Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 14.13, ed. Kühn, 1825, vol. 10, p. 986-990. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:14.13

11. Ἐπεὶ δὲ τῶν κατὰ τὴν χειρουργίαν πραττομένων
12. οἱ σκοποὶ τὸ μέν τι κοινὸν ἔχουσι, τὸ δ’ ἴδιον,
13. ἄμεινον εἶναί μοι δοκεῖ μὴ διασπᾷν αὐτοὺς, ἀλλ’ ἀθρόως
14. ἅπαντας ἐν τοῖς τελευταίοις τῆσδε τῆς πραγματείας εἰπεῖν.
15. νυνὶ δὲ τοσοῦτον ἔτι περὶ τῶν παρὰ φύσιν ὄγκων ῥητέον
16. ἐστὶν, ὡς ὅσοι μὲν αὐτῶν ὅλῳ τῷ γένει παρὰ φύσιν εἰσὶ,
17. ἐνδείκνυνται τὴν ἄρσιν, ὑπαγόμενοι κοινοτέρῳ σκοπῷ τῷ
18. κατὰ πάντων ἐκτεταμένῳ τῶν τοιούτων, ὅσα ταῖς οὐσίαις
1. ὅλαις ἐξέστηκε τοῦ κατὰ φύσιν, ὥσπερ ἐπὶ τῶν στεατωμάτων
2. καὶ ἀθερωμάτων ἔχει. τούτου δὲ γένους ἐστὶ καὶ ἡ καλουμένη
3. μυρμηκία καὶ ἡ ἀκροχορδὼν, ὅ τ’ ἐν τῇ κύστει λίθος
4. ὑπόχυμά τε καὶ ἡ τῆς μύλης κύησις, ἐπὶ γυναικῶν, ὀνομάζουσι
5. δ’ οὕτω τὴν ἀδιάπλαστον σάρκα· πάντα γὰρ τὰ
6. τοιαῦτα τελέως ἐκκόψαι σπεύδομεν. ὧν δὲ καὶ ὁ πεπονθὼς
7. τόπος ἕν τι τῶν κατὰ φύσιν ἐστὶ μορίων, ὁ μὲν πρῶτος
8. σκοπὸς ἰᾶσθαι τὸ πάθος, ὁ δ’ ἐπ’ αὐτὸ δεύτερος, ὅταν
9. ἀνίατον ᾖ, συνεκκόψαι τῷ πάθει τὸ μέρος, ὡς ἐπὶ καρκίνου
10. τε καὶ τῶν ἀθεραπεύτων ἁπάντων ἑλκῶν. ἔμπαλιν δ’ ὡς
11. ἐπὶ τῶν ὑποχυμάτων ἀποπίπτοντες τοῦ πρώτου σκοποῦ
12. πρὸς ἕτερον ἄγομεν αὐτὰ τόπον ἀκυρώτερον. ἔνιοι δὲ καὶ
13. ταῦτα κενοῦν ἐπεχείρησαν, ὡς ἐν τοῖς χειρουργουμένοις ἐρῶ.
14. νυνὶ δ’ ἀρκέσει τοσοῦτον εἰπεῖν, ὡς τὸ κατὰ τὰς ὑδροκήλας
15. ὑγρὸν ἀλλότριόν ἐστι τῆς τοῦ σώματος οὐσίας ὅλῃ τῇ
16. φύσει· καὶ τὸ κατὰ τοὺς ἀσκίτας ὑδέρους ὕδωρ. ὧν ἡ κένωσις
17. ἤτοι διὰ φαρμάκων γίγνεται διαφορητικῶν ἢ διὰ
1. χειρουργίας· ἐπὶ μὲν τῆς ὑδροκήλης διὰ καθέσεως σίφωνος,
2. ἐπὶ δὲ τῶν ὑδέρων διὰ παρακεντήσεως. συνεκτέμνεται δὲ
3. τῷ πάθει τὸ πεπονθὸς μόριον, ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν
4. εἰρημένων, οὕτω κᾀπὶ τῶν κηλητῶν τοῦ περιτοναίου τι μέρος.
5. ὡσαύτως δὲ καὶ ὁ γαργαρεὼν ἐνίοτε τῷ πάθει συνεκτέμνεται
6. κατά τε τὰ σκέλη καὶ τοὺς ὄρχεις αἱ φλέβες τοῖς
7. κιρσοῖς, ὅ τ’ ἐν τῇ ῥινὶ χιτὼν τῷ πωλύπῳ καὶ ὁ τετρημένος
8. ὀδοὺς τῷ τρήματι. ἀλλὰ τούτων μὲν οὐδὲν δυνατόν ἐστιν
9. ἐς τὸ κατὰ φύσιν ἀγαγεῖν· ἐπὶ δὲ τοῦ γαργαρεῶνος ἐργάζεσθαι
10. χρὴ τοῦτο παντὶ τρόπῳ καὶ μὴ σπεύδειν ἐκτεμεῖν· ὅταν
11. δὲ ἰσχνὸς καὶ ἱμαντώδης γένηταί ποτε, τηνικαῦτα ἀφαιρεῖν.
