Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 13.5, ed. Kühn, 1825, vol. 10, p. 880-890. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:13.5

14. Μεμνῆσθαι δ’ οἶμαί σε καὶ τούτου τοῦ
15. δεδειγμένου πολλάκις, ὡς ἐκ τῶν ἰσχυροτέρων μορίων ὠθούμενα
16. τὰ περιττὰ κατὰ πλῆθος ἢ ποιότητα τοῖς ἀσθενεστέροις
17. ἐγκατασκήπτει· καὶ διὰ τοῦτό γε καὶ οἱ ἀδένες ἑτοίμως
18. δέχονται τὸ ῥεῦμα καὶ μάλισθ’ ὅσοι μανώτεροι φύσει.
1. σφοδρότερος μὲν γὰρ ὁ τῶν ἀρτηριῶν καὶ φλεβῶν καὶ νεύρων
2. καὶ μυῶν ἐστι τόνος· ἀσθενέστερος δὲ καὶ ἴσως οὐδ’ ὅλως
3. ὁ τῶν ἀδενωδῶν σωμάτων. οὕτως οὖν καὶ δι’ ἕλκος ἐν
4. δακτύλῳ γενόμενον ἤτοι ποδὸς ἢ χειρὸς οἱ κατὰ τὸν βουβῶνα
5. καὶ τὴν μασχάλην ἀδένες ἐξαίρονταί τε καὶ φλεγμαίνουσι,
6. τοῦ καταῤῥέοντος ἐπ’ ἄκρον τὸ κῶλον αἵματος ἀπολαβόντες
7. πρῶτοι. καὶ κατὰ τράχηλον δὲ καὶ παρ’ ὦτα
8. πολλάκις ἐξῄρθησαν ἀδένες, ἑλκῶν γενομένων ἤτοι κατὰ τὴν
9. κεφαλὴν ἢ τὸν τράχηλον ἤ τι τῶν πλησίων μορίων· ὀνομάζουσι
10. δὲ τοὺς οὕτως ἐξαρθέντας ἀδένας βουβῶνας. εἰ δὲ
11. σκιῤῥωδεστέρα ποτ’ αὐτῶν ἡ φλεγμονὴ γένοιτο, δυσίατός τέ
12. ἐστι καὶ καλεῖται χοιράς. ἥτις μὲν οὖν ἐστιν ἡ τῶν χοιράδων
13. ἴασις ἰδία, κατὰ τὸν ἑξῆς λόγον εἰρήσεται. νυνὶ δὲ περὶ τῶν
14. φλεγμονῶν ἐπειδὴ περὶ τούτων πρόκειται διελθεῖν, ἀναλαβόντες
15. περὶ τούτων αὖθις λέγωμεν· ὡς τὸ κωλύειν αὐτὰς ἀρχομένας
16. ἐκκοπτόντων τὴν γεννῶσαν αἰτίαν γίγνεται. καὶ πρῶτόν
17. γε περὶ τῶν ἐφ’ ἕλκεσι φλεγμονῶν εἴπωμεν· ἐπειδὰν γὰρ
18. ἐγγὺς ἀρτηρίας μεγάλης ἤ φλεβὸς ἕλκος γένηται, τάχιστα
1. μὲν οἱ βουβῶνες ἀνίστανται. φαίνεται δ’ ἐνίοτε καὶ ἡ φλέψ
2. αὐτὴ καθ’ ὅλον τὸ κῶλον ἐρυθρά τε καὶ θερμὴ καὶ τεταμένη,
