14. Ἔστι γε μὴν καὶ ἄλλο πάθος ὑπὸ χυμοῦ
15. παχέος. τε καὶ ζέοντος γινόμενον. ἄρχεται δὲ τὰ πολλὰ μὲν
16. ἀπὸ φλυκταίνης, ἐνίοτε δὲ καὶ χωρὶς ταύτης. ἀλλὰ κνᾶταί
17. γε πάντως ἐν ἀρχῇ τὸ μόριον· εἶτ’ ἀνίσταται φλύκταινά τις,
1. ἧς ῥηγνυμένης ἕλκος ἐσχαρῶδες γίνεται. πολλάκις δὲ οὐ
2. μία φλύκταινα γεννᾶται κνησαμένων, ἀλλὰ πολλαὶ μικραὶ
3. καθάπερ τινὲς κέγχροι καταπυκνοῦσαι τὸ μέρος· ὧν ἐκρηγνυμένων
4. ὁμοίως ἐσχαρῶδες ἕλκος γεννᾶται. κατὰ δὲ τοὺς
5. ἐπιδημήσαντας ἄνθρακας ἐν Ἀσίᾳ καὶ χωρὶς φλυκταινῶν
6. ἐνίοις εὐθέως ἀπεδάρη τὸ δέρμα. ἅπασιν οὖν, ὡς ἔφην,
7. ἕλκος ἐσχαρῶδες γίνεται, ποτὲ μὲν τεφρώδους ἐσχάρας,
8. ποτὲ δὲ μελαίνης. ἥ τε πέριξ ἅπασα αὐτοῖς σὰρξ εἰς ἐσχάτην
9. ἀφικνεῖται φλόγωσιν· οὐ μὴν τῇ χρόᾳ γ’ ἔοικεν ἐρυσιπέλατι,
10. ἀλλ’ ἔτι καὶ τῆς φλεγμονῆς ἐπ’ αὐτῷ γίνεται τὸ
11. χρῶμα μελάντερον, ὡς εἰ καὶ μίξαις ἐρυθρῷ πλέονι τοῦ
12. μέλανος ἔλαττον. ὅτι δὲ πυρέττουσιν οἱ οὕτως ἔχοντες ἐξ
13. ἀνάγκης οὐδὲν ἧττον, ἀλλ’ ἔτι καὶ μᾶλλον ἐκείνων οἷς
14. ἐρυσιπελατώδης ἐστὶν ἡ φλεγμονὴ, πρόδηλον παντί. καὶ
15. μὲν δὴ καὶ ὡς ἀπὸ φλεβοτομίας ἀρκτέον ἐστὶ τῆς ἰάσεως
16. εὔδηλον εἶναι νομίζω τοῖς μεμνημένοις ὅσα περὶ φλεβοτομίας
17. εἴρηται κατὰ τὴν τῶν πυρετῶν θεραπείαν. οὐκ ἄδηλον
18. δ’ οὐδ’ ὅτι μέχρι λειποθυμίας ἐπ’ αὐτῶν ἡ κένωσις γινομένη
1. μειζόνως ὠφελήσειε, πλὴν εἰ μὴ τῶν ἄλλων τι παρείη
2. τῶν κωλυόντων φλεβοτομεῖν. ἐπὶ δὲ τοῦ πεπονθότος μέρους,
3. ὅσον μὲν ἐπὶ τῇ φλογώσει τῶν χυμῶν, τῶν ψυχόντων
4. ἐστὶ χρεία· διὰ δὲ τὸ πάχος τοῦ χυμοῦ καὶ μέντοι
5. καὶ τὴν κακοήθειαν οὔτ’ ἀποτρέψεις ποτὲ τὸ ῥεῦμα· καὶ
6. εἰ τούτου ποτὲ τύχοις, ἕτερόν τι ἐν τῷ βάθει βλάψεις.
7. οὐ μὴν οὐδ’ ἐπιῤῥεῖν αὐτῷ συγχωρητέον ἐστὶν, ἀλλ’ εὑρίσκειν
8. φάρμακα μετὰ τοῦ μετρίως ἀποκρούεσθαι καὶ διαφορεῖν
9. δυνάμενα. τοιοῦτον δ’ ἐστὶ τό τε δι’ ἀρνογλώσσου
10. κατάπλασμα καὶ τὸ δι’ ἑφθῆς φακῆς, ἄρτου κλιβανίτου
11. μιγνύντων ἡμῶν αὐτοῖς ὅσον ἁπαλόν. ἔστω δὲ μὴ πάνυ
12. τι καθαρὸς, ὥσπερ οὐδὲ ῥυπαρός γε ἄγαν. ὁ μὲν γὰρ
13. ἀκριβῶς καθαρὸς ἐμπλαστικωτέρας οὐσίας ἐστὶν, ὁ δὲ
14. πιτυρίας ἁδρομερεστέρας. κατ’ αὐτοῦ δὲ τοῦ ἕλκους ἐπιτιθεμένου
15. τινὸς τῶν ἰσχυρῶν φαρμάκων, οἷόν ἐστι τὸ Ἄνδρωνος
16. ἢ Πασίωνος ἢ Πολυείδου, λύοντα μετά τινος τῶν
17. γλυκέων οἴνων αὐτὰ, μέχρι γλοιώδους συστάσεως. κάλλιστοι
1. δὲ οἴνων εἰς τοῦτο Θηραῖός τε καὶ Σκυβελίτης ἐστίν·
2. ὧν μὴ παρόντων σιραίῳ χρηστέον, ὃ καλεῖται παρ’ ἡμῖν
3. ἕψημα. τὰ δὲ τοῖς ἄλλοις ἕλκεσι προσφερόμενα φάρμακα
4. πέττοντά τε καὶ διαπυΐσκοντα, ταῦτα οὐ χρὴ νῦν προσφέρειν·
5. αὐξήσεις γὰρ τὴν σηπεδόνα τοῦ μορίου. καὶ μὴν
6. καὶ ἀποσχάζειν τοὺς τοιούτους ὄγκους, ὅταν γε προφλεβοτομήσῃς,
7. οὐκ ἀνεπιτήδειον· ἔστωσαν δὲ βαθύτεραι τῶν συμμέτρων
8. αἱ ἀμυχαὶ διὰ τὸ πάχος τοῦ λυποῦντος χυμοῦ. παυσαμένης
9. δὲ τῆς φλογώσεως ὁμοίως τοῖς ἄλλοις ἕλκεσιν εἰς
10. οὐλὴν ἄξεις τὸ ἕλκος. ἀρκεῖν ἡγοῦμαι καὶ περὶ τῶν ἀνθράκων
11. εἰρῆσθαι τοσαῦτα.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 14.10, ed. Kühn, 1825, vol. 10, p. 979-982. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:14.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