Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 13.15, ed. Kühn, 1825, vol. 10, p. 909-916. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:13.15

10. Ἀρά σοι δοκεῖ σμικρὰ διαφορὰ προσέρχεσθαι
11. τῇ κοινῇ τῶν φλεγμονῶν θεραπείᾳ παρὰ τῶν μορίων;
12. ἐμοὶ μὲν γὰρ μεγίστη φαίνεται, κᾂν εἰ τὴν Θεσσάλειον ἀναισθησίαν
13. ζηλοῦντες οἴονται τὴν κοινὴν ἔνδειξιν ἀρκεῖν μόνην.
14. ἀναμνῆσαι δέ σε βούλομαι καὶ τῆς καλῆς αὐτῶν θεραπείας,
15. ἣν ἐπὶ Θεαγένους ἐποιήσαντο τοῦ Κυνικοῦ φιλοσόφου· ταύτην
16. γὰρ ἔγνωσαν οὐκ ὀλίγοι διὰ δόξαν τἀνθρώπου, δημοσίᾳ
17. διαλεγομένου κατὰ τὸ τοῦ Τραϊανοῦ γυμνάσιον ἑκάστης ἡμέρας.
1. ὁ μὲν οὖν θεραπεύων αὐτὸν ἦν εἷς τῶν Σωρανοῦ
2. μαθητῶν, Ἄτταλος τοὔνομα. κατέπλαττε δὲ ἑκάστης ἡμέρας
3. τὸ ἧπαρ ἀρτομέλιτι, μὴ γινώσκων ὅτι στύφεσθαι μετρίως
4. δεῖται τὸ σπλάγχνον τοῦτο, διότι τῆς θρεπτικῆς δυνάμεως
5. ἀρχὴ τοῖς ζώοις ἐστὶ καὶ τὸ φλεβῶδες γένος ἀπ’ αὐτοῦ
6. πέφυκεν. οὕτως οὖν ἐθεράπευσε τὸ σπλάγχνον, ὡς τοὺς βουβῶνας
7. ἀμίκτῳ καὶ μόνῃ τῇ διὰ τῶν χαλώντων ἀγωγῇ, καταπλάττων
8. μὲν ἀρτομέλιτι, προκαταιονῶν δὲ ἐλαίῳ θερμῷ καὶ
9. τρέφων ἐκ χόνδρου ῥοφήματι. ταῦτα γὰρ ἀρκεῖ τὰ τρία
10. σχεδὸν ἅπασι τοῖς νῦν ἀμεθόδοις Θεσσαλείοις εἰς τὴν τῶν
11. ὀξέων ἴασιν. ἔδοξε δέ μοι κατὰ μόνας εἰπεῖν τῷ Ἀττάλῳ,
12. προσμιγνύναι τι τῶν στυφόντων καὶ μὴ ψιλῇ χρῆσθαι τῇ διὰ
13. τῶν χαλαστικῶν ἀγωγῇ. περὶ μὲν οὖν τῆς τοῦ σπλάγχνου
14. φύσεως οὐκ ἔμελλον ἐρεῖν αὐτῷ· τοῦτο γὰρ ἦν ὄντως ὄνῳ
15. μῦθον λέγειν· ὃ δ’ ᾤμην εἰπὼν πείσειν αὐτὸν, ᾧ καὶ πάντας
16. ἀνθρώπους ὁρῶ τάχιστα πειθομένους, τοῦτο διῆλθον μόνον·
17. ὡς ἡ μακρὰ πεῖρα ἐδίδαξε τοὺς ἰατροὺς θεραπεύειν ἧπαρ ὕλῃ
18. φαρμάκων μικτῇ· γεγραμμένην δ’ αὐτὴν εὑρήσεις ἐν τοῖς θεραπευτικοῖς
1. γράμμασι τῶν ἰατρῶν. ἐὰν οὖν σοι δοκῇ, μῖξον,
2. ἔφην, ἀψινθίου τι τῆς κόμης μὲν ἀκριβῶς κεκομμένης τῷ
3. καταπλάσματι, τῆς πόας δ’ ὅλης τῷ ἐλαίῳ, καθάπερ ὁρᾷς
4. ἄλλους ἐναφέψοντας αὐτῷ μετρίως. τῷ καταπλάσματι δὲ
5. μυροβαλάνου πίεσμα καὶ ἴριν καὶ σχίνου τὸ ἄνθος ἢ τῆς
6. ναρδίτιδος βοτάνης τὴν ῥίζαν ἢ κυπέρου μῖξον· οὐ χεῖρον δὲ
7. καὶ δι’ οἴνου ποτ’ αὐτὰ κατασκευάσαι καὶ μῖξαι ποτὲ τῆς
8. ἰλύος αὐτοῦ, καί τι τῶν στυφόντων ἐναφεψῆσαι μήλων, ὁποῖα
9. τὰ κυδώνιά τε καὶ στρούθια καλούμενα καὶ ταῦτα δὴ τὰ πλεονάζοντα
10. κατὰ τὴν Ῥωμαίων πόλιν, ἃ προσαγορεύουσι κεστιανά.