3. καὶ εἰ θίγῃς αὐτῆς ὀδυνωμένη. πληθωρικοῦ μὲν οὖν ὄντος
4. ἢ κακοχύμου τοῦ παντὸς σώματος ἡ θεραπεία δύσκολος
5. γίνεται, ὑγιεινοῦ δ’ ἀκριβῶς ῥᾳδία. θερμαίνειν τε γὰρ καὶ
6. ὑγραίνειν χρὴ μετρίως ὅλον τὸ κῶλον, ὅπως ἀνώδυνον γένοιτο,
7. γινώσκεις δὲ δήπου τὴν τῶν τοιούτων ὕλην, αὐτῷ μὲν οὖν
8. τῷ ἕλκει τῆς τετραφαρμάκου δυνάμεως ἐπιτιθεμένης ἐν
9. μοτῷ· λύεται δὲ ῥοδίνῳ μὲν μάλιστα, μὴ παρόντος δὲ αὐτοῦ,
10. τῶν χαλαστικῶν ἐλαίῳ τινί· τῷ δὲ ὅλῳ κώλῳ περιελιττομένου
11. πιλήματος ἐλαίῳ θερμῷ βεβρεγμένου. καὶ μέντοι καὶ
12. αὐτῷ τῷ ἕλκει τὸ φάρμακον ἐπιτιθέναι χρὴ θερμὸν, ἔξωθέν
13. τε καταπλάττειν αὐτῷ θερμῷ καταπλάσματι τὸ μὲν
14. ἄλευρον ἤτοι κρίθινον ἢ πύρινον ἢ μικτὸν ἐξ ἀμφοῖν ἔχοντι,
15. τὸ. δὲ ὑγρὸν ὕδωρ μετ’ ἐλαίου βραχέος. οὕτω δὲ καὶ αὐτῷ
16. τῷ ἀδένι τῷ φλεγμαίνειν ἠργμένῳ παρηγορικῶς χρὴ προσφέρεσθαι
17. τήν γε πρώτην ἡμέραν ἐξ ἐλαίου θερμοῦ διάβροχον
18. ἔριον ἐπιτιθέντας, οὐχ ὥς τινες εὐθέως μεθ’ ἁλῶν·
1. ὕστερον γὰρ ἐκείνοις χρησόμεθα, τοῦ τε καθ’ ὅλον τὸ κῶλον
2. ὄγκου παρηγορηθέντος, ἀνωδύνου τε τοῦ ἕλκους γενομένου.
3. καὶ μέντοι γε καὶ τὸ μακεδονικὸν καλούμενον φάρμακον,
4. ὡσαύτως τῇ τετραφαρμάκῳ δυνάμει κατὰ τῶν ἑλκῶν ἐπιφέρειν
5. προσήκει· καὶ γὰρ καὶ παραπλήσιά πως ἀλλήλοις ἐστὶ, μόνῳ
6. τῷ λιβανωτῷ πλεονεκτοῦντος τοῦ μακεδονικοῦ. πληθωρικοῦ
7. δ’ ὄντος ἢ κακοχύμου τοῦ σώματος ἡ διὰ τῶν οὕτω θερμαινόντων
8. ἀγωγὴ ῥευματίζει τὸ κῶλον. οὐ μὴν οὐδ’ ἄλλῃ τινὶ
9. χρῆσθαι δυνατόν. ἀναγκαζόμεθα τοιγαροῦν ἐνίοτε κενοῦν
10. αἵματος ἤτοι φλέβα τέμνοντες ἢ ἀποσχάζοντες τὰ μὴ πεπονθότα
11. κῶλα. χειρὸς μὲν γὰρ κακῶς ἐχούσης τὰ σκέλη, τοῦ δ’
