Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 13.6, ed. Kühn, 1825, vol. 10, p. 890-897. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:13.6

3. Πάλιν δ’ ἐπὶ τὸν περὶ τῆς φλεγμονῆς
4. λόγον ἀφικόμενοι λέγωμεν ὡς κοινὸς μὲν ἁπασῶν σκοπὸς
5. ἡ κένωσις, ὅσαι δ’ ἔτι γίγνονται, πρότερον τοῦ κενοῦν
6. ἐστι κωλῦσαι τὸ αἷμα ῥεῖν ἐπὶ τὸ φλεγμαῖνον. ἔσται δὲ
7. τοῦτο καλῶς, εἰ τοῦ ῥεύματος αἰτίαν εὕροιμεν. ἔστι δὲ
8. καὶ αὕτη διττή· ποτὲ μὲν ἐξ αὐτοῦ τοῦ φλεγμαίνοντος
9. ὁρμωμένη μορίου, ποτὲ δὲ ἐξ ἄλλου τινὸς ἢ ἄλλων. ἐξ
10. αὐτοῦ μὲν, ὅταν ἤτοι θερμότερον ἢ ὀδυνώμενον γένηται,
11. καθότι καὶ πρόσθεν εἴρηται· οὐκ ἐξ αὐτοῦ δὲ, ὅταν ἤτοι γ΄
12. ἐξ ἑτέρου τινὸς ἢ ἑτέρων αὐτῷ πέμπηται τὸ περιττὸν, ἢ
13. καὶ τῆς καθ’ ὅλον τὸ σῶμα διαθέσεως. θερμότερον μὲν
14. οὖν γίνεται διὰ κίνησιν ἀμετροτέραν ἤ τινα θάλψιν ἐξ
15. ἡλίου καὶ πυρὸς, ἢ διὰ δριμὺ φάρμακον. ὀδυνᾶται δὲ διά
16. τε δυσκρασίαν καὶ τραῦμα καὶ θλάσμα καὶ στρέμμα καὶ
17. τάσιν, ἔτι τ’ ἔμφραξίν τινα καὶ πνεῦμα φυσῶδες. ἡ δυσκρασία
18. δὲ ποτὲ μὲν ἔξωθεν αὐτῷ γίγνεται, ποτὲ δὲ ἐκ τῶν
1. κατὰ τὸ σῶμα χυμῶν. ἔξωθεν μὲν ἐπί τινι τῶν ἰοβόλων
2. ὀνομαζομένων ζώων ἢ φαρμάκῳ θερμαίνοντι σφοδρῶς ἢ
3. ψύχοντι, κᾀκ τοῦ περιέχοντος ἐνίοτε, διὰ δὲ τὸ σῶμα τοῦ
4. κάμνοντος αὐτὸ μοχθηροὺς ἀθροῖσαν χυμοὺς ἀνομοίους
5. ταῖς δυνάμεσι. ταῦτ’ οὖν ἅπαντα διασκεψάμενος,
6. ὅσαι μὲν ἔτι γίγνονται φλεγμοναὶ, τὰς αἰτίας αὐτῶν ἔκκοπτε
7. πρότερον, ὅσαι δ’ ἤδη γεγόνασιν, αὐτὰς μόνας θεράπευε.
8. πῶς οὖν χρή σε τοῦ παντὸς σώματος ἐπιμελεῖσθαι
9. μοχθηρῶς διακειμένου, λέλεκται μὲν οὖν οὐκ ὀλίγα καὶ διὰ
10. τῶν ἔμπροσθεν, εἴρηται δὲ κᾀν τῷ περὶ πλήθους γράμματι·
11. καὶ νῦν δ’ εἰρήσεται τὰ κεφάλαια τῶν λόγων. ὅταν
12. μὲν γὰρ ὁμοτίμως ἀλλήλοις αὐξηθῶσιν οἱ χυμοὶ, πλῆθος
13. τοῦτο καὶ πληθώραν ὀνομάζουσιν. ὅταν δ’ ἤδη ξανθῆς
14. χολῆς ἢ μελαίνης ἢ φλέγματος ἢ τῶν ὀῤῥωδῶν ὑγρῶν μεστὸν
15. γένηται τὸ σῶμα, κακοχυμίαν, οὐ πληθώραν καλοῦσι
16. τὴν τοιαύτην διάθεσιν. ἡ μὲν οὖν πληθώρα διά τε τῆς
17. τοῦ αἵματος ἀφαιρέσεως θεραπεύεται καὶ διὰ λουτρῶν πλεόνων
18. καὶ γυμνασίων καὶ τρίψεων, ἔτι δὲ φαρμάκων διαφορούντων,
1. καὶ πρὸς τούτοις ἅπασιν ἀσιτίαις, ὑπὲρ ὧν ἐν
2. τοῖς ὑγιεινοῖς ὑπομνήμασιν εἴρηται τελέως. ἡ κακοχυμία
3. δὲ διὰ τῆς οἰκείας ἑκάστου τῶν πλεοναζόντων χυμῶν καθάρσεως.