11. τὸ δ’ ἔλαιον, ὁρῶ γάρ σε καὶ τοῦτο μιγνύντα, μὴ
12. τὸ τυχὸν ἔστω, ἀλλ’ ἤτοι τὸ ἀπὸ τῆς Ἱσπανίας ἢ τὸ Ἱστρικὸν,
13. ἢ τὸ ὀμφάκινον, ἢ σχίνινον, ἢ μύρτινον, ἢ μήλινον, ἢ
14. νάρδινον μύρον. πολλὴν δὲ καὶ ἄλλην ἔφην ὕλην ἄφθονον
15. εἶναι τῶν ἐναφεψεῖσθαι δυναμένων. καὶ γὰρ σχίνου τοὺς
16. ἁπαλοὺς κλῶνας καὶ μυρσίνης καὶ βάτου καὶ ἀμπέλου καὶ
17. μᾶλλον τῆς ἀγρίας, ἀφ’ ἧς καὶ τὴν οἰνάνθην καλουμένην
18. λαμβάνομεν. οὐ χεῖρον δ’ ἂν εἴη καὶ τὸ Ἀττικὸν ὕσσωπον
1. τῷ τε καταπλάσματι καὶ ταῖς κηρωταῖς μιγνύναι· καὶ γὰρ καὶ
2. κηρωτάς τινας ἐξ ὕλης τοιαύτης αὐτῷ αὐτῷ συνεβούλευον ἐπιτιθέναι
3. μετὰ τὸ κατάπλασμα. καὶ συνάπτειν γ’ ἐπειρώμην ἐφεξῆς
4. αὐτῷ τὴν ὅλην ἀγωγὴν, ἵνα καὶ τὰ καλούμενα πρὸς τῶν
5. ἰατρῶν ἐπιθέματα διὰ μικτῆς ὕλης σκευάζῃ. βέλτιον γὰρ,
6. ἔφην, ἐστὶν ἀρθέντος τοῦ καταπλάσματος ἐπικεῖσθαί τι τῷ
7. σπλάγχνῳ. καὶ ὁ Ἄτταλος ὑποτεμνόμενός μου τὸν λόγον, εἰ
8. μὴ σφόδρα σ’ ἐτίμων, ἔφη, τούτων οὐδενὸς ἂν ἠνεσχόμην·
9. ἐν οἷς γὰρ ἐναυάγησαν οἱ πρόσθεν ἰατροὶ, πρὶν τὴν ὄντως
10. ἰατρικὴν ὑπὸ τῶν ἡμετέρων εὑρεθῆναι, ταῦτά μοι συμβουλεύεις
11. ὥσπερ οὐκ εἰδότι. τρεῖς οὖν ἡμέρας ἢ τέσσαρας, ἔφη,
12. συγχώρησόν μοι προνοήσασθαι τοῦ Θεαγένους ὡς ἐγὼ βούλομαι,
13. καὶ θεάσῃ τελείως αὐτὸν ὑγιαίνοντα. τί οὖν, ἔφην, ἐὰν
14. ἐξαίφνης ἱδρώτων ὀλίγων καὶ τούτων γλίσχρων ἐπιφανέντων
15. ἀποθάνῃ, μνημονεύσεις ὧν ὑπέσχου καὶ μεταθῇ τοῦ λοιποῦ;
16. καταγελῶν ἐπὶ τούτοις ὁ Ἄτταλος ἐχωρίσθη, μηκέτ’ ἀποκρινόμενος
17. μηδὲν, ὥστ’ οὐδὲ περὶ τοῦ χόνδρου τι συμβουλεῦσαί
18. μοι συνεχώρησεν, οὐδ’ ὅτι δεήσει τῶν οὐρητικῶν φαρμάκων
1. μιγνύναι τῷ ὕδατι μικρὸν ὕστερον, ἐπειδὴ τὰ κυρτὰ τοῦ