12. ἑτέρου τῶν σκελῶν πεπονθότος τὸ λοιπόν. ταύτας γὰρ τὰς
13. κενώσεις ἐνδείκνυται τὸ πλῆθος, ὥσπερ γε καὶ ἡ κακοχυμία
14. τὴν τοῦ πλεονάζοντος χυμοῦ κάθαρσιν. ὡς τὰ πολλὰ μὲν
15. οὖν ἐπὶ τοῖς εἰρημένοις βοηθήμασι παύεται τῶν ἀδένων ἡ
16. φλεγμονή. πολλάκις δ’ ἤτοι τοῦ θεραπεύοντος βραδύνοντος
17. περὶ τὴν τοῦ παντὸς σώματος κένωσιν ἢ αὐτοῦ τοῦ κάμνοντος
18. ὑπὸ μαλακίας αὐτὴν οὐ προσιεμένου, μείζων ἡ φλεγμονὴ 
1. γίνεται τῶν ἀδένων, ὡς εἰς ἐκπύησιν ἔρχεσθαι. καὶ μέντοι
2. καὶ τὰ καλούμενα φύματα κατ’ αὐτοὺς τοὺς ἀδένας συμβαίνει,
3. διὰ ῥεῦμα κατασκῆψαν ἄνευ τῆς ἕλκους προφάσεως. ὅταν
4. οὖν ποτε διατείνωνται σφοδρῶς ἀδένες ἢ ἁπλῶς ὁτιοῦν μόριον
5. ἄλλο φλεγμαῖνον, ἀναγκαζόμεθα προκενώσαντες τὸ ὅλον
6. ἀποσχάζειν αὐτό. κενοῦμεν δὲ τὸ ὅλον, ὡς κᾀν τῷ
7. περὶ πλήθους ἐδείξαμεν, οὐ μόνον ἐν πληθωρικῇ διαθέσει
8. γιγνόμενον, ἀλλὰ καὶ διὰ μέγεθος τοῦ πάθους, ἐν συμμετρίᾳ
9. χυμῶν καθεστηκότος τοῦ παντὸς σώματος. ἡ γὰρ ὀδύνη καὶ
10. ἡ θερμασία τοῦ φλεγμαίνοντος μέλους αἰτίαι ῥεύματος γίνονται,
11. κᾂν ἀπέριττον ᾖ τὸ σύμπαν σῶμα. χρὴ τοίνυν ἐνδεέστερον
12. αὐτὸ ποιεῖν τηνικαῦτα κενοῦντα κένωσιν, ἥτις ἂν
13. ἁρμόττειν φαίνηται μάλιστα τῇ θ’ ἡλικίᾳ καὶ τῇ φύσει τοῦ
14. κάμνοντος, ἐπισκοποῦντα καὶ τὴν ὥραν καὶ τὴν χώραν καὶ
15. τὰ ἔθη τοῦ νοσοῦντος· ὑπὲρ ὧν ἤδη πολλάκις ἐν πολλοῖς
16. εἴπομεν, ὥστε κᾂν μὴ προσκέηταί ποτε τῷ λόγῳ, συνυπακούειν
17. αὐτὰ χρή. ὅταν τὸ οἷον ζέον τῆς φλεγμονῆς παύσηται,
18. τῶν παρηγορικῶν ἀποχωροῦντα καταπλασμάτων ἐπὶ
1. τὰ διαφορητικὰ χρὴ μεταβαίνειν κατὰ βραχὺ, πρῶτον μὲν
2. τοῖς παρηγορικοῖς μιγνύντα μέλιτος ὀλίγον, εἶτ’ ἀφαιροῦντα
3. μὲν ὅλον τὸ πύρινον ἄλευρον, ἀρκούμενον δὲ τῷ κριθίνῳ
