὰ σώματα λυπηρὰν
10. ἴσχειν τὴν μεταβολὴν, ἀλλὰ καὶ τὴν εἰς τὸ κατὰ φύσιν
11. ἐπάνοδον αὐτὴν, εἰ μὴ κατὰ βραχὺ λαμβάνοι, κᾀν τούτῳ
12. πονοῦντα. τοὺς γοῦν ὁδοιπορήσαντας ἐν σφοδρῷ κρύει
13. θερμαινομένους ἀθρόως ἴσμεν ἀλγοῦντας οὕτως ἰσχυρῶς
14. τὰ περὶ τὰς ῥίζας τῶν ὀνύχων, ὡς μὴ δύνασθαι φέρειν.
15. εἰ μὲν οὖν καὶ αὐτὸ τὸ σφοδρῶς θερμαίνεσθαι ἢ ψύχεσθαι
16. διαίρεσίν τινα τῆς συνεχείας ἐργάζεται, πλείονος ἴσως
17. δεῖται λόγου, καὶ δέδεικται καὶ τοῦτο ἐν τοῖς περὶ τῆς
1. τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπομνήμασιν. ἀλλ’ εἴς
2. γε τὰ παρόντα τί ποιοῦν τὸ θερμαῖνον ἰσχυρῶς ἢ ψῦχον
3. σφοδρῶς ὀδύνην ἐργάζεται, ζητεῖν οὐκ ἀναγκαῖον· εἴτε γὰρ
4. ὡς τέμνον τὸ συνεχὲς τῆς οὐσίας τῶν αἰσθητῶν, εἴθ’ ὡς
5. ἀλλοιοῦν αὐτὴν ἀθρόως, οὐδὲν διαφέρει πρὸς τὴν εὕρεσιν
6. τῶν ἰασομένων τὰς ὀδύνας, ἐάν γε μόνον εἰδῶμεν ὡς τὸ
7. θερμαῖνον ἢ ψῦχον βιαίως ὀδυνηρὸν γίνεται τοῖς αἰσθανομένοις
8. σώμασιν. εἴπερ γοῦν ἄρχεσθαι μὲν ἀπὸ τῶν ἐναργῶν
9. δεῖ, φαίνεται δὲ ἐναργῶς ταῦτα μόνα τῶν πλησιαζόντων
10. ἡμῖν ὀδυνηρὰ, τά τ’ ἰσχυρῶς θερμαίνοντά τε καὶ
11. ψύχοντα καὶ τὰ διαιροῦντα τὸ συνεχὲς τῆς οὐσίας, ἅπερ
12. ἐν τοῖς θλῶσί τε καὶ τέμνουσι καὶ τείνουσι περιέχεται,
13. ζητήσωμεν εὑρεῖν τὴν ἴασιν αὐτῶν ὁδῷ τινι προϊόντες ἀπὸ
14. τῆς τῶν ζητουμένων φύσεως, ὅπερ ὀνομάζεται μέθοδος.
15. ἄνωθεν οὖν αὖθις ἀρξάμενοι λέγωμεν. ἐπειδὴ ζητοῦμεν ὅπως
16. ἐν νόσοις ὀδυνώμεθα μηδενὸς ἡμῖν ἔξωθεν ὀδυνηροῦ πλησιάζοντος,
17. ἀναγκαῖον ἐν τῷ σώματι ζητῆσαι τί τῶν τοιούτων
1. αἴτιον, ὃ θερμαῖνον σφοδρῶς ἢ ψῦχον ἢ διαιροῦν τὴν
2. οὐσίαν ἑνός γέ τινος αἰσθητοῦ σώματος ἀνιαρὸν ἡμῖν γίνεται,
3. καὶ πρῶτόν γε θεασώμεθα τίνος εἶναι χρὴ φύσεως ὃ
4. διαιρήσει τὴν συνέχειαν. ἀναγκαῖον οὖν ἤτοι ῥῆξιν ἢ
5. θλάσιν ἢ διάβρωσιν εἶναι τὴν διάθεσιν, ἐν τῷ διαιρεῖσθαι
6. τὸ συνεχές. ἀλλ’ ἡ μὲν ῥῆξις ἐκ τάσεώς τινος, ἡ δὲ θλάσις
7. ἐκ βάρους, ἡ δὲ διάβρωσις ἐκ δακνώδους γίνεται
8. ποιότητος. ὅταν οὖν ἔξωθεν μὲν μηδὲν ᾖ τὸ τεῖνον ἢ βαρῦνον
9. ἢ δάκνον, ἐξ ἑαυτοῦ δέ τι πάσχῃ τούτων τὸ
10. σῶμα, παντί που δῆλον ὡς ἡ μὲν τάσις ὑπό τινος ἔνδον