2. ἥπατος ἐπεπόνθει. καθάπερ γὰρ τὰ σιμὰ διὰ τῆς γαστρὸς
3. ἐκκενωτέον ἐστὶν, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, οὕτω τὰ
4. κυρτὰ διὰ τῶν μετρίως οὐρητικῶν φαρμάκων, οἷόν ἐστι τὸ
5. σέλινον. ἐν δὲ τῷ χρόνῳ προϊόντι πεττομένης ἤδη τῆς φλεγμονῆς
6. καὶ τοῖς ἰσχυροτέροις ἐγχωρεῖ χρήσασθαι, τῷ ἀσάρῳ
7. καὶ τῇ Κελτικῇ νάρδῳ καὶ τῷ καλουμένῳ φοῦ καὶ πετροσελίνῳ
8. καὶ σμυρνίῳ καὶ μήῳ· καθάπερ γε καὶ διὰ τῆς
9. γαστρὸς κενοῦν, εἰ τὰ σιμὰ πεπόνθασι, κνίκον μιγνύντα τοῖς
10. ἐδέσμασι καὶ ἀκαλήφην καὶ λινοζῶστιν, ἐπίθυμόν τε καὶ πολυπόδιον
11. καὶ πάνθ’ ὅσα μετρίως ὑπάγει. ἔτι δὲ μᾶλλον ἐν ταῖς
12. παρακμαῖς αὐτοῖς τε τούτοις χρῆσθαι θαρσαλεώτερον ἢ πρόσθεν,
13. ὅσα τε τούτων ἐστὶ σφοδρότερα, τὰ μὲν ἐναφέψοντας
14. τῇ πτισάνῃ, τὰ δὲ κόψαντας, ὡς χνοώδη γενέσθαι· διδόναι δὲ
15. καὶ ταῦτα διὰ πτισάνης ἢ μεθ’ ὕδατος. ἐγὼ γοῦν καὶ πολυποδίου
16. τι ποτὲ συνέψησα τῇ πτισάνῃ καὶ μέλανος ἐλλεβόρου
17. φλοιόν. καὶ διὰ τῶν κλυσμάτων δὲ κενοῦν αὐτοὺς προσῆκεν,
18. ἐν ἀρχῇ μὲν ἀρκουμένους ἁλσὶν ἢ νίτρῳ ἢ ἀφρονίτρῳ μεμιγμένοις 
1. τῷ μελικράτῳ· κατὰ δὲ τὰς παρακμὰς καὶ μάλιστα ἐὰν
2. σκιῤῥῶδές τι καταλείπηται τῆς φλεγμονῆς, ἰσχυρότερα μιγνύντας
3. φάρμακα· τὸ γοῦν ὕσσωπον ἐναφεψόμενον τῷ ὕδατι
4. τηνικαῦτα καὶ τὴν ὀρίγανον καὶ τὴν κολοκυνθίδα καὶ τὸ λεπτὸν
5. κενταύριον. ἐπιτηδειότατα γάρ ἐστι σκιῤῥωθῆναι τὰ
6. δύο σπλάγχνα, τό θ’ ἧπαρ καὶ ὁ σπλὴν, ἐὰν ἀμελήσῃ τις
7. αὐτῶν ἢ τοῖς γλίσχροις ἐδέσμασι χρήσηται, καθάπερ καὶ ὁ
8. Ἄτταλος ἐπὶ τοῦ Θεαγένους ἑκάστης ἡμέρας χόνδρον προσφέρων
9. καὶ μηδὲν διδοὺς τῶν ἐκφραττόντων τε καὶ ῥυπτόντων.
