18. Ὅτι δ’ ἀεὶ μεμνῆσθαι χρὴ τῶν συνενδεικνυμένων
1. ἁπάντων, κᾂν παραλειφθῇ ποτε ἐπὶ τῷ λόγῳ, πολλάκις
2. εἴρηται πρόσθεν. ἀλλὰ νῦν γε τὴν ἀπὸ τῶν μορίων
3. ἔνδειξιν μόνην πρόκειται διελθεῖν, οἷον εὐθὺς ἐπὶ τῶν κατὰ
4. τὴν κεφαλὴν, εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν ἔνεστιν ἅπαντι
5. νοῆσαι προχείρως, ὅτι πρόκειται τοῦ ἐγκεφάλου πρῶτον μὲν
6. ἡ παχεῖα μῆνιγξ, ἐοικυῖα ταῖς ἐκτὸς ταύταις βύρσαις· ἐπ’
7. αὐτῇ δ’ ἐστὶ τὸ κρανίον. ἀναγκαῖον οὖν ἐκλύεσθαι τῶν
8. ἐπιτιθεμένων φαρμάκων τὴν δύναμιν, ἐν τοῖς προβλήμασι
9. πυκνοῖς καὶ σκληροῖς οὖσι· καὶ εἰ μὴ ῥαφαὶ κατὰ τὸ τῆς κεφαλῆς
10. ὀστοῦν ὑπὸ τῆς φύσεως ἐγεγόνεισαν, οὐδὲν ἂν μέγα
11. τῶν φαρμάκων οὐδὲν ἤνυσεν ἔξωθεν ἐπιτιθέμενον. ἐπεὶ δὲ
12. καὶ αἱ ῥαφαὶ, καὶ μάλιστα ἡ στεφανιαία, παρίησιν ἔσω ῥᾳδίως
13. οὐ τὰς ποιότητας μόνας τῶν ἐπιτιθεμένων φαρμάκων, ἀλλὰ
14. καὶ τὰς οὐσίας, ὅταν γε ᾖ λεπτομερὴς, εἰκότως πολλὰ τῶν
15. κατὰ τὸν ἐγκέφαλον ὠφελεῖται παθῶν ὑπὸ τῆς τῶν ἔξωθεν
16. ἐπιτιθεμένων φαρμάκων δυνάμεως. ἐγὼ γοῦν ἀπ’ ἐμαυτοῦ
17. πειραθεὶς οἶδα, καταντληθέντος ῥοδίνῳ ψυχρῷ, ταχίστης
18. τε καὶ σαφεστάτης εἴσω διαδόσεως αἰσθανόμενος ἐν τῷ
1. κατὰ τὸ βρέγμα τόπῳ. καὶ μέντοι καὶ διαφορὰ παμπόλλη
2. τοῖς ἀνθρώποις ὁρᾶται πρὸς ἀλλήλους ἐναργῶς ἐπὶ τῆς
3. ῥαφῆς τῆσδε καὶ πρὸ τῆς ἀνατομῆς. ἐθεασάμεθα γοῦν τινων
4. ἐξυρημένων ἔτι ἐν τῷ μασσᾶσθαι σαφεστάτην κίνησιν τῆς
5. συναρθρώσεως τῶν κατὰ τὴν στεφανιαίαν ῥαφὴν ὀστῶν, ὡς
6. εἶναι πρόδηλον ὅτι χαλαρὰ τοῖς ἀνθρώποις ἐκείνοις ἡ σύνθεσις
7. ἦν τῶν ὀστῶν τῆς κεφαλῆς. εἰκότως οὖν κατὰ τοῦτο μάλιστα
8. τὸ χωρίον ἐπιφέρουσιν ἅπαντες ἰατροὶ τὰς ἐπιβροχὰς τῇ
9. κεφαλῇ, κατὰ διαδοχὴν μὲν ἀπὸ τῶν πρώτως εὑρόντων ἐπὶ
