7. Οὐκοῦν οὐδὲ τὸν σπλῆνα παντάπασι χαλᾷν
8. χρὴ, καὶ γὰρ καὶ οὗτος ἐκκαθαίρει τοῦ ἥπατος ὅσον
9. ἰλυῶδές τέ ἐστι καὶ μελαγχολικὸν, ἐπεὶ δ’ ὑπὸ τοιούτου
10. τρέφεται. καὶ διὰ τοῦθ’, ὅταν ἔμφραξίς τις ἢ φλεγμονὴ
11. κατ’ αὐτὸν γένηται, καὶ μάλιστα ὅταν ᾖ ἐσκιῤῥωμένος, τῶν
12. ἐκφραττόντων καὶ τεμνόντων ἰσχυροτέρων δεῖται. οἷον γάρ
13. ἐστι φάρμακον ἥπατι τὸ ἀψίνθιον, τοιοῦτον τῷ σπληνὶ
14. καππάρεως φλοιός· ὁποῖον δ’ ἥπατι τὸ καλούμενον εὐπατόριον,
15. τοιοῦτον τῷ σπληνὶ τὸ σκολοπένδριον. ὁμοίων μὲν
16. γὰρ δεῖται φαρμάκων κατὰ τὸ γένος ἀμφότερα τὰ σπλάγχνα·
17. τοσούτῳ δ’ ἰσχυροτέρων ὁ σπλὴν, ὅσῳ παχυτέρᾳ χρῆται
1. τροφῇ. σκιῤῥουμένοις οὖν αὐτοῖς αἱ προσήκουσαι τροφαὶ
2. κοιναὶ μὲν τῷ γένει, διαφέρουσαι δὲ τὸ μᾶλλόν τε
3. καὶ ἧττόν εἰσιν. ὅθεν εἰ καὶ δι’ ὀξυμέλιτος ἡ κάππαρις
4. ἐσθίοιτο, χρησίμη μὲν ἀμφοτέροις ἐστὶ τοῖς σπλάγχνοις,
5. ἀλλ’ οὔτ’ ἴση τὸ πλῆθος οὔθ’ ὁμοίως κεκραμένον ἔχουσα
6. τὸ ὀξύμελι· πλείων τε γὰρ αὕτη καὶ δι’ ἀκρατεστέρου τοῦ
7. ὀξυμέλιτος ἐπὶ τοῦ σπληνὸς ὠφελιμωτέρα γίγνοιτ’ ἄν.
8. αὕτη μὲν οὖν ἡ διαφορὰ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον.
9. τῶν δὲ ὁμοίων κατὰ γένος ἢ εἶδος ἢ ὡς ἄν τις ἐθέλοι
10. ὀνομάζειν βοηθημάτων, ἔκ τε τῆς ἐνεργείας αὐτῶν εἴληπται
11. καὶ διαπλάσεως. ἀπὸ δὲ τῆς εἰς τὰ παρακείμενα κοινωνίας,
12. ὅπερ ἐστὶ ταὐτὸν τῇ θέσει, τὸ τὰ μὲν κυρτὰ τοῦ
13. ἥπατος ἐκκαθαίρεσθαι διὰ νεφρῶν, τὰ δὲ σιμὰ διὰ τῆς
14. κάτω γαστρός. ἐπὶ δὲ σπληνὸς τὴν ἑτέραν μόνην εἶναι
15. κένωσιν τῶν περιττῶν, ἡ γὰρ ἐπὶ τοὺς νεφροὺς οὐκ ἔστι
16. τούτῳ τῷ σπλάγχνῳ. διὰ τοῦτ’ οὖν ὅταν φλεγμαίνῃ, τοῖς
17. κατωτερικοῖς ὀνομαζομένοις φαρμάκοις ἐρεθίζομέν τε καὶ
18. διαῤῥύπτομεν αὐτὸν, ὅπως μεθιῇ καὶ χαλάσῃ τὰ περιττά.
1. διττὸς δ’ ὁ τρόπος ἐστὶ τῆς τῶν τοιούτων φαρμάκων χρήσεως.
2. ἐπὶ μὲν τῶν ἀνωτέρω κειμένων διὰ τῶν μὲν ἐσθιομένων
3. καὶ πινομένων, ἐπὶ δὲ τῶν κατωτέρω διὰ κλυστῆρος
4. ἐνιεμένου, ἐπειδὴ τῶν μὲν ἐσθιομένων καὶ πινομένων
5. ἡ δύναμις ἐκλύεται πρὶν ἐπὶ τὰ κάτω μέρη προχωρῆσαι,
6. τὰ δ’ ἐνιέμενα τὴν ἀρχὴν οὐδ’ ἐπαναβῆναι δύνανται
7. πρὸς τὴν νῆστιν· ἀλλ’ εἰ καὶ πάνυ σφόδρα βιάζοιο, τάχ’
8. ἂν ἅψαιο τῶν λεπτῶν ἐντέρων μόνων. καὶ τοῦτ’ οὖν
9. αὐτὸ παρὰ τῆς τῶν μορίων θέσεως ἐδιδάχθημεν, ἐνιέναι
10. μέν τι τοῖς κατωτέρω κειμένοις ἐντέροις, ἄνωθεν
11. δὲ διδόναι τοῖς τ’ ἀνωτέρω καὶ αὐτῇ τῇ γαστρὶ καὶ σπληνὶ
12. καὶ στομάχῳ. λέγω δὲ νῦν στόμαχον, ὅνπερ δὴ καὶ κυρίως
13. ὀνομάζουσιν· ἐνίοτε γὰρ οὕτω καλοῦσι καὶ τὸ στόμα
14. τῆς γαστρός· ὥσπερ ὅταν εἴπωσι συγκόπτεσθαί τινας
15. στομαχικῶς. ἀλλ’ ἐπί γε τοῦ κυρίως ὀνομαζομένου στομάχου
16. καὶ τὰ καταπλάσματα κατὰ τῆς ῥάχεως ἐπιτίθεμεν,
17. οὐκ ἔμπροσθεν, ὥσπερ ὅταν τὸ στόμα τῆς γαστρὸς φλεγμαίνῃ·
18. κατὰ γάρ τοι τῆς ῥάχεως ὁ στόμαχος ἐπίκειται διά
1. τε τοῦ τραχήλου καὶ τοῦ θώρακος φερόμενος κάτω μέχρι
2. τῆς γαστρός.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 13.17, ed. Kühn, 1825, vol. 10, p. 920-923. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:13.17
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