3. Προσθῶμεν οὖν ἔτι τῆς ἀπὸ τῶν
4. μορίων ἐνδείξεως ὅσα μήπω λέλεκται, καταβάλλοντες προφανέστατα
5. τὴν τῶν Θεσσαλείων αἵρεσιν· οἳ μήτε ἀνατομῆς
6. ἁπτόμενοι μήτ’ ἐνεργείας ἢ χρείας εἰδότες, ὅταν ἴδωσί τινα
7. κροκιδίζοντα καὶ καρφολογοῦντα, τολμῶσιν ὀξυροδίνῳ καταβρέχειν
8. τὴν κεφαλὴν ἡμῖν ἑπόμενοι. διὰ τί γὰρ οὐ τὸν θώρακα
9. μᾶλλον; εἴπερ ἐνδεικτεκῶς μὲν εὑρίσκουσι τὰ βοηθήματα,
10. δυνατὸν δ’ ἐστὶ καὶ τῆς καρδίας πασχούσης φρενιτικὸν γίνεσθαι
11. τὸν ἄνθρωπον. ὁ μὲν γὰρ ἐμπειρικὸς ἐκ τῆς πείρας
12. φησὶ τὴν τῶν τοιούτων βοηθημάτων εὕρεσιν ἐσχηκέναι, τῷ
13. δὲ καὶ ταύτην ἀτιμάσαντι καὶ τὴν τῶν ἐνεργειῶν ζήτησιν φυγόντι
14. πόθεν ἐπῆλθεν ἀντὶ τοῦ θώρακος ἑλέσθαι τὴν κεφαλὴν
15. ἐπὶ τῶν φρενιτικῶν ἐπιβρέχειν· ἀλλὰ τοῦτό γε τὸ ὀξυῤῥόδινον
16. ὃ τῇ κεφαλῇ προσφέρομεν ἐπὶ τῶν φρενιτικῶν, ὥσπερ
17. τις ἔλεγε τῶν ἑταίρων, οὐ μόνον τοὺς ἀμεθόδους Θεσσαλείους,
18. ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐξελέγχει φανερῶς,
1. ὅσοι κατὰ τὴν καρδίαν ἡγοῦνται τὸ ψυχῆς ἡγεμονικὸν ὑπάρχειν.
2. ἰδὼν γοῦν ποτὲ τῶν ἀπ’ Ἀθηναίου τινὰ τὴν
3. κεφαλὴν αἰονῶντα ῥοδίνῳ καὶ ὄξει μεμιγμένοις ἐκώλυον ἀξιῶν
4. ἐπιφέρειν τῷ θώρακι τὸ βοήθημα· βεβλάφθαι μὲν γὰρ τῷ
5. παραφρονοῦντι τὸ ἡγεμονικὸν, εἶναι δ’ ἐν καρδίᾳ τοῦτο κατὰ
6. τὸν Ἀθήναιον, οὔκουν ὀρθῶς αὐτὸν ποιεῖν ἀποστάντα τοῦ
7. θώρακος ἐνοχλεῖν τῇ κεφαλῇ καὶ πράγματα παρέχειν ἀπαθεῖ
8. μορίῳ, νυνὶ μὲν ὀξυῤῥοδίνῳ καταντλοῦντα, νυνὶ δὲ ἀποκείροντα
9. καὶ σπονδύλιον ἢ ἕρπυλλον ἤ τι τοιοῦτον προσφέροντα·
10. καὶ εἰ χρονίζοι τὸ πάθημα καὶ τὸ καστόριον ἢ καὶ
11. νὴ Δία σικύαν· ὅμοιον γὰρ εἶναι τοῦτο τῷ φλεγμαίνοντος
12. μηροῦ τῇ περόνῃ προσάγειν τὸ βοήθημα. καὶ μὲν δὴ κᾀπὶ
13. τῶν ληθαργικῶν οὐδείς ἐστιν ὃς οὐ προσφέρει τῇ κεφαλῇ
14. τὰ βοηθήματα· καὶ τοῦτο γὰρ τὸ πάθος ἐναντίον μέν πώς
