ΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΣ ΜΕΘΟΔΟΥ
ΒΙΒΛΙΟΝ Ξ.
1. Περὶ μὲν τῶν παρὰ φύσιν ὄγκων ὁπόσοι
2. μέν εἰσι καὶ ὁποῖοι γέγραπται πρόσθεν ἰδίᾳ καθ’ ἕν βιβλίον.
3. ὡς δ’ ἄν τις αὐτοὺς θεραπεύοι μεθόδῳ, τῆς προκειμένης
4. πραγματείας ἴδιον ὄν, ἐν τῷ τρισκαιδεκάτῳ τῶνδε τῶν ὑπομνημάτων
5. ἠρξάμεθα λέγειν. ἐπεὶ δ’ ἐν τοῖς ἔμπροσθεν ὑπὲρ
6. ἁπάντων πυρετῶν ὁ λόγος ἐγεγόνει, βέλτιον ἔδοξέ μοι περὶ
7. πρώτης φλεγμονῆς διελθεῖν ὡς ἂν συνεχέστατά τε γινομένης
8. καὶ πυρετοὺς ἐπιφερούσης πολλάκις. εἴρηται μὲν οὖν τι κᾀν
9. τῇ τῶν πυρετῶν θεραπείᾳ περὶ τῆς φλεγμονῆς ἅμα ταῖς
1. ἄλλαις αὐτῶν αἰτίαις· ἀλλ’ ὁ τέλειός τε καὶ ἴδιος αὐτῆς λόγος
2. ἐν τῷ πρὸ τούτου βιβλίῳ γέγραπται, τὴν μέθοδον τῆς θεραπείας
3. ὁποία τίς ἐστὶ διερχομένων ἡμῶν, οὐ τὴν τῶν
4. βοηθημάτων ὕλην, ὅ τι μὴ παραδείγματος ἕνεκεν, ὡς κᾀπὶ τῶν
5. ἔμπροσθεν ἐποιήσαμεν. οὐ πόῤῥω δὲ τῆς φλεγμονῆς ἕτερον
6. νόσημά ἐστιν ἐρυσίπελας ὀνομαζόμενον, ἐπὶ χολώδει χυμῷ
7. συνιστάμενον, ὡς ἐδείχθη. βέλτιον δ’ ἴσως αὐτὸ μακροτέρῳ
8. λόγῳ διορίσαι τῆς φλεγμονῆς. κοινὰ μὲν οὖν ἀμφοῖν ὅ τε
9. παρὰ φύσιν ὄγκος ἐστὶ καὶ ἡ θερμασία, διαφέρει δὲ πρῶτα
10. μὲν καὶ μάλιστα τῇ χροιᾷ. ἐρυθρᾶς μὲν γὰρ οὔσης αὐτῆς
11. φλεγμονὴν τὸ πάθος ὀνομάζουσιν, ὠχρᾶς δ’ ἢ ξανθῆς ἢ
12. ὥσπερ ἐξ ὠχροῦ καὶ ξανθοῦ χρώματος μικτῆς, ἐρυσίπελας.
13. ἀτὰρ οὖν καὶ ὁ σφυγμὸς ἴδιον σύμπτωμά ἐστι τῆς μεγάλης
14. φλεγμονῆς· καὶ γὰρ καὶ διὰ βάθους γίνεται μᾶλλον, ὥσπερ γε
15. ἐρυσίπελας ἐν τῷ δέρματι μᾶλλον ἢ ἐν τῷ βάθει. λεπτὸς γὰρ
16. κατὰ τὴν σύστασιν ὁ τῆς ὠχρᾶς χολῆς χυμὸς, ὥστε διαῤῥεῖ
17. ῥᾳδίως ἐπὶ τὸ δέρμα, τὰ σαρκώδη καὶ ἀραιὰ μόρια διερχόμενος.
1. ἡ δὲ τοῦ δέρματος πυκνότης οὐκέθ’ ὁμοίως εὔπορος
2. τῇδε τῇ χολῇ, πλὴν εἰ πάνυ λεπτὴ καὶ ὑδατώδης εἴη, τοιαύτη
3. γὰρ μάλιστα καὶ ἡ καθ’ ἑκάστην ἡμέραν ἐστὶ συναπερχομένη
4. τοῖς ἱδρῶσι. καὶ πολλῶν ὄψει κατὰ τὰ βαλανεῖα ταῖς στλεγγίσιν
5. ἀποξεόντων τὸν ἱδρῶτα τοιοῦτον τὴν χρόαν, οἷόν περ
6. καὶ τὸ οὖρόν ἐστι τοῖς ἐπὶ πλέον ἀσιτήσασιν. οἶσθα γὰρ ὡς
7. χρονιζόντων ἡμῶν ἐν ταῖς ἀσιτίαις ὠχρότερον ἐξ ὑδατώδους
8. γίγνεται τὸ οὖρον· ὕστερον δὲ ποτε καὶ ξανθὸν, εἰ μὴ φθάσειέ
9. τις ἐπιτέγξαι τὸν αὐχμὸν τοῦ σώματος, ὑγραινούσῃ τε
10. τροφῇ καὶ ποτῷ. κατὰ φύσιν μὲν οὖν διοικουμένου τοῦ σώματος
11. ὁ πικρόχολος χυμὸς ἀδήλως διαπνεῖται· παρὰ φύσιν
12. δὲ κατ’ ἄλλα τε πάθη πλεονάζων φαίνεται, περὶ ὧν αὖθις
13. εἰρήσεται, καὶ μέντοι κατὰ τουτὶ τὸ νῦν ἡμῖν προκείμενον,
14. ὃ καλοῦσιν ἐρυσίπελας. ὅταν γὰρ ἤτοι πολὺ πλέον τοῦ κατὰ
15. φύσιν ἢ παχύτερος γενόμενος ἀθρόως ἐνεχθῇ πρὸς τὸ δέρμα,
16. διακαίει τε τοῦτο καὶ εἰς ὄγκον αἴρει.