10. τοὔργον ἐρχόμενοι, θεώμενοι δὲ καὶ αὐτοὶ, ὅσοι γε προσέχουσι
11. τὸν νοῦν οὐκ ἀργῶς τοῖς γινομένοις, ὅπως μὲν ἡ ῥαφὴ
12. φαίνηται κινουμένη σαφῶς, ὅπως δ’ αἰσθάνωνται κατὰ τοῦτο
13. τὸ μέρος οἱ ἄνθρωποι, τάχιστα θερμαινόμενοί τε καὶ ψυχόμενοι
14. διὰ τῶν ἔξωθεν αὐτοῖς ὁμιλούντων· πρὸς γὰρ αὖ τοῖς
15. ἄλλοις καὶ λεπτότατόν ἐστιν ἐν τούτῳ τῷ μέρει τὸ κρανίον
16. καὶ ἀραιότατον. ὅταν οὖν τινος εἴσω διικνεῖσθαι φαρμάκου
17. τὴν δύναμιν ἰσχυρῶς ἐθελήσῃς, κατὰ τοῦτο μάλιστα τὸ
18. χωρίον ἐπιτίθει. κάλλιον δὲ καὶ μετὰ ἀνατρίψεως αὐτὸ πράττειν,
1. ἀποκείραντα τῶν τριχῶν ἢ ξυρῶντα τελέως· εἰ δ’ ὑγρὸν
2. εἴη τὸ προσφερόμενον, ἐξ ὑψηλοτέρου βάλλοντα καὶ οἷον κατακρουνίζοντα·
3. διικνεῖται γὰρ εἴσω μᾶλλον ὑπὸ τῆς βολῆς
4. ὠθούμενον. ὥσπερ δ’ ἐνταῦθα τὸ σφοδρότερον τῆς βολῆς
5. συμφέρον ἐστὶν, οὕτως ἐπ’ ὀφθαλμῶν ἀλυσιτελές· ἐν κεφαλῇ
6. μὲν γὰρ ὀστοῦν ἐστὶ τὸ πληττόμενον, ἐπὶ ὀφθαλμοῦ
7. δὲ ὑμενώδη τινὰ καὶ ἀσθενῆ σώματα. καὶ κατὰ μὲν τὴν κεφαλὴν
8. ἕτερον μέν ἐστι τὸ πληττόμενον, ἄλλο δὲ τὸ θεραπευόμενον,
9. ὃ τῆς μὲν πληγῆς οὐκ αἰσθάνεται, τῆς δὲ διὰ τὴν βολὴν
10. ἀφικνουμένης εἰς αὐτὸ δυνάμεως ἀπολαύσει· κατὰ δὲ τὸν ὀφθαλμὸν
11. οὐκ ἄλλο μέν τι τὸ πληττόμενον, ἄλλο δὲ τὸ θεραπευόμενόν
12. ἐστιν· ἀλλ’ ὅπερ χρὴ θεραπευθῆναι, τοῦτο καὶ
13. πλήττεται σφοδρῶς. ἔτι τε πρὸς τούτοις τὸ μὲν ὀστοῦν τῆς
14. κεφαλῆς ἀναίσθητόν ἐστιν, αἰσθητικώτερον δὲ μόριον ὁ ὀφθαλμός.
15. ἐγχεῖν οὖν αὐτῷ τὰ φάρμακα, πρῶτον μὲν ἐπαίροντας
16. τὸ ἄνω βλέφαρον, ὡς ὅτι μαλακώτατα, δεύτερον δὲ μὴ
17. καταράσσοντας, καθάπερ ἐπὶ τῆς κεφαλῆς. ἐξευρίσκειν δὲ καὶ
18. αὐτὰ τὰ ἐγχεόμενα μετὰ τῶν φαρμάκων ὑγρὰ, φύσεως ἀδηκτοτάτης.
