Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 14.12, ed. Kühn, 1825, vol. 10, p. 984-986. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:14.12

4. Ἐμοὶ δ’ ἤδη καιρὸς ὑπὲρ τῶν ἄλλων ὄγκων
5. εἰπεῖν, ὧν πρῶτός ἐστι τὸ καλούμενον ἀπόστημα. διττὸν δὲ
6. καὶ τούτου τὸ γένος, ἓν μὲν ὅταν ἐκπυησάσης φλεγμονῆς
7. ἀθροισθῇ τὸ πῦον, οἷον ἐν κόλπῳ τινί· τὸ δ’ ἕτερον ἄνευ
8. φλεγμονῆς προηγησαμένης ὑγροῦ τινος εὐθὺς ἐξ ἀρχῆς
9. ἄλλοτε μὲν ἄλλου κατ’ εἶδος, ἀλλὰ πάντως γε μὴν δριμέος
10. ἀθροιζομένου κατά τι μόριον. ὑποδέρει δὲ τοῦτο τὰ περικείμενα
11. σώματα· χώραν δὲ αὐτῷ παρασκευάζων ἤτοι μεταξὺ
12. δυοῖν χιτώνων ἢ ὑπό τισιν ὑμέσιν. ὑποδέρει δὲ πάντως μὲν
13. τῷ πλήθει διατείνων, ἔστι δ’ ὅτε ἐν τῷ χρόνῳ δριμύτητά
14. τινα σηπεδονώδη προσλαμβάνων. εὑρίσκονται δὲ διαιρουμένων
15. σμίλῃ τῶν τοιούτων ἀποστημάτων ἰδιότητες οὐχ ὑγρῶν
16. μόνων, ἀλλὰ καὶ στερεῶν τινων σωμάτων οὐκ ὀλίγαι. καὶ
17. γὰρ ὀνύχων καὶ τριχῶν καὶ ὀστῶν καὶ ὀστράκων καὶ λίθων
18. καὶ πώρων θραύσμασιν εὑρέθη τινὰ σώματα παραπλήσια. 
1. καὶ μέντοι καὶ τῶν ὑγρῶν αὐτῷ τὸ μὲν οἷον βόρβορος
2. ἢ πηλὸς, ἢ ἐλαίου τις ἰλὺς, ἢ οἴνου τρύξ· τὸ δ’ οὕτω
3. δυσῶδες ὡς δυσχεραίνειν ἅπαντας. ἀλλὰ ταῦτα μέν ἐστι
4. σπανιώτερα. συνηθέστατα δὲ γιγνόμενα τοῦ γένους τοῦδε
5. τῶν νοσημάτων εἴδη ἐστὶ τρία, προσηγορίας ἕκαστον αὐτῶν
6. ἰδίας τετυχηκὸς, ἀθήρωμα καὶ μελικηρὶς καὶ στεάτωμα, ἀπὸ
7. τῆς ὁμοιότητος τῶν περιεχομένων οὐσιῶν κατὰ τοὺς
8. ὄγκους. ἔστι γὰρ αὐτῶν ἡ μέν τις οἷόν περ τὸ στέαρ, ἡ
9. δὲ οἷον μέλι, καί τις ἀθήρᾳ παραπλήσιος. οἱ σκοποὶ δὲ τῆς
10. θεραπείας κοινοὶ διαφορῆσαι τὸ περιεχόμενον ἢ σῆψαι πᾶν
11. ἢ ἐκτεμεῖν. ἔνιοι μὲν οὖν ὄγκοι τοῖς τρισὶν ὑποπίπτουσι
12. σκοποῖς, ὅσοι λεπτότερον ὑγρὸν ἔχουσιν, ὡς ἡ μελικηρίς· ἔνιοι
13. δὲ τοῖς δύο μόνοις, ὥσπερ τὸ ἀθέρωμα· καὶ γὰρ ἐκτεμεῖν καὶ
14. σῆψαι οἷόν τε τοῦτο· τὸ δὲ στεάτωμα διὰ χειρουργίας μόνης
15. θεραπεύεται μήτε σαπῆναι μήτε διαφορηθῆναι δυνάμενον.
16. ἐπὶ δὲ τῶν ἐν βάθει συνισταμένων ἀποστημάτων καὶ μάλιστα
17. κατὰ τὰ σπλάγχνα τὰ διὰ τῶν ἀρωμάτων φάρμακα λυσιτελέστατά
1. εἰσιν, ὧν ἡ δύναμις εἰς ἀτμούς τε λῦσαι καὶ διαφορῆσαι
2. τὸ συνιστάμενον ὑγρόν. ἔστι δὲ καὶ ἄλλα πολλὰ μὲν
3. τοιαῦτα· μάλιστα δὲ αὐτῶν εὐδόκιμα τό τε διὰ τῶν ἐχιδνῶν,
4. ὅπερ ὀνομάζουσι θηριακὴν ἀντίδοτον, ἥ τ’ ἀθανασία καλουμένη
5. καὶ ἀμβροσία· ταῦτα μὲν οὖν πολυτελῆ· τῶν δ’ εὐτελῶν
6. ἄριστόν ἐστιν τὸ ἡμέτερον, ὃ διὰ τῆς Κρητικῆς καλαμίνθης
7. σκευάζομεν. ἅπαντα δὲ τὰ τοιαῦτα κατὰ τὴν περὶ τῶν φαρμάκων
8. πραγματείαν ἀθροιζόμενα, ἣν, ὡς ὀλίγον ἔμπροσθεν
9. ἔφην, ἐπὶ ταῖς τρισὶ ταῖς ἔμπροσθεν ἄμεινον εἶναι νομίζω
10. προσθεῖναι, χάριν τοῦ λείπεσθαι μηδέν.

Cliquer un n° de page pour en afficher l’image