11. οὐσίας πολλῆς διατεινούσης τὸ περιέχον αὐτὴν σῶμα γίνοιτ’
12. ἂν ἢ ἀμέτρου ξηρότητος, ἡ δὲ θλάσις ἔξωθεν ἐπιπεπτωκυίας
13. οὐσίας σκληρᾶς ἢ μεγάλης ἢ βαρείας ἢ συναμφοτέρων,
14. ἡ δὲ δῆξις ὑπὸ χυμοῦ δακνώδη φύσιν ἔχοντος· ἐπισκεπτέον
15. οὖν ἡμῖν ἐν ταῖς σφοδραῖς ὀδύναις. ἤτοι χυμὸν
16. πολὺν ἢ πνεῦμα διέξοδον οὐκ ἔχον, ἢ βαρὺν ὄγκον, ἢ δακνῶδες
17. ὑγρὸν ἢ διάθεσιν ξηράν· ἔτι δὲ πρὸς τούτοις, ὡς
1. ἐν ἀρχῇ διῄρηται, τὸ θερμαῖνον ἰσχυρῶς ἢ ψῦχον. ὧν πάλιν
2. αὐτῶν τὰς αἰτίας ἢ ἐν τῷ πνεύματι θετέον ἢ ἐν τοῖς
3. ὑγροῖς ἢ ἐν τοῖς στερεοῖς· ὅ τι γὰρ ἂν αὐτῶν ἰσχυρῶς ψυχθὲν
4. ἢ ὑποθερμανθὲν ψαύῃ τῶν πλησιαζόντων, ὀδυνηρὸν
5. αὐτοῖς γίγνεται. πῶς μὲν οὖν χρὴ διαγινώσκειν ἕκαστον τῶν
6. εἰρημένων καὶ ὡς οὐχ ἁπάντων ἔχομεν ἐναργῆ σημεῖα καὶ
7. ὡς εἴπερ τι ἄλλο καὶ ἡ διάγνωσις τῶν ἀδήλων πρὸς αἴσθησιν
8. αἰτιῶν τε καὶ διαθέσεων ἐκ πολλῆς μὲν γυμνασίας,
9. ἐπιμελοῦς δ’ ἁπάντων περισκέψεως ἡμῖν περιγίνεται, δι’
10. ἑτέρων δεδήλωται. νυνὶ δὲ οὐ τοῦτο πρόκειται σκοπεῖν,
11. ἀλλ’ αὐτὴν μόνην διέρχεσθαι τὴν θεραπευτικὴν μέθοδον. ἐξ
12. ἧς ἐπιστημονικῶς διαγνωσθείσης ἡλίκη βοήθεια καὶ ὠφέλεια
13. γίνεταί τοῖς ἰατροῖς οὐ μόνον εἰς βοηθημάτων τε καὶ ἰαμάτων
14. εὐπορίαν, ἀλλ’ ἐστιν ὅτε καὶ εἰς τὴν τῆς διαθέσεως
15. γνῶσιν, ἐναργῶς ὑμῖν ἔδειξα πολλάκις ἐπ’ αὐτῶν τῶν καμνόντων,
16. ὧν ἤδη μνημονεύσω δυοῖν ἢ τριῶν οὐ πρὸ πολλοῦ
17. θεραπευθέντων. ὁ μέν γε τεσσαρακοντούτης ἦν, ὡς οἶσθα,
1. κωλικὸς εἶναι νομιζόμενος, οὐ μόνον οὐδὲν ὀνινάμενος ὑπὸ
2. καταντλήσεων καὶ πυρίας καὶ καταπλασμάτων καὶ κλυσμάτων,
3. οἷς συνήθως εἰώθασιν ἐπὶ τῶν τοιούτων χρῆσθαι
4. διαθέσεων, ἀλλὰ καὶ παροξυνόμενος ὑπὸ τῶν πλείστων.
5. ἐπὶ γοῦν ἐλαίῳ πηγανίνῳ διὰ τῆς ἕδρας ἐνεθέντι χείρων
6. ἐγένετο καὶ αὖθις ἐπὶ καστορίῳ· καὶ μέντοι καὶ μέλι ποτέ
7. προσενεγκάμενος ἑφθὸν ἔχον πέπερι ἐσχάτως ὠδυνήθη· καὶ
8. τὸν χυλὸν δὲ τῆς ἑφθῆς τήλεως ἅμα μέλιτι λαβὼν ἱκανῶς
9. παρωξύνθη. στοχασάμενος οὖν ἐγὼ χυμοὺς δακνώδεις ἐν
10. αὐτοῖς τοῖς χιτῶσι τῶν ἐντέρων ἀναπεπῶσθαι, συνδιαφθείροντας
11. ἑαυτοῖς τά τε κάτωθεν ἐνιέμενα καὶ τὰ διὰ τοῦ
12. στόματος λαμβανόμενα, δύσφθαρτον αὐτῷ τροφὴν δούς.