1. καί μοι δοκοῦσιν οἱ παλαιοὶ μετὰ πολλῆς περισκέψεως
2. ἐπὶ τὸ τῶν ὠῶν ὑγρὸν ἀφικέσθαι, τό τε ἀδηκτότατον αὐτοῦ
3. καὶ τὸ γλίσχρον ἑλόμενοι. διὰ μὲν γὰρ τοῦ μηδ’ ὅλως δάκνειν
4. ὁ προειρημένος αὐτοῖς ἐπληροῦτο σκοπός· διὰ δὲ τοῦ γλίσχρου
5. συντέλειά τις εἰς ἀνωδυνίαν ἐγίγνετο· λεαίνειν γὰρ
6. πέφυκε τὰ τοιαῦτα τῶν ὑγρῶν ἁπάσας τὰς τραχύτητας, ὅσαι
7. διὰ ῥεῦμα γίγνονται δριμύ. καὶ προσέτι μονιμώτερα τῶν ὑδατωδῶν
8. τε καὶ λεπτῶν ὑγρῶν ἐστι τὰ παχέα μετρίως καὶ
9. γλίσχρα. ὅτι μὲν οὖν τὸ χωρὶς τοῦ δάκνειν γλίσχρον, ὅταν
10. καὶ μετρίως ᾖ θερμὸν, ἀνωδυνώτατόν ἐστιν, ἔμαθες δή που
11. κᾀπὶ τῶν κατὰ τὴν γαστέρα δακνωδῶν διαχωρημάτων, ἐφ’
12. ὧν ἐνιέμενον στέαρ εὐθέως πραΰνει τὴν ὀδύνην. ὅτι δὲ καὶ
13. διαμένειν ἄμεινόν ἐστι τὸ τοιοῦτον ὑγρὸν ἐν τῷ πεπονθότι
14. μορίῳ πρόδηλον. ἐπὶ μὲν γὰρ τῶν κατὰ τὴν γαστέρα τὸ
15. κλύζειν συνεχῶς ἀνιαρόν· ἐπὶ δὲ τῶν κατὰ τὸν ὀφθαλμὸν
16. ἀνατείνειν τὸ βλέφαρον. ἥ γε μὴν εὐαισθησία τοῦ μορίου καὶ
17. τὸ λεῖον αἱρεῖσθαι πάντως τὸ μέλλον ἐνίεσθαι καὶ μηδὲν ἐν
18. αὐτῷ ἔχειν τραχὺ καὶ ψαμμῶδες ἐνδείκνυται. διὰ τοῦτ’ οὖν
1. ἐπενοήθη καλῶς ἥ τ’ ἐκ τῶν ὠῶν ὑγρότης καὶ τὸ λελειῶσθαι
2. χρῆναι σφόδρα ἀκριβῶς, ὅσα γε τῶν γεωδῶν σωμάτων ἀναμίγνυται
3. τοῖς ὀφθαλμικοῖς φαρμάκοις. ὅταν γε μὴν
4. ὀδύναι γίγνωνται σφοδραὶ κατ’ αὐτοὺς, ἀναμνησθεὶς ὅσα
5. περὶ γενέσεως ἁπασῶν ὀδυνῶν ἔμαθες, ἐπισκέπτου κατὰ τίνα
6. διάθεσιν ἐξ αὐτῶν ὀδυνᾶσθαι συμβαίνει τὸν ὀφθαλμὸν ἐν
7. ταῖς φλεγμοναῖς, ὑπὲρ ὧν νῦν ὁ λόγος ἐστίν. ἤτοι γὰρ ἐπὶ
8. τὸ δάκνεσθαι σφοδρῶς ἐκ τῆς τῶν ἐπιῤῥεόντων δριμύτητος, ἢ
9. διὰ τὸ τείνεσθαι πεπληρωμένους τοὺς χιτῶνας αὐτῶν, ἢ δι’
10. ἔντασίν τινα παχέων ὑγρῶν ἢ πνευμάτων φυσωδῶν, ὀδύναι
11. γίνονται σφοδραὶ κατ’ αὐτούς. τὰς μὲν οὖν δήξεις διά τε
12. τῶν καθαιρόντων φαρμάκων ἀντισπῶντας κάτω καὶ κενοῦντας
13. θεραπεύειν προσήκει καὶ αὐτῷ τῷ μορίῳ τοῦ ὠοῦ τὸ
14. ὑγρὸν ἐγχέοντας, ὅπως ἀλύπως ἐκκλύζηται σὺν αὐτῷ τὸ
15. δριμὺ ῥεῦμα. προπεπεμμένης δὲ τῆς φλεγμονῆς ἤδη καὶ κενοῦ
16. τοῦ σώματος ὄντος, ἐπιτηδειότατα τούτοις ἐστὶ λουτρά· καὶ
17. γὰρ ἀνώδυνοι παραχρῆμα γίνονται καὶ παύεται τὸ ἐπιῤῥέον
18. ὑγρὸν τοῖς ὀφθαλμοῖς, ἐκκριθέντος μὲν τοῦ πλείστου δι’ ὅλου
19. τοῦ σώματος ἐν τοῖς λουτροῖς, ἐπικερασθέντος δὲ τοῦ λοιποῦ.
