Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 13.14, ed. Kühn, 1825, vol. 10, p. 907-909. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:13.14

10. Ἐκκενοῦσθαι μὲν δήπου χρὴ τοῦ ἥπατος
11. ὅσον ἀθροίζεται κατ’ αὐτὸ τοῦ τε πικροχόλου χυμοῦ
12. καὶ τῶν ἐκ τῆς φλεγμονῆς ἰχώρων. τοῦτο δ’ οὐκ ἂν γένοιτο
13. χωρὶς τοῦ διαῤῥύπτεσθαι μὲν τὰ κατὰ τὸ σπλάγχνον ἀγγεῖα,
14. τὸν δ’ εἰς τὴν νῆστιν καθήκοντα πόρον ἀναστομοῦσθαι. χόνδρος
15. οὖν ἐμπλάττων μὲν τοῦτον, ἐμπλάττων δὲ τὰ κατὰ τὸ
16. ἧπαρ ἀγγεῖα καὶ μάλιστα τὰ πέρατ’ αὐτῶν, κωλύει τήν τε
17. χολὴν εἰς τὸ ἔντερον ὑπιέναι καὶ τὴν τροφὴν εἰς ὅλον ἀναδίδοσθαι
18. τὸ σῶμα. χρεία τοίνυν ἐστὶ τῶν ἐκφραττόντων
1. ἐδεσμάτων τε καὶ φαρμάκων αὐτῷ τε τῷ ἥπατι καὶ τῷ τοῦ
2. χοληδόχου πόρου στόματι. τὰ δὲ τοιαῦτα πάντα γλίσχρα μὲν
3. ἥκιστ’ ἐστὶ, λεπτὰ δὲ ταῖς συστάσεσι καὶ δακνώδη ταῖς ποιότησιν.
4. ἀλλὰ πάλιν ὑπὸ τούτων δακνόμενα τὰ φλεγμαίνοντα
5. παροξύνεται καὶ διὰ τοῦτο δεόμεθα τῶν ἄνευ τοῦ δάκνειν
6. αὐτὰ ῥυπτόντων, οἷόν πέρ ἐστι καὶ τὸ μελίκρατον. ἀλλ’ ἴσμεν
7. ὅτι τὰ γλυκέα πάντα καὶ σπλῆνα καὶ ἧπαρ ἐπὶ πλεῖστον ἐξαίρει.
8. λοιπὴ τοίνυν ἄμεμπτος ὡς ἐν ἐδέσματι μὲν ἡ πτισάνη·
9. χωρὶς γὰρ τοῦ δάκνειν ῥύπτει· ὡς ἐν φαρμάκοις δ’ ὀξύμελι
10. μεθ’ ὕδατος κεραννύμενον. καὶ γὰρ καὶ ἡ ῥόα καὶ τὸ μῆλον
11. ὅσα τ’ ἄλλα στύφει, συνάγοντα τοῦ χοληδόχου πόρου τὸ
12. στόμα, κωλύει τὴν χολὴν ἐκκρίνεσθαι· καὶ διὰ τοῦτο βλάπτει
13. φλεγμονὰς ἥπατος, καὶ μάλισθ’ ὅταν ἐν τοῖς σιμοῖς ὦσι μέρεσι
14. τοῦ σπλάγχνου· πρὸς γὰρ τῇ διὰ φλεγμονὴν στενοχωρίᾳ καὶ
15. ἡ ἐκ τῶν στυφόντων τε καὶ γλίσχρων ἐδεσμάτων προσέρχεται.
16. καὶ τὰ δάκνοντα δὲ μᾶλλον βλάπτει τὰς ἐν τοῖς σιμοῖς φλεγμονάς·
17. ὅσαι γὰρ ἐν τοῖς κυρτοῖς αὐτοῦ μέρεσι γίγνονται,
18. φθάνει μεταβεβλημένα πρὸς αὐτὰς ἀφικνεῖσθαι τὰ ληφθέντα 
1. καὶ μήτε τὸ στῦφον ἔτι στύφειν ὁμοίως μήτε τὸ δάκνον δάκνειν
2. μήτε τὸ διὰ γλισχρότητα τοῖς στενοῖς ἀγγείοις ἐμπλαττόμενον
3. ἔτι μένειν ὁμοίως γλίσχρον. ἡ μεταβολὴ δ’ αὐτοῖς
4. διττὴ, τῷ τε προπεπέφθαι καὶ διότι τῷ προϋπάρχοντι κατὰ
5. τὸ σπλάγχνον αἵματι μίγνυται. τοῦ δέ γε σιμοῦ μέρους ἐν
6. ἥπατι φλεγμαίνοντος εὐθὺς μὲν ἀναγκαῖόν ἐστι καὶ τὰς ἐν
7. τῷ μεσεντερίῳ συμφλεγμαίνειν φλέβας· ἀπὸ γὰρ τῆς ἐπὶ πύλας
8. ἅπασαι πεφύκασιν· εὐθὺς δὲ καὶ τὰ προσπίπτοντα τοῖς
9. στόμασιν αὐτῶν ἐπιδείκνυται τὴν ἑαυτῶν δύναμιν.

Cliquer un n° de page pour en afficher l’image