4. εἴρηται δὲ καὶ περὶ ταύτης ἐν τῷ προφυλακτικῷ
5. μέρει τῆς ὑγιεινῆς πραγματείας. ἐκεῖθεν οὖν αὐτὰ μεταφέρειν
6. ἐνταῦθα σκοπούμενον ὅτῳ βέλτιον ἐξ ἑαυτῶν χρῆσθαι.
7. πυρέττοντος γὰρ ἤδη τοῦ κάμνοντος οὔτε γυμνασίοις
8. ἔτι δυνατὸν ἐκκενῶσαι τὸ πλῆθος οὔτε θερμαίνουσι χρίσμασιν
9. οὔτε τρίψει πολλῇ, καθάπερ οὔτε τοῖς λουτροῖς·
10. ἀφαιρέσει δ’ αἵματος ἅμα ταῖς ἀσιτίαις ἢ καθάρσει τινί.
11. μηδέπω δὲ πυρέττοντος ἅπασι τοῖς εἰρημένοις χρῆσθαι, τὸ
12. βέλτιον εἰς τὰ παρόντα προαιρούμενον. εὔδηλον γὰρ δήπου,
13. κᾂν ἐγὼ μὴ λέγω, περὶ μὲν τῆς ἐν σκέλει φλεγμονῆς ὡς οὐ
14. προσήκει διὰ περιπάτων ἢ δρόμων γυμνάζειν· ἀλλ’ οὐδ’
15. ἑστάναι τούτῳ κάλλιον· ἄμεινον δὲ καθήμενον ἐπὶ πολὺ
16. τρίψασθαι, κᾄπειτα διὰ τῆς τῶν χειρῶν κινήσεως γυμνάσασθαι.
17. τῷ δ’ ἐν τοῖς ἄνω μέρεσιν ἔχοντι τὸ φλεγμαίνειν
18. ἀρχόμενον ἡ διὰ περιπάτων ἢ δρόμων κίνησις ὠφέλιμος.
1. οὕτω δὲ καὶ ἡ τρίψις τούτοις μὲν ἡ τῶν σκελῶν μᾶλλον,
2. οἷς δ’ ἐν σκέλεσι τὸ φλεγμαῖνον ἡ τῶν ἄνω· τὸ γὰρ τῆς ἀντισπάσεως
3. παράγγελμα κοινὸν ἐπὶ τοῖς τοιούτοις ἅπασιν·
4. οὔκουν οὐδ’ ὅταν ἤτοι κατὰ τὴν ἕδραν ἤ τι τῶν πλησίων
5. μορίων ἀρχὴ φλεγμονῆς γίγνηται, γαστέρα λαπάξεις, ὥσπερ
6. οὐδ’ εἰ κατὰ κύστιν ἢ αἰδοῖον ἢ νεφροὺς οὐρητικὰ φάρμακα
7. καταπίνειν κελεύσεις· οὐδ’ εἰ γυναικὶ κατὰ μήτραν ἢ αἰδοῖον
8. ἔμμηνα κινήσεις, ἀλλ’ ἐπὶ τὰ ποῤῥώτατα τὴν ἀντίσπασιν
9. ἀεὶ ποιήσεις, προσέχων δηλονότι καὶ τῷ τῆς φλεγμονῆς
10. μεγέθει καὶ τῇ τοῦ παντὸς σώματος διαθέσει. παμπόλλου
11. μὲν γὰρ ὄντος τοῦ πλήθους οὔτε γυμνασίοις οὔτε λουτροῖς
12. ἀκίνδυνον χρῆσθαι, βραχέος δ’ ὑπάρχοντος ἐγχωρεῖ
13. καὶ διὰ τούτων κενοῦν. ἀλλ’ ὅπερ ἔφην, ἔν τε τῷ προφυλακτικῷ
14. μέρει τῆς ὑγιεινῆς πραγματείας γέγραπται ταῦτα
15. κᾀν τῷ περὶ πλήθους γράμματι, κᾀν τοῖς περὶ φλεβοτομίας,
16. ἔτι κᾀν τῷ περὶ τῆς τῶν καθαιρόντων δυνάμεως. ὅσον δ’
17. ἀναμνῆσαι μόνον αὐτῶν, αὐτάρκως εἴρηται καὶ νῦν. ἐπὶ 