1. τὰς δ’ ἐπὶ τῇ πληρώσει τάσεις διά τε κενώσεως αἵματος
2. καὶ γαστρὸς ὑπαγωγῆς καὶ τρίψεως τῶν κάτω μορίων
3. ἰάσασθαι προσήκει· εἰ δ’ ἀναγκαζοίμεθά ποτε, καὶ δεσμοῖς
4. τῶν κώλων, ἔπειτα πυριάσεσιν αὐτοῦ τοῦ φλεγμαίνοντος
5. μορίου, δι’ ὕδατος ποτίμου θερμοῦ συμμέτρως· τὰς δ’ ἐντάσεις
6. προκενώσαντα κᾀπὶ τούτων τὸ πᾶν σῶμα καὶ μέντοι καὶ
7. ἀντισπάσαντα κάτω τὴν ῥοπὴν τῶν χυμῶν. ἑξῆς αὐτοῖς τοῖς
8. τοπικοῖς ὀνομαζομένοις βοηθήμασι θεραπεύειν, οὐ τοῖς ἀποκρουομένοις
9. καὶ ἀναστέλλουσι φαρμάκοις χρώμενον, ἀλλὰ
10. τοῖς διαφοροῦσι. πυριατέον οὖν αὐτοὺς, ὡς ἀρτίως εἴρηται,
11. καὶ τὸ τῆς τήλεως ἐγχυτέον ἀφέψημα, προπλύναντας ἐπιμελῶς
12. τὴν τῆλιν, ὅπως μηδὲν αὐτῇ προσιζηκὸς ἤτοι κόνεως ἢ
13. ψάμμου λάθῃ. διαφορητικὸν γὰρ ἀλύπως ἐστὶ τὸ φάρμακον
14. τοῦτο, πάντων μάλιστα τῶν ὀφθαλμοῖς προσφερομένων.
15. μεμνῆσθαι δὲ χρὴ τῶν κοινῶν παραγγελμάτων ἐπὶ πάντων
16. τῶν κατὰ μέρος. ὧν ἓν καὶ τόδ’ ἐστὶν, ὡς τὰ διαφορητικὰ
17. φάρμακα πλήθους ὄντος ἐν ὅλῳ σώματι μορίοις τισὶ προσφερόμενα
1. πληροῖ μᾶλλον ἢ κενοῖ. ταῦτά τε οὖν καὶ τὰ ἄλλα
2. θεραπεύων νοσήματα καὶ τὰς φλεγμονὰς, ὑπὲρ ὧν νῦν ὁ
3. λόγος ἐστὶ, μηδενὶ θαῤῥήσεις τῶν διαφορητικῶν ὀνομαζομένων
4. βοηθημάτων, πρὶν τῇ τοῦ σώματος ὅλου χρήσασθαι
5. κενώσει. πρόσεχε δὲ κᾀκείνῳ τὸν νοῦν ἐπὶ πάντων παθῶν,
6. οὐ μόνον φλεγμονῶν, ὡς ἐνίοτε τὸ μὲν ὅλον σῶμα μετρίως
7. διάκειται κατά τε ποιότητα καὶ συμμετρίαν χυμῶν· ἓν δέ τι
8. τῶν ὑπερκειμένων ἢ δύο τῷ κάμνοντι μορίῳ τὴν ἑαυτοῦ
9. περιουσίαν ἐκπέμπει· καθάπερ ἀμέλει κᾀπὶ τῶν ὀφθαλμῶν
10. οὐ σπανιάκις, ἀλλὰ καὶ πάνυ πολλάκις ἰδεῖν ἐστι γιγνόμενον,
11. ἐπιπεμπούσης αὐτοῖς τῆς κεφαλῆς τὸ ῥεῦμα. πρόδηλον οὖν,
12. οἶμαι, κᾀπὶ τούτων ἐστὶν ὡς χρὴ τὴν κεφαλὴν ἰάσασθαι προτέραν,
13. εὑρόντα τὴν διάθεσιν αὐτῆς, ᾗ τῶν περιττωμάτων ἡ
14. γένεσις ἕπεται. καὶ τά γε χρονίζοντα τῶν ὀφθαλμῶν ῥεύματα