12. τοιοῦτον μὲν οὖν αὐτὸν ἐργάσεται χρόνος μακρότερος· οἷον
13. δ’ Ἱπποκράτης ἔγραψε κατὰ τὸ προγνωστικὸν ὀλίγων ἡμερῶν
14. ἀριθμός· οὕτω δὲ καὶ τἄλλα τὰ κατὰ μέγεθος ἐξιστάμενα
15. τοῦ κατὰ φύσιν, ἐν οἷς ἐστι καὶ τὰ ὑπερσαρκοῦντα
16. πάντα καὶ ἐγκανθίδες, οἵ τε κατὰ τὴν ἕδραν ὀνομαζόμενοι
17. θύμοι. τινὰ δὲ τῶν τοιούτων ἑλκῶν ἐπαμφοτερίζει ταῖς
18. ἰδέαις, ὥσπερ αἵ τε πολὺ τοῦ πέριξ δέρματος ἐξέχουσαι τῶν
1. οὐλῶν καὶ τὰ κατὰ τοὺς ὀφθαλμοὺς πτερύγια. τῆς γε μὴν
2. ἰάσεως ἐπ’ αὐτῶν ὁ σκοπὸς πρόδηλος. ἐγκόπτεσθαι γὰρ δεῖ
3. τὰ τοιαῦτα πάντα· καὶ χρὴ σκοπούμενον ἀεὶ τοὺς τρόπους
4. τῆς ἀναιρέσεως ἐπὶ τὸν ἄριστον ἐξ αὐτῶν ἰέναι. σκοποὶ δ’
5. εἰσὶ τῆς κρίσεως τῶν ἀρίστων τρεῖς, ἥ τε τοῦ χρόνου τῆς θεραπείας
6. βραχύτης, τό τ’ ἀνωδύνως αὐτὴν ἐργάσασθαι, καὶ
7. τρίτος ἐπὶ τούτοις ἡ ἀσφάλεια. καὶ αὐτῆς τῆς ἀσφαλείας ἴδιοι
8. σκοποὶ τρεῖς· εἷς μὲν καὶ πρῶτος ὡς τυχεῖν τοῦ τέλους πάντως·
9. ἕτερος δὲ τὸ κᾂν ἀποτύχωμέν ποτε τοῦ τέλους, ἀλλὰ
10. μηδέν γε βλάψαι τὸν κάμνοντα· καὶ τρίτος, ὡς μὴ ῥᾳδίως
11. ὑποτροπιάσαι τὸ νόσημα. κατὰ ταῦτά σοι κρίνοντι τὴν ἀρίστην
12. ὁδὸν τῆς ἰάσεως ἐπὶ πάντων τῶν νῦν ἡμῖν προκειμένων
13. εὑρεθήσεται ποτὲ μὲν ἡ διὰ τῆς χειρουργίας αἱρετωτέρα, ποτὲ
14. δὲ ἡ διὰ τῶν φαρμάκων. ἡ μὲν οὖν διὰ τῆς χειρουργίας ἔν
15. γε τοῖς νῦν ἡμῖν προκειμένοις ἐπὶ τὴν ἀναίρεσιν αὐτῶν σπεύδει
16. τελείως ἐκκόψαι τοῦ ζώου τὸ παρὰ φύσιν, ὅλῳ τῷ γένει
17. προαιρουμένη· τούτου δ’ ἀποτυγχάνουσα τοῦ σκοποῦ δεύτερον 
1. ἔχει τὸν τῆς μεταθέσεως ἐπὶ τῶν ὑποχυμάτων. ἡ δὲ
2. διὰ τῶν φαρμάκων πρώτῳ μὲν χρῆται σκοπῷ κενῶσαί τε καὶ
3. διαφορῆσαι τὸ παρὰ φύσιν· εἰ δ’ οὗτος ἀδύνατος εἴη, διὰ
4. τὴν τοῦ μορίου φύσιν ἢ καὶ τὸ τοῦ πάθους ἀνίατον ἐκπυῆσαί
5. τε καὶ διασῆψαι· δεύτερος δ’ ἐπ’ αὐτῶν σκοπὸς οὗτος.
6. οὕτω γοῦν κᾀπὶ τοῦ γαργαρεῶνος ποιοῦμεν, εἰς τὸ κατὰ φύσιν
7. μὲν πρῶτον ἐπανάγοντες αὐτόν· εἰ δ’ ἀποτύχοιμεν τούτου,
8. τελέως ἐκκόπτοντες ἤτοι διὰ χειρουργίας ἢ διὰ φαρμάκων
9. καυστικῶν. ἀλλὰ τὰ μὲν φάρμακα κάλλιον εἰς τὴν περὶ τῶν
10. φαρμάκων ἀναβάλλεσθαι πραγματείαν, ἐπειδὴ τετάρτην
11. ἄλλην ἄμεινον ἔδοξεν ἐπὶ τρισὶ πραγματεύεσθαι· τὴν δὲ
12. χειρουργίαν ἐπὶ τῇ τελευτῇ τάξαι τῆσδε τῆς πραγματείας.

Cliquer un n° de page pour en afficher l’image