1. τοὺς ἰδίους οὖν μόνης τῆς φλεγμονῆς ἀφικώμεθα λόγους. ὧν
2. εἰσιν εἰκότως πρῶτοι γιγνομένης αὐτῆς διὰ τὴν ἐν αὐτῷ τῷ
3. φλεγμαίνοντι μορίῳ διάθεσιν· εὔδηλον γὰρ ὡς ἐκείνην μέν
4. σοι πρότερον θεραπευτέον, ἐφεξῆς δὲ αὐτὸ τὸ γεγενημένον
5. ἤδη τῆς φλεγμονῆς. ἐνίοτε δὲ διὰ τῶν αὐτῶν ἀμφοτέρων
6. καθισταμένων· οἷον ὅταν ἐπὶ φυσώδει πνεύματι καὶ πυκνώσει
7. τοῦ μορίου γένηταί τις ὀδύνη. τηνικαῦτα γὰρ ἡ τῶν
8. θερμαινόντων μετρίως, ἃ δὴ καὶ χαλαστικὰ προσαγορεύομεν,
9. ἁρμόττει χρῆσις, ἅμα μὲν ἀραιοῦσα τὰ μεμυκότα τοῦ σώματος,
10. ἅμα δὲ λεπτύνουσα τὸ φυσῶδες πνεῦμα καὶ διαφοροῦσα
11. τὸ γεγενημένον ἤδη τῆς φλεγμονῆς. οὕτω δὲ κᾂν τοῦ
12. ψυχροῦ κρατοῦντος ἡ δυσκρασία γίγνηται· θερμαίνων γὰρ
13. καὶ τότε τὴν δυσκρασίαν ἅμα καὶ τὴν φλεγμονὴν ἐκθεραπεύσεις,
14. ὥσπερ γε καὶ εἰ διὰ θερμασίαν πλείονα τοῖς ψύχουσιν
15. ἰάμασιν ἄμφω καταστήσει· ἡ μὲν γὰρ δυσκρασία τῶν
16. ἐναντίων ἀεὶ δεῖται. κενοῦται δὲ τὸ πεπληρωμένον οὐ μόνον
17. τοῖς διαφορητικοῖς φαρμάκοις, ἀλλὰ καὶ τοῖς στύφουσι
1. καὶ τοῖς ψύχουσι. καὶ μᾶλλόν γ’ ἐπὶ τῶν ἀρχομένων φλεγμονῶν
2. τοῖς ψύχουσι καὶ στύφουσι χρηστέον ἤπερ τοῖς διαφοροῦσιν·
3. ἔτι δὲ μᾶλλον ὅταν μὴ παχὺ τὸ ἐπιῤῥέον ᾖ. σφοδρᾶς
4. δὲ τῆς τῷ φλεγμαίνοντι μορίῳ σφηνώσεως γεγονυίας
5. οὐκ ἔθ’ οἷόν τε τοῖς ἀποκρουομένοις χρῆσθαι, ἀλλ’ ἐπὶ
6. τὸ διαφορεῖν ἰέναι καιρός. ὅταν δὲ ἐπὶ θηρίῳ νύξαντί πως
7. ἢ δάκνοντι τὴν ὀδύνην γίνεσθαι συμβαίνῃ, διττὸς τῆς ἀνωδυνίας
8. ὁ σκοπὸς, ἢ κενῶσαι τὸν ἰὸν ἢ ἀλλοιῶσαι τὸ τὴν
9. ὀδύνην ἐργαζόμενον. κενοῦται μὲν οὖν διὰ τῶν σφοδρῶς
10. ἑλκόντων φαρμάκων, ἀλλοιοῦται δὲ διὰ τῶν ἐναντίων, ἤτοι
11. κατὰ τὰς ποιότητας ἢ καθ’ ὅλην τὴν οὐσίαν. ἐδείχθη γὰρ
12. ἐν τοῖς περὶ φαρμάκων ἔνια μὲν ὅλαις ταῖς οὐσίαις ἀλλήλοις
13. ἐναντία, τινὰ δὲ ταῖς ποιότησι μόναις. ἐδείχθη δὲ
14. καὶ ὡς ἐπὶ μὲν τῶν ἐναντίων κατὰ ποιότητα μέθοδός τίς
