Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 13.12, ed. Kühn, 1825, vol. 10, p. 905-906. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:13.12

7. Καὶ μὴν καὶ τὸ ψύχειν καὶ στύφειν ἐν ἀρχῇ
8. τὰ φλεγμαίνοντα χωρὶς τῆς περὶ τῶν πεπονθότων ἐνδείξεως
9. οὐ μᾶλλον ὠφελείας ἢ βλάβης αἴτιον. ἐπὶ μὲν γὰρ τῶν κατὰ
10. τὸ κῶλον μορίων ἀρκεῖ καὶ σπόγγον ἐπιθεῖναι, βρέξαντας
11. ἤτοι γε ὕδατι ψυχρῷ μικρὸν ὄξους μιγνύντας ἢ ὕδατι μόνῳ·
12. καθάπερ γε καὶ οἴνῳ τινὶ τῶν αὐστηρῶν. ἥπατος δ’ ἀρξαμένου
13. φλεγμαίνειν οὐδεὶς ἂν χρήσαιτο τούτων οὐδενὶ νοῦν
14. ἔχων ἄνθρωπος· ἀλλ’ οὐδ’ εἰ μήλινον ἐπιβρέξαις ἢ μύρσινον,
15. ἢ μαστίχινον, ἢ νάρδινον, ἢ σχίνινον, ἤ τι τῶν στυφόντων
16. ἐλαίων ἢ καὶ τῶν ἄλλων ἐναφεψήσας ἀψίνθιον, οὐδὲ
17. τούτων οὐδὲν ἁρμόττει ψυχρὸν, ὥσπερ οὐδὲ κατάπλασμα
18. ψυχρὸν οὐδέν. ἀλλὰ μῆλα μὲν ἐναφεψῶν οἴνῳ, καὶ μάλιστα
1. κυδώνια, κατάπλασμα σκευάσοις δι’ αὐτοῦ, φλεγμονῆς ἥπατος
2. ἔτι ἀρχομένης, ψυχρὸν δ’ οὐδὲ τοῦτο προσοίσεις· ὥσπερ οὐδὲ
3. τὸ ἔλαιον ἐσκευασμένον, ὡς εἴρηται, τοῖς ὀφθαλμοῖς ἢ τοῖς
4. ἐν τῷ στόματι μορίοις ἀρχομένοις φλεγμαίνειν. ὠτὶ δὲ κᾂν
5. ὄξος ἐγχέῃς μετὰ ῥοδίνου, βλάψεις οὐδέν. ἀλλ’ οὐκ ὀφθαλμοῖς
6. γε φλεγμαίνουσιν ἀγαθὸν τοῦτο, καθάπερ οὐδὲ τὸ διὰ
7. μόρων φάρμακον ἤ τι τῶν στοματικῶν ὀνομαζομένων ἄλλο·
8. πάντα γὰρ ἀνιαρὰ τὰ τοιαῦτα τοῖς ὀφθαλμοῖς, καίτοι κατὰ
9. τὸ γένος ὄντα τῆς ἐνδείξεως. ἀδένων δὲ φλεγμαίνειν ἀρχομένων
10. ἤρκεσε πολλάκις ἔλαιον μόνον θερμόν.

Cliquer un n° de page pour en afficher l’image