15. θεραπεύομεν ἀφιστάμενοι μὲν αὐτῶν τῶν ὀφθαλμῶν, ἐπὶ
16. δὲ τὴν τῆς κεφαλῆς ἀφικνούμενοι πρόνοιαν· ἐκ μὲν τοῦ γένους
17. τῶν δυσκρασιῶν οὖσαν, ἐνδεικνυμένην δὲ θεραπείαν ἐναντίαν
18. ἑαυτῇ, καθὸ δέδεικται πρόσθεν. ὡς τὰ πολλὰ μὲν
19. οὖν ἤτοι ψυχρὰ δυσκρασία γίγνεται βλαβερὰ κατὰ τὴν κεφαλὴν
1. ἢ ὑγρά· καὶ δῆλον ὅτι καὶ ἀμφότεραι συνέρχονται.
2. σπανιώτεραι δέ εἰσιν αἱ διὰ θερμότητα δριμὺ ῥεῦμα τοῖς
3. ὀφθαλμοῖς ἐπιπέμπουσαι, καθ’ ἃς οὐ προσήκει τοῖς διὰ θαψίας
4. καὶ τοῦ νάπυος χρῆσθαι φαρμάκοις, ἀλλὰ τοὐναντίον
5. ἅπαν, ἐλαίῳ μὲν ὀμφακίνῳ τε καὶ Ἱσπανῷ καὶ ῥοδίνῳ,
6. λουτροῖς δὲ ποτίμων ὑδάτων πλείοσιν. ἐνίοτε μὲν οὖν ὁ ἐγκέφαλος
7. ἐπιπέμπει τὸ ῥεῦμα· καὶ χρὴ τούτου μὲν τὴν κρᾶσιν
8. ἐπανορθοῦσθαι τοῖς ὅλης τῆς κεφαλῆς ἐπιθέμασιν. ἐνίοτε δὲ
9. τῶν ἀγγείων ἐστὶ τὸ πάθος ἤτοι τῶν φλεβῶν ἢ τῶν ἀρτηριῶν
10. ἀτονωτέρων ὑπαρχουσῶν, ὡς δέχεσθαι τὴν τῶν ἄλλων
11. ἀγγείων περιουσίαν. ἡνίκα ἐκτέμνοντές τι μέρος αὐτῶν ἢ
12. καὶ διατέμνοντες ὅλα μέχρι πολλοῦ βάθους, διαλαμβάνομεν
13. οὐλῇ σκληρᾷ τὰ μεταξὺ διορίζοντες μόρια τοῦ τμηθέντος, ὡς
14. μηκέτ’ εἶναι συνεχῆ, μηδ’ ἐπιῤῥεῖν ἐκ τοῦ ἑτέρου πρὸς τὸ
15. ἕτερον. ἀλλ’ ὅταν γε τῶν ἐν τῷ βάθει κειμένων ἀγγείων τῶν
16. ἄνωθεν ἡκόντων ἅμα τοῖς νεύροις ἐπὶ τοὺς ὀφθαλμοὺς ἢ τὸ
17. πάθημα, τούτων οὐδὲν οἷόν τ’ ἐστὶ πρᾶξαι· διὸ καὶ δυσίατα
18. πάντα τὰ τοιαῦτα ῥεύματα γίγνεται. τὰ δ’ ἔξωθεν ἀγγεῖα
1. καὶ χωρὶς χειρουργίας ἔνεστι ῥῶσαι, φαρμάκοις καταχρίοντα
2. τονωτικοῖς. ἐνίοτε δὲ καὶ θερμὸν αἷμα καὶ ἀτμῶν μεστὸν
3. ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται καὶ πληθύει μάλιστα κατὰ τὰς
4. ἀρτηρίας. ἐφ’ οὗ χρησιμώτατον εὕρηται βοήθημα τοῖς
5. ἰατροῖς ἡ ἀρτηριοτομία. χρὴ δὲ ξυροῦντα τὴν κεφαλὴν ἐπιμελῶς
6. ἅπτεσθαι τῶν τ’ ὀπίσω καὶ καθ’ ἑκάτερον οὖς ἀρτηριῶν
7. καὶ τῶν ἐν τῷ μετώπῳ τε καὶ τοὺς κροτάφους. ὅσοι δ’ αὐτῶν
