ΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΣ ΜΕΘΟΔΟΥ
ΒΙΒΛΙΟΝ Ν.
1. Δύο μὲν ἤδη γένη νοσημάτων ὅπως ἄν
2. τις ἰῷτο μεθόδῳ δεδήλωται· τὸ μὲν ἕτερον, ἡ δυσκρασία, παλαιὰν
3. ἔχουσα προσηγορίαν, τὸ δ’ ἕτερον ὑφ’ ἡμῶν ὠνομασμένον,
4. ἡ τῆς συνεχείας λύσις. ὑπὲρ ἧς πρώτης γράψαντες
5. ἐν τῷ τρίτῳ καὶ τετάρτῳ καὶ πέμπτῳ καὶ ἕκτῳ τῶνδε τῶν
6. ὑπομνημάτων, ἐφεξῆς αὐτῇ τὰ κατὰ δυσκρασίαν γιγνόμενα
7. μέχρι τοῦ δωδεκάτου διήλθομεν. ἐν δὲ τῷδε τῷ τρισκαιδεκάτῳ
8. τῆς ὅλης πραγματείας ὄντι περὶ τῶν παρὰ φύσιν ὄγκων
9. ἀρξόμεθα λέγειν, ἐν οἷς δηλονότι κατὰ μέγεθος ἐξίσταται τὰ
1. μέλη τοῦ κατὰ φύσιν. ὑγείαν δὲ καλεῖν ἢ κατὰ φύσιν οὐ
2. διοίσει πρός γε τὰ παρόντα. πολλῶν δὲ κατ’ εἶδος ὄντων ἐν
3. αὐτοῖς παθῶν, περὶ πρώτης ἐροῦμεν τῆς φλεγμονῆς. ἄμεινον
4. γὰρ ἀπὸ ταύτης ἄρξασθαι διά τε τὸ συνεχέστατα γίγνεσθαι
5. καὶ πυρετούς τε καὶ ἄλλα συμπτώματα ἐργάζεσθαι
6. σφαλερώτατα. λεγόντων δὲ πολλάκις τῶν παλαιῶν φλεγμονὴν
7. τὴν φλόγωσιν, ἰστέον νῦν ἡμᾶς οὐ περὶ ταύτης διέρχεσθαι
8. τῆς φλεγμονῆς, ἀλλ’ ἥτις ἅμα τῇ φλογώσει καὶ τάσιν
9. ἔχει περὶ τὸ μόριον, ἡμῖν θ’ ἁπτομένοις φαινομένην αὐτῷ
10. τε τῷ κάμνοντι διὰ τῆς ἰδίως ὀνομαζομένης συναισθήσεως.
11. οὐδὲν δ’ ἧττον τῆς τάσεως ἀντίτυπόν ἐστι τὸ φλεγμαῖνον
12. μόριον ἐν ὄγκῳ τε μείζονι τοῦ κατὰ φύσιν· ὀδύνη δ’ αὐτῷ
13. σύνεστιν ἤτοι γ’ ἐλάττων ἢ μείζων· ἐνίοτε δὲ καὶ μετὰ
14. σφυγμοῦ συναισθήσεως, ὅταν ἐπιπλέον αὐξηθῇ τὸ νόσημα,
15. καὶ μάλισθ’ ἡνίκα ἐκπυΐσκεται. οὕτω δὲ καὶ τὸ καλούμενον
16. ἔρευθος ἤτοι γ’ ἧττον ἢ μᾶλλον. ἀεὶ δὲ πάντως ἐστὶν ἐν
17. τοῖς φλεγμαίνουσι μορίοις· ὥστε κᾂν ἐν τῷ τοῦ ποδὸς
1. ἴχνει, κᾂν κατὰ τὸ τῆς χειρὸς ἔνδον γένηται μεγάλη
2. φλεγμονὴ, καὶ ταῦτα φαίνεσθαί πως ἑαυτῶν ἐνίοτε
3. ἐρυθρότερα.