4. μετὰ τοῦ καὶ τὸ μέλι προσαύξειν, εἶθ’ ἑξῆς ἐπί τι τῶν διαφορούντων
5. ἰέναι φαρμάκων ὅσα ταῖς συστάσεσιν ἤτοι γ’ ὑγρὰ
6. τοῖς ἐμμότοις ὁμοίως ἐστὶν ἢ κηρωτοειδῆ. ἀφίστασθαι δὲ τῶν
7. σκληρῶν, οἷα πολλὰ τῶν ἐμπλαστῶν ἐστι· συντείνει τε γὰρ
8. τὰ λείψανα τῶν φλεγμονῶν, αὖθίς τε φλεγμαίνειν ἀναγκάζει
9. τὰ πεπονθότα μόρια. κᾂν εἰ πῦον δέ τι κατὰ τὸ διαπυῆσαν
10. ἀξιόλογον εἴη περιεχόμενον, οὐ χρὴ τέμνειν αὐτίκα, καθάπερ
11. ἔνιοι πράττουσιν, ἀλλὰ διαφορεῖν ἐπιχειρεῖν τοῖς τοῦτο δρᾷν
12. πεφύκοσι φαρμάκοις, ὧν ἡ χρῆσις ἐστοχάσθω τῆς διαθέσεως·
13. ὅταν μὲν γὰρ ἔτι φλεγμονῶδές τι κατὰ τὸ μόριον ᾖ, τὰ δριμέα
14. τῶν φαρμάκων ἐρεθίζει μᾶλλον ἢ διαφορεῖ. ὅταν δὲ φαίνηταί
15. σοι τὸ τῆς φλεγμονῆς λείψανον σκιῤῥῶδες γινόμενον,
16. θαῤῥεῖν ἤδη τοῖς ἰσχυροῖς φαρμάκοις, ἐπιβλέποντα δὶς τῆς
17. ἡμέρας ὁποῖόν τι δρᾷ κατὰ μὲν τὴν ἕω τὸ πρότερον, εἰς τὴν
18. ἑσπέραν δὲ τὸ δεύτερον. εἰ δὲ καὶ βαλανείῳ χρῷτο, καὶ κατὰ
1. τὸν ἐκείνου καιρόν. ὅταν οὖν ἴδῃς. ποτὲ διὰ τὴν τοῦ φαρμάκου
2. δριμύτητα τὸ πεπονθὸς μέρος ἠρεθισμένον ὡς ὀγκωδέστερον
3. ἢ ἐρυθρότερον ἢ ὀδυνωδέστερον γεγονέναι, παρηγόρει
4. μεταξὺ τῇ διὰ τῶν σπόγγων πυρίᾳ. καὶ αὕτη δέ σοι ποτὲ
5. μὲν ἔξ ὕδατος ἔστω ποτίμου, ποτὲ δ’ ἁλῶν ἔχοντός τι κατὰ
6. τὰς σκιῤῥωδεστέρας δηλονότι φλεγμονάς. εἰ δὲ καὶ νικηθείη
7. ποτὲ τὰ φάρμακα πρὸς τοῦ πλήθους τοῦ πύου καὶ φαίνοιτο
8. μὴ δυνάμενα διαφορῆσαι πᾶν αὐτὸ, τέμνειν χρὴ τὸ οὕτως
9. ἀφιστάμενον, ἔνθα μάλιστά ἐστιν ὑψηλότατον ἑαυτοῦ· καὶ
10. γὰρ λεπτότατον εὑρήσεις ἐνταῦθα τὸ δέρμα. μέμνησο δὲ καὶ
11. θατέρου σκοποῦ τοῦ τῆς ὑποῤῥύσεως ἐν τῇ τομῇ· καὶ πρὸς
12. ἀμφότερα ἀποβλέπων οὕτως σχάζε τὸ διαπυῆσαν· ἐπιτίθει