13. εἶτ’ ἰδὼν ὀδυνώμενον ἔγνων χρῆναι τὴν κακοχυμίαν ἐκκαθαίρειν.
14. ὄντος δ’ ἀρίστου πρὸς τὰς τοιαύτας κακοχυμίας
15. φαρμάκου τοῦ διὰ τῆς ἀλόης, ὃ καλοῦσιν ἤδη συνήθως
16. πικρὰν, ἀθρόως μὲν οὐκ ἐτόλμησα καθαίρειν αὐτὸν τὸν
17. ἄνθρωπον, ὑπό τε τῆς ὀδύνης καὶ τῆς ἐνδείας καθῃρημένον
18. ἤδη που δυοῖν μηνῶν. ἐκ διαστημάτων δὲ τινων σύμμετρον
1. τοῦτ’ ἐργαζόμενος ἡμέρας ὡς οἶσθά που πεντεκαίδεκα τελέως
2. ἰασάμην αὐτὸν οὐδὲν οὐκέτι αὐτῷ προσαγαγὼν ἄλλο
3. βοήθημα. οὗτος μὲν οὖν ἐν ἐκείνῳ τῷ χρόνῳ πρῶτον
4. οὕτως ἠνωχλεῖτο, μηδέπω πρότερον ἀλγήσας ἔντερα. νεανίσκος
5. δέ τις ἐγγὺς ἐκείνῳ τὴν ἡλικίαν, οὐκ ὀλιγάκις ἔμπροσθεν
6. ἠνωχλημένος ὑπὸ κωλικῶν ἀλγημάτων, ἐκαθάρθη λαβὼν
7. σκαμμωνίας ὀπόν. ἀξιολόγου δὲ τῆς καθάρσεως γενομένης,
8. ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν λουσάμενος εἰς ἑσπέραν καὶ
9. λαβὼν πτισάνης χυλὸν πρῶτον, εἶτ’ ἐπιφαγὼν ἰχθύας ἤμεσε
10. τὰ ληφθέντα διὰ νυκτός. ἐν δὲ τῇ δευτέρᾳ λουσάμενος ἔφαγε·
11. πρῶτον μὲν θριδακίνης, εἶτα κρεῶν ὀρνιθείων ἑψομένων ἐν
12. λευκῷ ζωμῷ· κᾄπειτα προσηνέγκατο χόνδρον, ἐξ ὕδατος
13. ἐπιβαλὼν οἶνον αὐστηρόν. μετρίως δὲ διάγειν δόξας ἐπ’
14. αὐτοῖς, διῃτήθη μὲν καὶ τῇ τρίτῃ τῶν ἡμερῶν παραπλησίως,
15. ἐξέδωκε δὲ ἡ γαστὴρ αὐτοῦ μετὰ τοῦ δηχθῆναι πλείω τῆς τῶν
16. ἐδεσμάτων ἀναλογίας. εἶτα κατὰ τὴν τετάρτην ἡμέραν ἔτι
17. καὶ μᾶλλον ὠδυνήθη τὰ κατὰ τὴν γαστέρα· καὶ δόξας ἐν τῷ
18. βαλανείῳ που λεληθότως ἐψῦχθαι, πηγάνινον ἔλαιον ἐνεθεὶς,
1. ὠδυνήθη τε σφοδρότερον καὶ μετὰ ταῦτα ἐξέκρινεν ὑγρὸν διαχώρημα
2. πάμπολυ, σαφῶς ἐνδεικνύμενον ὡς κᾀκ τοῦ σώματος
3. ὅλου τι φέρεται πρὸς τὰ κατὰ τὴν γαστέρα χωρία. κᾄπειθ’
4. ἑξῆς ἐκ περιόδων ὁμοίως ἠνωχλεῖτο. πειθόμενοι δ’ ἡμεῖς
5. αὐτῷ τὰ συμπτώματα, τὴν βλάβην ἐκ τῆς σκαμμωνίας
6. ἔγνωμεν ἐν ἐκείνοις μάλιστα γεγονέναι τοῖς ἐντέροις, ἃ καὶ
7. πρότερον ἦν ἀσθενῆ, ὥσθ’ οἷον ῥευματικήν τινα συνίστασθαι
8. διάθεσιν. οἶσθ’ οὖν ὅπως ἰασάμην καὶ τοῦτον
9. ἀποῤῥῖψαι μὲν κελεύσας τὰ κωλικὰ βοηθήματα, τραφῆναι δὲ
10. χόνδρῳ θερμῷ, δι’ ὕδατος ἡψημένῳ, κόκκους ῥοιᾶς ἐμβαλὼν
11. αὐτῷ. κοιμηθεὶς δ’ ὅλῃ τῇ νυκτὶ χωρὶς ὀδύνης ἐθαύμασε
12. δήπου τὸ παράδοξον τῆς βοηθείας, ἠρώτα δ’ ὅ τι χρὴ πιεῖν.