15. ἐστι κατὰ τὴν ἰδέαν τῇ φρενίτιδι. γίνεται δ’ ἐγκεφάλου πάσχοντος,
16. ἐν ᾧ τῆς ψυχῆς ἐστι τὸ ἡγεμονικόν. ὅταν μὲν οὖν
17. ὁ πλεονάζων ἐν ἐγκεφάλῳ ψυχρὸς ᾖ χυμὸς, ἀναισθησία τε
18. καὶ ἀκινησία καταλαμβάνει τὸν ἄνθρωπον· ὅταν δὲ θερμὸς,
1. εὐκινησία μᾶλλον, ὡς ἂν εἴποι, τις ἅμα τῇ τοῦ λογισμοῦ
2. βλάβῃ. συμβαίνει γὰρ, ὡς ἐν τοῖς περὶ τούτων δέδεικται λόγοις,
3. διὰ μὲν τὴν ψύξιν ἡ ἀργία, διὰ δὲ τὴν θερμασίαν ἡ ἄμετρος
4. κίνησις, ἐκ δὲ τῆς χυμῶν μοχθηρίας ἡ ἄνοια. φλεβοτομητέον
5. οὖν ἐστιν ἐπὶ τῶν τοιούτων παθῶν κατ’ ἀρχὰς εὐθὺς ἰσχυρᾶς
6. μὲν οὔσης εἰς τοσοῦτον τῆς δυνάμεως ὡς ἐνεγκεῖν ἀλύπως
7. τὴν φλεβοτομίαν, ἑτέρου δὲ μηδενὸς κωλύοντος ὧν ἐν
8. τοῖς περὶ φλεβοτομίας εἴπομεν οἷον ἤτοι πλήθους ὠμῶν
9. χυμῶν ἢ παιδικῆς ἡλικίας ἢ ὥρας ἢ χώρας ἐσχάτως θερμῆς ἢ
10. ψυχρᾶς. τοῦτο μὲν οὖν κοινὸν ἀμφοτέροις τοῖς νοσήμασιν,
11. ὅσα τε μετὰ καταφορᾶς καὶ ὅσα μετ’ ἀγρυπνίας γίνεται. κοινὸν
12. δὲ καὶ τὸ κατὰ τὴν ἀρχὴν ὀξυρόδινον προσφέρειν· ἀπώσασθαι
13. γὰρ χρὴ τῆς κεφαλῆς τὸν χυμὸν, ὁποῖος ἂν εἴη. τὰ
14. δ’ ἐφεξῆς ἐναντία, πραΰνειν μὲν γὰρ προσήκει τὰ μετὰ τῶν
15. ἀγρυπνιῶν, ἐπεγείρειν δὲ τὰ μετὰ τῆς ἀκινησίας. εἰκότως
16. οὖν ἀκμαζόντων αὐτῶν τοῖς μὲν ἀγρυπνιτικοῖς καὶ περικοπτικοῖς
17. νοσήμασι τὰς διὰ μήκωνος κωδειῶν ἐπιβροχὰς
18. προσοίσομεν, ὀσφρανοῦμέν τε καὶ διαχρίζομεν, ἤτοι
1. τὰ πτερύγια τῆς ῥινὸς ἐκ τῶν ἔνδοθεν μερῶν ἢ τὸ μέτωπον
2. ὁμοίοις φαρμάκοις. καρῶσαι γὰρ χρὴ καὶ ναρκῶσαι ποιῆσαι
3. τὸ ἡγεμονικὸν, ἐμψύχοντα δηλονότι τὸν ὑπερτεθερμασμένον
4. ἐγκέφαλον. ἐπὶ δὲ τῶν ἐναντίων παθῶν ἐπεγεῖραι καὶ τεμνεῖν
5. καὶ θερμῆναι προσήκει τὸ πάχος τοῦ λυποῦντος χυμοῦ, ὅστις
6. ἄνευ μὲν τοῦ σήπεσθαι καταφορὰς βαθείας ἐργάζεται, χωρὶς
7. πυρετῶν, ἃς ὀνομάζουσιν ἀποπληξίας καὶ κάρους καὶ κατοχάς.