13. τε φάρμακον ἐφεξῆς τῶν ξηραινόντων ἀδήκτως. εἰ δὲ καὶ
14. σεσηπέναι φαίνοιτό τινα τοῦ διαπυήσαντος, ἐκκόπτειν ἀναγκαῖον
15. αὐτά. τινὲς δ’ ἐπὶ τῶν κατὰ μασχάλην καὶ βουβῶνα
16. διαπυϊσκόντων ἀεὶ κελεύουσι μυρσινοειδῶς ἐκτέμνειν τοῦ
17. δέρματος, ἐπειδὴ φύσει χαλαρὸν ἐν αὐτοῖς ἐστι καὶ διὰ τοῦτο
18. δεχόμενον ἑτοίμως πᾶν τὸ παραγινόμενον ἐπ’ αὐτό· καὶ
1. φλεγμαίνουσι ῥᾳδίως ἐπὶ σμικραῖς προφάσεσι. καὶ μεγίστας
2. γ’ ἔνιοι τὰς περιτομὰς εἰώθασι ποιεῖσθαι, δι’ ἃς αἴσχιστόν
3. τε τὸ μέρος εἰς οὐλὴν ἀχθὲν γίνεται καὶ προσέτι καὶ
4. ἀσθενέστερον ἐμποδίζει τε πολλάκις εἰς τὰς κινήσεις. ταῦτ’
5. οὖν ἡμεῖς φυλαττόμενοι τὰ μὲν πλεῖστα μόνῃ τῇ τομῇ μετὰ
6. φαρμάκων ξηραινόντων ἱκανῶς ἰασάμεθα τὰς τοιαύτας
7. διαθέσεις· εἰ δέ ποτε καὶ περιτέμνειν ἐδέησε, διὰ τὸ πλῆθος
8. οὐ τοῦ πύου μόνον, ἀλλὰ καὶ τῶν ἐφθαρμένων σωμάτων,
9. ἤρκεσεν ἡμῖν οὐ πάνυ μεγάλη μυρσινοειδὴς περιαίρεσις.
10. ἐχούσης δὲ τῆς τοιαύτης τὸ μῆκος μεῖζον τοῦ πλάτους,
11. ἐγκάρσιον ἔστω τὸ μῆκος ἐπὶ τοῦ βουβῶνος, οὐ κατ’ εὐθὺ
12. τοῦ κώλου. καὶ γὰρ κατὰ φύσιν οὕτως ἐπιπτύσσεται τὸ δέρμα
13. ἑαυτῷ, καμπτόντων τὸ κῶλον. ἐπὶ δὲ τῇ περιαιρέσει πληροῦν
14. χρὴ τὸ πεπονθὸς μόριον τῇ καλουμένῃ μάννῃ· ἔστι
15. δὲ ὑπόσεισμα λιβανωτοῦ τὸ φάρμακον τοῦτο, στύψεώς τε
16. μετέχον ὀλίγης καὶ κατὰ τοῦτο καὶ αὐτοῦ τοῦ λιβανωτοῦ
17. πρὸς ἔνια βέλτιον. ἐκεῖνος γὰρ ἐκ τῆς πυητικῆς δυνάμεώς
18. ἐστι μόνης, ὡς ἂν μὴ μετέχων στύψεως, καὶ μᾶλλον ὁ λιπαρώτερος
1. ἐν αὐτῷ καὶ τῇ χροιᾷ λευκότερος, ὥσπερ γε ὁ τοῦδε
2. ξανθότερος ξηραντικώτερός ἐστι. τῇ δὲ μάννῃ καὶ φλοιοῦ
3. τι λιβανωτοῦ μέμικται σμικρὸν, ἀφ’ οὗ τὸ στῦφον ἔχει.