13. ἐδώκαμεν οὖν αὐτῷ πιεῖν ὑδαρῆ ῥοῦ χυλὸν, ὅπως εἴτε τις
14. ἐπιπολῆς εἴη γεγενημένη περὶ τὸ ἔντερον ἑλκώδης διάθεσις
15. ἀποστύψειεν, εἴτε καὶ ῥέῃ τι κατὰ τὸ σύνηθες ἐκ τῶν ἄνω
16. χωρίων εἰς τὸ πεπονθὸς ἀναστείλειεν· ἀρίστῳ τε αὐτῷ χρήσασθαι
17. προσετάξαμεν οὕτως· εἶτ’ εἰς ἑσπέραν δειπνεῖν οἴνων
18. τινὰ τῶν αὐστηρῶν μὲν φύσει, παλαιῶν δὲ, διαβραχέντος
1. ἄρτου καθαροῦ. συνεχωρήσαμεν δὲ καὶ τῶν αὐστηρῶν ὀπωρῶν
2. λαβεῖν ἧς ἂν αὐτὸς ἐθέλῃ μήλων ἢ ἀπίων ἢ ῥοιᾶς.
3. ὁμοίως δὲ καὶ τῇ τρίτῃ τῶν ἡμερῶν διαιτηθεὶς ἐν τῇ τετάρτῃ
4. πιὼν τῆς θηριακῆς, ὑγιὴς τελέως ἐγένετο, καὶ τοῦ λοιποῦ
5. τοῖς συνήθεσι χρώμενος οὐδὲν ἐβλάπτετο. παραπλησίως δὲ
6. ἕτερόν τινα διακείμενον ὥρᾳ θέρους, ἐπειδὴ διψώδης ἱκανῶς
7. ὑπῆρχε πρὸς τοῖς ἄλλοις τοῖς εἰρημένοις καὶ ψυχρῷ ποτῷ
8. συνεχώρησα χρῆσθαι. μὴ τοίνυν ζήτει σημεῖα τοιαῦτα καθ’
9. ἑκάστην διάθεσιν, οἷα πλευρίτιδός ἐστιν ἢ δυσεντερίας. ἐπιστημονικὴ
10. μὲν γὰρ ἡ τῶν τοιούτων νοσημάτων διάγνωσις,
11. ὡρισμένοις σημείοις γνωριζομένη, στοχαστικὴ δὲ ἡ τῶν ἀρτίως
12. εἰρημένων καὶ μόνοις τοῖς ἀκριβῶς ἐπισταμένοις ἑκάστου νοσήματος
13. τὴν οἰκείαν θεραπείαν εὑρίσκεσθαι δυναμένη. ὥστ’
14. ἐπεὶ περὶ ταύτης πρόκειται νῦν λέγειν, αὐτὴ καθ’ ἑαυτὴν
15. περαινέσθω, μὴ προσαπτομένων ἡμῶν τῆς διαγνώσεως τῶν
16. διαθέσεων· καὶ μάλισθ’ ὅταν ἐκ στοχαστικῶν ἀρχομένη σημείων
17. συνάπτηται τῇ τῶν ὠφελούντων ἢ βλαπτόντων διαγνώσει.
18. τὴν γὰρ ἐν τούτοις μέθοδόν τε καὶ γυμνασίαν ἐν ταῖς
1. τῶν νοσημάτων διαγνώσεσιν ἰδίᾳ ποιούμεθα καθ’ ἑαυτὴν, ἵνα
2. τεχνωθείς τις εὑρίσκῃ καθ’ ἕκαστον ἄῤῥωστον, ὥσπερ καὶ
3. ἡμεῖς τά τε πεπονθότα μόρια καὶ τὰς διαθέσεις αὐτῶν.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 12.7, ed. Kühn, 1825, vol. 10, p. 850-861. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:12.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