3. Χρὴ δ’ ἡμᾶς φεύγοντας τὰ τοιαῦτα
4. ἁμαρτήματα κᾂν εἰ μηδὲν ἄλλο, ἀλλ’ οὖν τῇ ἐμπειρίᾳ
5. πιστεύειν. ὅπερ ἀεὶ παραινῶ τοῖς ἀγυμνάστοις περὶ τὸν λόγον.
6. ἄμεινον γὰρ αὐτοῖς ἐστι μηδ’ ὅλως ἐξ ἀναλογισμῶν τι
7. λαμβάνειν, ὅταν ἀμαθεῖς τε ἅμα καὶ ἀγύμναστοι τῶν
8. λογικῶν ὦσιν μεθόδων, ἃς νῦν ἡμεῖς γράφομεν. ἡ γάρ τοι
9. τοῦ ἥπατος οὐσία ῥᾷστα σκίῤῥοις ἁλίσκεσθαι πέφυκεν, ἔχουσά
10. τι καὶ φύσει πηλῶδες, ὡς παίζων τις ἔλεγεν ἰατρὸς
11. τῶν καθ’ ἡμᾶς. ἡ δὲ τοῦ σπληνὸς ἀραιοτέρα μέν ἐστι τοῦ
12. ἥπατος, ἁλίσκεται δὲ συνεχέστερον ἐκείνου τῷ σκιῤῥώδει παθήματι
13. διὰ τὴν τῆς τροφῆς ἰδέαν ᾗ χρῆται. δέδεικται γὰρ
14. ὑπὸ τοῦ παχέος αἵματος τρεφόμενος, ὃ καθάπερ τις ἰλύς ἐστι
15. τοῦ καθαρωτέρου καὶ ῥᾷστα γίγνεται μέλαινα χολή· διὸ καὶ
16. μελαγχολικὸν αὐτὸ ἢ μέλαν καλοῦμεν περίττωμα. ταῦτα μὲν
17. οὖν τὰ δύο σπλάγχνα καὶ ἡ ἐμπειρία δείκνυσιν ἐναργῶς ἁλισκόμενα
1. τοῖς σκιῤῥώδεσιν ὄγκοις. οἱ νεφροὶ δὲ τῷ κατακεκρύφθαι
2. λανθάνουσι τὴν ἁφήν· ὅ γε μὴν λόγος ἡμᾶς διδάσκει
3. καὶ τούτους ἑτοίμως ἁλίσκεσθαι σκίῤῥοις· καὶ διὰ τοῦτο
4. τὰς μὲν ἀλύτους τὸ πάμπαν εἶναι νεφρίτιδας, τὰς δὲ δυσλύτους·
5. ἄμφω γὰρ ἔχουσιν οἱ νεφροὶ τὰ λελεγμένα τῶν προειρημένων
6. σπλάγχνων ὑπάρχειν ἑκατέρῳ, τήν τε τῆς οὐσίας
7. ποιότητα καὶ τὴν τῶν διερχομένων ἐν αὐτοῖς περιττωμάτων
8. φαυλότητα. διὸ καὶ οἱ τὰ παχύχυμα τῶν ἐδεσμάτων ἐσθίοντες
9. ἁλίσκονται τῷ τῆς λιθιάσεως πάθει. προορᾶσθαι τοιγαροῦν
10. χρὴ τοσοῦτον μᾶλλον, ὅσον δυσιατότεραι τῶν τριῶν
11. τούτων εἰσὶ σπλάγχνων αἱ σκιῤῥώδεις διαθέσεις, ὅπως μή τις
12. αὐταῖς περιπέσῃ. μάλιστα δ’, ὡς εἴρηται, περιπίπτουσιν οἱ
13. φλεγμηνάντων αὐτῶν ἐδέσμασι χρώμενοι παχεῖς ἢ γλίσχρους
14. χυμοὺς γεννῶσι. καὶ μέντοι καὶ τὰ ἰάματα τῶν τοιούτων
15. παθῶν ὡμολόγηται πᾶσιν εἶναι τὰ τέμνοντα καὶ διαλύοντα
16. καὶ θρύπτοντα, τοῦ γένους μὲν ὄντα δηλονότι τοῦ τῶν
17. ἐκφραττόντων καὶ ῥυπτόντων, ἰσχυρότερά γε μὴν ταῖς δυνάμεσι.