8. θερμότεραί σοι φαίνονται τῶν ἄλλων εἶναι καὶ μᾶλλον σφύζειν,
9. ἐκείνας τέμνειν· ὅσαι δὲ μικραί τέ εἰσι καὶ ὑπὸ τῷ δέρματι,
10. κᾂν μέρος αὐτῶν ἐκτέμνῃς, ὥσπερ ἐν τοῖς σκέλεσιν ἐπὶ
11. τῶν κιρσῶν εἰώθαμεν πράττειν, ἄμεινον ἐργάσῃ. καὶ τῶν
12. καθ’ ἡμᾶς γέ τις ὀφθαλμικῶν οὐχ ὁ φαυλότατος ἐξέκοπτε
13. τῶν ἐποχουμένων τοῖς κροταφίταις μυσὶν ἀρτηριῶν οὐκ ὀλιγίστην
14. μοῖραν. ὡς τὰ πολλὰ μὲν οὖν ἀνασπᾶται τῆς ἐκτμηθείσης
15. ἀρτηρίας τὰ καταλειπόμενα μόρια πρὸς τὸ συνεχὲς
16. ἀμφοτέρων, καὶ μᾶλλον γίνεται τοῦτο ἐπί τε τῶν μικρῶν
17. ἀγγείων καὶ ἧττον σφυζόντων. εἰ δ’ ἐν τῷ γυμνοῦν φαίνοιτό
1. σοι μέγα τὸ ἀγγεῖον ἢ μεγάλως σφύζοι, ἀσφαλέστερον αὐτῷ
2. βρόχον περιβάλλοντα πρότερον, οὕτως ἐκκόπτειν τὸ μεταξύ.
3. γιγνέσθωσαν δ’ οἱ τοιοῦτοι τῶν βρόχων ἐξ ὕλης δυσσήπτου·
4. τοιαύτη δ’ ἐστὶν ἐν Ῥώμῃ μὲν ἡ τῶν Γαϊετανῶν ὀνομαζομένων,
5. ἐκ μὲν τῆς τῶν Κελτῶν χώρας κομιζομένων, πιπρασκομένων
6. δὲ μάλιστα κατὰ τὴν ἱερὰν ὁδὸν, ἥτις ἐκ τοῦ τῆς
7. Ῥώμης ἱεροῦ κατάγει πρὸς τὰς ἀγοράς. τούτων μὲν οὖν ἐν
8. Ῥώμῃ ῥᾷστον εὐπορῆσαι· καὶ γὰρ εὐωνότατα πιπράσκεται.
9. κατ’ ἄλλην δὲ πόλιν ἰατρεύοντί σοι παρασκευάσθω τῶν νημάτων
10. τι τῶν σηρικῶν ὀνομαζομένων. ἔχουσι γὰρ αἱ πλούσιαι
11. γυναῖκες αὐτὰ πολλαχόθι τῆς ὑπὸ Ῥωμαίων ἀρχῆς, καὶ
12. μάλιστα ἐν μεγάλαις πολέσιν, ἐν αἷς εἰσι πολλαὶ τῶν τοιούτων
13. γυναικῶν. εἰ δὲ μὴ παρείη τοῦτο, τῶν κατ’ ἐκείνην τὴν
14. χώραν ἐν ᾗπερ ἂν ὢν τυγχάνῃς ἐκλέγου τὴν ἀσηπτοτέραν
15. ὕλην, οἵα πέρ ἐστιν ἡ τῶν ἰσχνῶν χορδῶν· αἱ μὲν γὰρ εὔσηπτοι
16. ταχέως ἀποπίπτουσι τῶν ἀγγείων. ἡμεῖς δὲ βουλόμεθα
17. περισαρκωθέντων αὐτῶν ἀποπίπτειν τὸν βρόχον. ἡ γὰρ
18. ἐπιτρεφομένη τοῖς ἀποτετμημένοις μέρεσι τῶν ἀγγείων σὰρξ
1. ἐπίθεμα γίγνεται καὶ μύει τὸ στόμιον αὐτῶν. ἐπειδὰν δὲ
2. φθάσῃ γενέσθαι, καιρὸς ἤδη τοῖς βρόχοις ἀκινδύνως ἀποῤῥυῆναι.