15. ἐστιν, ἐπὶ δὲ τῶν κατὰ τὴν οὐσίαν οὐκ ἔστιν, ἀλλ’ ἐκ
16. πείρας εὕρηται πάντα· καὶ σὺ τοίνυν ὅσα μὲν ἐκ μεθόδου
17. θεραπευτικῆς ἐντεῦθεν μάνθανε, τὰ δ’ ἐκ μόνης τῆς
1. πείρας ἐγνωσμένα κατὰ τὰς περὶ τῶν φαρμάκων πραγματείας
2. ἔχεις ἠθροισμένα, μίαν μὲν τὴν περὶ τῆς δυνάμεως
3. αὐτῶν, ἑτέραν δὲ τὴν περὶ τῆς συνθέσεως, καὶ τρίτην
4. τὴν περὶ τῶν εὐπορίστων ὀνομαζομένων, ἐν αἷς ἐπιδέδεικταί
5. μοι τίνα μὲν ἐκ μόνης τῆς πείρας εὕρηται φάρμακα,
6. τίνα δὲ ἐκ μόνου τοῦ λόγου, τίνα δ’ ἐξ ἀμφοτέρων. ἡ
7. τοίνυν μέθοδος, ὑπὲρ ἧς ἐν τῇδε τῇ πραγματείᾳ πρόκειται
8. λέγειν, ἐπὶ ταῖς ὀδύναις ἁπάσαις, ὅσαι διὰ θηρίων ἢ φαρμάκων
9. γίνονται, διττὸν ἔχει τὸν σκοπὸν, κένωσίν τε καὶ
10. ἀλλοίωσιν τοῦ τὴν ὀδύνην ἐργαζομένου. κενοῖ μὲν
11. οὖν τὰ θερμαίνοντα πάντα καὶ τὰ χωρὶς τοῦ θερμαίνειν
12. ἕλκοντα σφοδρῶς, ὥσπερ αἵ τε σικύαι καί τινα τῶν κοίλων
13. κεράτων, οἷς ὡς σικύαις ἔνιοι χρῶνται. τινὲς δὲ καὶ
14. δι’ αὐτοῦ τοῦ στόματος ἕλκουσι τὸν ἰὸν, αὐτοὶ προσπίπτοντες
15. τῷ πεπονθότι μορίῳ καὶ περιλαμβάνοντες αὐτὸ
16. τοῖς χείλεσιν. ἔχεταί γε μὴν καὶ τοῦ προειρημένου σκοποῦ
17. τὸ καυτήριον, ὅσα τε φάρμακα παραπλησίως τοῖς καυτηρίοις
18. ἐσχάραν ἐργάζεται. ταῦτα μὲν οὖν ἐκκενοῖ πάντα τὴν
1. οὐσίαν ὅλην τοῦ λυποῦντος. ἕτερον δὲ γένος ἐστὶ βοηθημάτων
2. ἀλλοιούντων τὴν ποιότητα διὰ τῶν ἐναντίων, εἰ μὲν
3. θερμασίας ὁ κάμνων αἰσθάνοιτο σφοδρᾶς ἤτοι κατ’ αὐτὸ τὸ
4. δεδηγμένον ἢ καθ’ ὅλον τὸ σῶμα, τὰ ψύχοντα φάρμακα προσφερόντων
5. ἡμῶν· εἰ δὲ ψύξεως, τὰ θερμαίνοντα. μεμάθηκας
6. δὲ ἐν ταῖς περὶ τῶν φαρμάκων πραγματείαις ἑκάτερα. τοιαῦται
7. μὲν οὖν αἱ κοιναὶ πάσης φλεγμονῆς ἰάσεις· ὑπαλλάττονται
8. δὲ κατὰ τὰ πεπονθότα μόρια. δέδεικται γὰρ ἤδη κᾀν
9. τῇ τῶν ἑλκῶν θεραπείᾳ τοῦτο· καὶ πολλῶν οὐ δεῖ λόγων
10. τῷ μεμνημένῳ τῶν ἐν ἐκείνοις εἰρημένων, ἀλλ’ ἀρκέσει διὰ
11. βραχέων ἐπελθεῖν αὐτά.

Cliquer un n° de page pour en afficher l’image