10. ἀλλὰ τό γε συμβὰν τῷ Θεαγένει, μᾶλλον δὲ τῷ Ἀττάλῳ, καιρὸς
11. εἰπεῖν. ὡς γὰρ ὑπέσχετό μοι, μετὰ τρεῖς ἡμέρας ἐπιδείξειν
12. τὸν ἄνδρα τῆς φλεγμονῆς τοῦ ἥπατος ἀπηλλαγμένον, ὁ
13. μὲν ἔτι δὴ καὶ μᾶλλον ἐπὶ πλεῖστόν τε κατήντλει τὸ σπλάγχνον
14. ἐλαίῳ θερμῷ· κατέπλαττέ τε συνεχέστερον ἐκ τῆς ἐπιμελείας
15. ἐλπίζων αὑτῷ προχωρήσειν τὰ τῆς θεραπείας ἄμεινον,
16. ἀπεκρίνατό τε πυνθανομένοις γαυριῶν ὑπὲρ τοῦ· Θεαγένους
17. τὰ βελτίω. ἀλλὰ συνέβη γε καθ’ ὃν ἐγὼ τρόπον, ἐξαίφνης
18. ἀποθανεῖν αὐτόν. καὶ τὸ πάντων γελοιότατον, ὁ μὲν
1. Ἄτταλος ἦγέ τινας τῶν ἠρωτηκότων φίλων ὅπως διάγοι, δεῖξαι
2. βουλόμενος αὐτὸν οὕτως ἔχοντα καλῶς ὡς λούεσθαι
3. μέλλειν, ἀγαλλόμενός τε μετὰ πολλῶν εἰσῆλθεν εἰς τὸν οἶκον
4. ἐν ᾧ κατέκειτο· τὸν Θεαγένη δὲ τεθνεῶτα λούειν ἐνεχείρουν
5. ἔνιοι τῶν φίλων, ταῦτα δὴ τὰ νενομισμένα, Κυνικοί τέ τινες
6. ὄντες καὶ ἄλλως φιλόσοφοι. διὸ καὶ μέχρι τοῦ νεκροῦ παραγενέσθαι
7. συνέβη τῷ Ἀττάλῳ μετὰ τοῦ χοροῦ τῶν θεατῶν, ἅτε
8. μηδενὸς ἔνδον οἰμώζοντος. οὔτε γὰρ οἰκέτης οὔτε παιδίον
9. οὔτε γυνὴ τῷ Θεαγένει ἦν, ἀλλ’ οἱ φιλοσοφοῦντες μόνοι
10. παρῆσαν αὐτῷ φίλοι, τὰ μὲν ἐπὶ τοῖς τεθνεῶσι νομιζόμενα
11. πράττοντες, οὐ μὴν οἰμώζειν γε μέλλοντες. οὕτω μὲν ὁ
12. Θεσσάλειος ὄνος εὐδοκίμησεν, ἐπὶ πολλῶν θεατῶν ἐπιδείξας
13. ἀπηλλαγμένον τῆς φλεγμονῆς ἐντὸς τῶν τεττάρων ἡμερῶν, ὡς
14. ὑπέσχετο, τὸν ἄνθρωπον. οἱ δ’ ἄλλοι μεθοδικοὶ μυρίους ἀποκτείνοντες
15. ὁσημέραι τὴν ἀγωγὴν τῆς θεραπείας οὐδέπω καὶ
16. νῦν ὑπαλλάξαι τολμῶσιν, οὐδὲ πειραθῆναί ποτε κᾂν ἅπαξ
17. τῆς τοῖς ἄλλοις ἰατροῖς, οἷς ὄντως ἐσπουδάσθη τὰ τῆς τέχνης
18. ἔργα, γεγραμμένης· οὕτω δευσοποιόν τι πρᾶγμά ἐστιν ἀμαθία
1. σφοδρὰ, καὶ μᾶλλον ὅταν ἀλαζονίᾳ μιχθῇ. τοιοῦτοι μὲν οὖν
2. ἐν ἅπασιν οἱ Θεσσάλειοι.

Cliquer un n° de page pour en afficher l’image