3. τὰς μέντοι φλέβας, ὅτ’ ἄν ποτε ἐκτέμνῃς τι μόριον
4. αὐτῶν, οὐκ ἀναγκαῖον οὕτως ἀσήπτοις ὕλαις διαδεῖν, ἀλλ’
5. ἀρκεῖ καὶ τῶν ἄλλων τις. ἐπὶ μὲν γὰρ τῶν ἀρτηριῶν ἡ διηνεκὴς
6. κίνησις ἀνοίγνυσι τὰ στόματα τῶν τετμημένων ἀγγείων·
7. ἐπὶ δὲ τῶν φλεβῶν, ὅταν ἅπαξ μύσῃ καθ’ ὁντιναοῦν τρόπον
8. ἤτοι πιληθέντα δι’ ἐπιδέσεως ἢ στυφθέντα διὰ φαρμάκων,
9. ἐπιτρέπει τῇ πέριξ σαρκὶ περιφύεσθαι, καὶ μάλισθ’
10. ὅταν ἀκίνητον ἔχῃ τὸ μέρος ὁ χειρουργηθεὶς ἄνθρωπος, ἔτι
11. δὲ μᾶλλον, ἐὰν καὶ ἀνάῤῥοπον ἔχῃ ἐπὶ κενῷ τῷ σύμπαντι
12. σώματι. καὶ γάρ τοι καὶ τοὺς κιρσοὺς οὕτω θεραπεύομεν.
13. ὀνομάζεται δὲ κιρσὸς ἡ ἀνευρυσμένη φλέψ. ἀνευρύνεται δ’
14. ἐν ὄρχεσί τε καὶ σκέλεσι τοὐπίπαν. ἐπεὶ δὲ γραφομένων ἔτι
15. τῶνδε τῶν ὑπομνημάτων ἠξίωσαν οὐκ ὀλίγοι τῶν ἑταίρων
16. ἐπὶ τῇ τελευτῇ τῆς ὅλης πραγματείας ἁπάντων ἐφεξῆς με τῶν
17. κατὰ χειρουργίαν μνημονεῦσαι, διὰ τοῦτο καὶ νῦν ὁ περὶ τῶν
18. κιρσῶν ἀναβεβλήσθω λόγος. ὄντων δ’ οὐκ ὀλίγων κατὰ
1. μέρος ἐν ὀφθαλμοῖς παθῶν εἰδικωτέρας θεραπείας δεομένων,
2. οὐδ’ ὑπὲρ ἐκείνων ἔτι λέγειν ἐνταυθοῖ προσήκει. τῷ μὲν γὰρ
3. ἐπιμελῶς ἀνεγνωκότι τὰ πρόσθεν εἰρημένα καὶ φύσει συνετῷ
4. ῥᾷστόν ἐστι κατὰ τὴν ἀκολουθίαν ἐξευρίσκειν ἅπαντα· τοῖς
5. δὲ μὴ τοιούτοις ἄμεινον ἰδίᾳ γράψαι θεραπευτικὴν πραγματείαν
6. ἁπάντων τῶν ἐν ὀφθαλμοῖς παθῶν, ἐπεὶ καὶ πολλοὶ
7. τῶν ἑταίρων οὕτως ἀξιοῦσιν.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 13.22, ed. Kühn, 1825, vol. 10, p. 932-944. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:13.22
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