4. τοῦτο δ’ αὐτὸ τὸ φάρμακον ὁ φλοιὸς τοῦ λιβανωτοῦ καὶ στύφει
5. καὶ ξηραίνει γενναίως. διὸ καὶ πρὸς τὰς μετριωτέρας
6. αἱμοῤῥαγίας αὐτῷ χρώμεθα μόνῳ, καθάπερ γε καὶ πρὸς τὰς
7. σφοδροτέρας καυθέντι μόνῳ καὶ τῷ τε διηθημένῳ δηλονότι
8. καὶ χνοώδει γεγονότι. καὶ μὲν δὴ καὶ παρηγορῆσαι χρὴ πρότερον
9. τὸ τμηθὲν, ὡς εἴρηται, μέρος εἰς ὅσον ἂν φαίνηται
10. δεόμενον, ἐπιβροχῆς μὲν πρῶτον, εἶτα καταπλάσματος, εἶτα
11. τῶν ὑγραινόντων τινὸς φαρμάκων ἢ μὴ ξηραινόντων, ἔξωθεν
12. ἐπιτιθεμένων δηλονότι τούτων. κατ’ αὐτοῦ γὰρ τοῦ ἡλκωμένου
13. τήν τε μάννην, ὡς εἴρηται, καὶ τῶν ἐμμότων φαρμάκων
14. τὰ διαπυΐσκοντα μὲν πρῶτον, εἶτ’ ἀνακαθαίροντα θετέον
15. ἐστίν· ἐφ’ οἷς εἰ μὲν εἴη κοιλότης ἔτι, τὰ σαρκοῦντα προσφέρειν,
16. εἰ δ’ οὐκ εἴη, τὰ συνουλωτικά τε καὶ ἐπουλωτικὰ
17. καλούμενα, καθάπερ καὶ τὸ διὰ τῆς καδμίας. ἐπεὶ δὲ καὶ 
1. κατὰ τὴν τούτων χρῆσιν οὐ σμικρόν τι παρορᾶται τοῖς πλείστοις
2. τῶν ἰατρῶν, ἄμεινον ἂν εἴη καὶ περὶ τούτων δηλῶσαι.
3. τηνικαῦτα γὰρ εἰς οὐλὴν ἄγειν ἄρχονται τὰ ἕλκη, τοῖς
4. ἐπουλωτικοῖς χρώμενοι φαρμάκοις, ὁπόταν ἀκριβῶς ἀναπληρωθῇ
5. καὶ μηδὲν ἔτ’ ἔχῃ κοῖλον, εἶτ’ αὐτοῖς συμβαίνει
6. τὰς οὐλὰς ἐργάζεσθαι τοῦ πέριξ δέρματος ὑψηλοτέρας.
7. ὅπως οὖν ἐκείνῳ γίγνοιντο ἴσαι, τοῖς τοιούτοις φαρμάκοις
8. χρῆσθαι προσήκει, πρὶν ἀκριβῶς ὁμαλὲς ἀποδειχθῆναι τὸ
9. ἕλκος, ἐπὶ μὲν τὰ χείλη διὰ μήλης πυρῆνος ἐπιτιθέντας
10. τῶν ξηρῶν τι φαρμάκων, ὧν ἐν τῇ τῶν ἑλκῶν ἐμνημονεύσαμεν
11. θεραπείᾳ· τῷ δ’ ἄλλῳ μοτῷ σκέποντας, κεχρισμένῳ
12. τῶν ἐπουλωτικῶν τινι φαρμάκων, ὑγρῶν τῇ συστάσει.
13. προκοπτούσης δέ σοι τῆς θεραπείας καὶ τοῦτὸ ἀφαιρήσεις
14. ὕστερον, μόνῳ τῷ ξηρῷ φαρμάκῳ χρώμενος ἐφ’ ὅλου
15. τοῦ ἕλκους, ἐπικυλιομένου τοῦ τῆς σπαθομίλης πυρῆνος.
16. ἔξωθεν δ’ ἀρκεῖ μοτὸς ἤτοι ξηρὸς ἢ ἐξ οἴνου. καὶ μᾶλλον
17. ὁ ἐκ τῶν μαλακῶν ἐλλυχνίων, οἷά πέρ ἐστι τὰ Ταρσικά·
18. καὶ γὰρ καὶ αὐτὰ ἔχει τι καθαιρετικὸν τῶν ὑπερσαρκούντων
1. ἑλκῶν. ταῦτα μὲν οὖν εἴρηται τῇ κοινωνίᾳ τῶν πραγμάτων
2. ἀκολουθήσαντός μου.

Cliquer un n° de page pour en afficher l’image