8. εἰ δὲ καὶ σήποιτό ποτε, μετὰ πυρετοῦ γίνεται τὰ
9. τοιαῦτα καὶ καλεῖται τὸ τοιοῦτο νόσημα λήθαργος. ἐναφεψοῦντες
10. οὖν ὄξει θύμον καὶ γλήχωνα καὶ ὀρίγανον, ὅσα τ’
11. ἄλλα τοιαῦτα, τῇ ῥινὶ τῶν οὕτω διακειμένων προσοίσομεν,
12. ὅπως ὁ ἀτμὸς ἐπὶ τὸν ἐγκέφαλον ἀναφερόμενος τέμνῃ τὸ
13. πάχος τοῦ χυμοῦ. μετὰ δὲ ταῦτα καὶ τὸν οὐρανίσκον ἰσχυροῖς
14. καὶ δριμέσι φαρμάκοις χρίσομεν. ἑξῆς δὲ τούτων καὶ
15. πταρμικοῖς χρησόμεθα. καὶ κατὰ τῆς κεφαλῆς ἐπιθήσομεν
16. ὁμοίας δυνάμεις φαρμάκων, ἄχρι καὶ τοῦ νάπυος, ἐπιτείνοντες
17. ἀεὶ τὸ σφοδρὸν αὐτῶν, εἰ χρονίζει τὸ πάθος. ἀλλὰ καὶ ταῖς
18. σικύαις ἐπ’ ἀμφοτέρων χρονιζόντων χρησόμεθα καὶ τῷ καστορίῳ.
1. πέττει γὰρ αὐτὸ καλῶς ἐπὶ προήκοντι τῷ χρόνῳ παραληφθέν.
2. ὥστε κᾀνταῦθα πάλιν εἰς κοινὴν θεραπείαν ἄγεσθαι
3. λήθαργόν τε καὶ φρενίτιδα ἐπὶ τῆς παρακμῆς. ἐν μὲν δὴ
4. τοῖς τοιούτοις πάθεσιν ἐξελέγχονται προφανῶς οἵ τε ἀπὸ
5. τοῦ Θεσσάλου πάντες οἵ τ’ ἐν τῇ καρδίᾳ τὸ ἡγεμονικὸν τῆς
6. ψυχῆς μέρος εἰπόντες ἰατροί. μὴ γὰρ ὅτι τῶν εἰρημένων τινὸς
7. εὐπορῆσαι βοηθημάτων αὐτοῖς ἐστι δυνατὸν, ἀλλὰ μηδὲ ὅτῳ
8. μορίῳ προσφέρειν δεῖ τὰ βοηθήματα. οὐ γὰρ δὴ ὥσπερ ἐπ’
9. ὀφθαλμίας ἢ πλευρίτιδος ἢ συνάγχης αὐτός τε ὁ κάμνων
10. αἰσθάνεται τοῦ πεπονθότος μορίου, ἡμῖν τε διὰ τῆς ἁφῆς
11. καὶ τῆς ὄψεως εἰς γνῶσιν ἥκει, κατὰ τὸν αὐτὸν τρόπον ἐπί
12. τε ληθάργου καὶ φρενίτιδος ἐπιληψίας τε καὶ παραπληξίας
13. καὶ σπασμῶν καὶ τετάνων, ἔτι τε τῆς καλουμένης ἰδίως κατοχῆς.
14. ἐφ’ ὧν ἁπάντων ἡ μὲν ἰδέα τῶν βοηθημάτων ἐκ τῆς
15. τοῦ πάθους φύσεως εὑρίσκεται, τὸ δὲ χωρίον ᾧ μάλιστα χρὴ
16. προσφέρειν αὐτὰ διὰ τοῦ προεγνῶσθαι τὰς ἐνεργείας τε καὶ
17. χρείας τῶν μορίων.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 13.21, ed. Kühn, 1825, vol. 10, p. 928-932. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:13.21
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