18. μεμάθηκας δ’ ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ
19. τήν τε δύναμιν αὐτῶν καὶ τὴν ὕλην. διὸ καὶ νῦν ὁ
1. λόγος μοι γενήσεται σύντομος ἀρκουμένῳ ταῖς καθόλου δυνάμεσι
2. καὶ μόνῃ τῇ μεθόδῳ μετὰ παραδειγμάτων ὀλίγων. ὅπου
3. γὰρ ἥ θ’ ὕλη τῶν δυνάμεων ἤδη προπαρεσκεύασταί σοι καὶ τὰ
4. συνενδεικνύμενα τὴν θεραπείαν ἔμπροσθεν εἴρηται, καταλείπεται
5. νῦν οὐδὲν ἄλλο, πλὴν τῶν οἰκείων ἑκάστου νοσήματος
6. ἐνδείξεων ἐπιμνησθῆναι. τὰ συνενδεικνύμενα δὴ λέγω δηλονότι
7. δύναμιν καὶ φύσιν καὶ ἡλικίαν καὶ ὥραν καὶ χώραν καὶ
8. ἔθος, ὅσα τ’ ἄλλα τοιαῦτα. καὶ τοίνυν περὶ τῆς ἀπὸ τῶν
9. μορίων ἐνδείξεως ἐφεξῆς ἐρῶ, τὴν ἀρχὴν ἀπὸ τῶν κατὰ τὸ
10. ἧπαρ ποιησάμενος. ἐνδείκνυται γὰρ τοῦτο τὰ μὲν ἔξωθεν
11. ἐπιτιθέμενα κατὰ τὰς φλεγμονὰς αὐτοῦ μικτῆς εἶναι χρῆναι
12. δυνάμεως οὐ μόνον ἐν γενέσει τῆς φλεγμονῆς οὔσης, τοῦτο μὲν
13. γὰρ κοινὸν ἁπασῶν φλεγμονῶν, ὁπότε γε καὶ μόνοις τοῖς
14. ἀποκρουστικοῖς βοηθήμασι κατὰ τὸν χρόνον ἐκεῖνον οὐκ ἄν
15. τις ἁμάρτοι χρώμενος, ἀλλὰ κᾀπειδὰν μήτ’ ἐπιῤῥέῃ μηδὲν ἔτι,
16. μήτε ἀπώσασθαι δυνατὸν ᾖ τὸ ἐν τῷ φλεγμαίνοντι μορίῳ
17. περιεχόμενον. γίγνεται γὰρ καὶ τοῦτο διὰ πλείους αἰτίας. ἐν
18. ἀρχῇ μὲν οὖν ὀλίγον τε τὸ ἐπιῤῥέον ἐστὶ καὶ λεπτότερον ὡς
1. τὸ πολύ· ἐνίοτε δὲ καὶ ἡ κατ’ αὐτὸ τὸ δεχόμενον μόριον ἰσχυροτέρα
2. δύναμις, ὡς ἂν μηδέπω κεκμηκυῖα καὶ τὸ περιεχόμενον
3. αὐτὸ κατὰ τὸ φλεγμαῖνον οὐδέπω βιαίως ἐσφηνωμένον.
4. ἀκμαζούσης δὲ τῆς φλεγμονῆς τό τε περιεχόμενον αἷμα πολὺ
5. καὶ πολλάκις παχύτερον, ἐσφηνωμένον τε σφοδρῶς, ἥ τε τοῦ
6. μορίου δύναμις ἀσθενεστέρα· δεόμεθα δὲ καὶ ταύτης ἰσχυούσης,
7. ὡς ὠθεῖν δύνασθαι τὸ περιττὸν ἀφ’ ἑαυτῆς· ἐπειδὴ
8. τῶν στυφόντων φαρμάκων ἡ δύναμις οὐχ ἱκανὴ τηνικαῦτα
9. τὸ πᾶν ἐργάσασθαι μόνη. συνάγουσα μὲν γὰρ καὶ σφίγγουσα
10. καὶ οἱονεὶ πιλοῦσα καὶ θλίβουσα τὰ σώματα δύναται
11. τὰ λεπτότερα ταῖς συστάσεσιν ὑγρὰ πρὸς τοὺς περικειμένους
12. ἀποπέμπειν τόπους, οὐ μὴν ἄνευ γε τοῦ συνεπισχεῖν
13. τι καὶ τὴν ἐν τῷ πάσχοντι μορίῳ δύναμιν, ἀξιόλογον αὐτοῖς
14. γίνεται τὸ ἔργον. τηνικαῦτα γοῦν ἡ μὲν ἀπὸ τῆς φλεγμονῆς
15. ἔνδειξις τῶν ποιητέων ἐστὶ μία· καλοῦσι δ’ αὐτὴν
16. διαφόρησιν, ἐκκενοῦσαν λόγῳ θεωρητοῖς πόροις τὸν ἐν τῷ
17. φλεγμαίνοντι μορίῳ χυμόν. ἡ δ’ ἀπ’ αὐτοῦ τοῦ μορίου πρὸς
18. τοὐναιτίον ἀντισπᾷ, κελεύουσα φυλάττειν αὐτοῦ τὸν τόνον.
1. ἐπιπλεκομένων οὖν ἀλλήλαις ἐναντίων ἐνδείξεων ἐπιπεπλέχθαι
2. χρὴ καὶ τὸ φάρμακον. μηροῦ δὲ φλεγμαίνοντος, ἢ
3. κνήμης, ἢ πήχεος, ἢ βραχίονος, ἢ καὶ ἐν αὐτοῖς ἀδένων,
4. οὐ δεόμεθα φυλάττειν τὸν τόνον. οὗτος ὁ σκοπὸς ἔστω
5. σοι κοινὸς ἐπὶ πάντων τῶν μορίων, ὧν ἔργον τι τοιοῦτόν
6. ἐστιν, ὡς ὅλῳ τῷ σώματι χρήσιμον ὑπάρχειν.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 13.16, ed. Kühn, 1825, vol. 10, p. 916-920. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:13.16
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