Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 14.14, ed. Kühn, 1825, vol. 10, p. 990-992. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:14.14

13. Οὔκουν ἔτι χρὴ διατρίβειν ἐν τοῖσδε· μεταβῆναι
14. δὲ πρὸς τὰ παραπλήσια ἰάσεως δεόμενα τοῖς εἰρημένοις.
15. ἔστι δὲ ταῦτα τά θ’ ὑπερβάλλοντα τοῦ προσήκοντος
16. ἐν ἀριθμῷ τε καὶ πηλικότητι καὶ τὰ κατ’ ἄμφω ταῦτα
17. ἐνδέοντα. νυνὶ μὲν οὖν ὠνόμασα τοῦ προσήκοντος· εἰ δὲ
1. καὶ τοῦ συμφέροντος ἢ κατὰ φύσιν ἢ χρησίμου ποτ’ εἴποιμι,
2. τὴν αὐτὴν ἕξει δύναμιν ὁ λόγος. εἴρηται μὲν ἑτέρωθι περὶ
3. τῶνδε μακρότερον· ἀναμνῆσαι δὲ καὶ νῦν ἐπὶ κεφαλαίων
4. ἅπαντα ἄμεινον εἶναί μοι δοκεῖ. πρῶτον τῶν κατὰ τὸ
5. σῶμα πάντων ἐστιν οὗ μάλιστα χρῄζομεν·, ἡ τῶν μορίων
6. ἀόχλητος ἐνέργεια. ταύτην τε ἔχοντες φύσει διὰ τοῦτο συνήθως
7. λέγομεν ὀρέγεσθαι τοῦ κατὰ φύσιν ἐνεργεῖν. ἐπεὶ δὲ
8. τοῦτο αὐτὸ συνῆπται τῷ κατὰ φύσιν ἔχειν, εἰκότως οὐδὲν
9. ἡγούμεθα διαφέρειν ἢ κατὰ φύσιν ἔχειν εἰπεῖν, ἢ κατὰ φύσιν
10. ἐνεργεῖν. ἀλλὰ καὶ χωρὶς προσθήκης ἐνίοτε λέγομεν ἐφίεσθαι
11. τοῦ κατὰ φύσιν ὑπακουομένου τῇ λέξει τοῦ ἔχειν ἢ ἐνεργεῖν,
12. ἢ ἀμφοτέρων. αὕτη μὲν ἡ αἰτία τοῦ καλῶς εἰθίσθαι τοῖς
13. ἰατροῖς τῇ τοῦ κατὰ φύσιν χρῆσθαι φωνῇ περὶ πάντων ὧν
14. αἱρούμεθα κατὰ τὸ σῶμα. μαθεῖν δ’ ἐστίν ὅτι μὴ πρῶτον
15. μηδὲ δι’ αὐτὸ τὸ κατὰ φύσιν ἡμῖν ἐστιν αἱρετέον, ἀλλὰ
16. δευτέρως τε καὶ κατὰ συμβεβηκὸς, ἐν οἷς ἡ φύσις ἀποτυγχάνει.
17. καὶ γὰρ ἕκτος δάκτυλος εὐθὺς ἐξ ἀρχῆς συνεγενήθη
1. τισὶ καὶ λείπων πέμπτος ἐγένετο καί τινα τοιαῦτα ἕτερα, τὰ
2. μὲν ἀριθμῷ, τὰ δὲ μεγέθει τοῦ προσήκοντος ἐσφαλμένα.
3. καὶ εἴπερ συνεχῶς μὲν ταῦτα, σπάνια δ’ ἐγίνετο τὰ κατορθώματα,
4. τοὐναντίον ἂν ἐπὶ τῶν τῆς φύσεως ἔργων ἐπράττομεν,
5. οὐ φυλάττοντες ὥσπερ νῦν, ἀλλ’ ἀναιροῦντες αὐτά.
6. οὗτος ὁ λόγος ἀεί σοι μνημονευέσθω, διαφέρων εἰς τὴν τῶν
7. ὀνομάτων χρῆσιν, ἐξαπατῆσαι δυναμένων τοὺς ἀσκέπτους
8. ἐμποιῆσαί τε διαφωνίας φαντασίαν, ἐὰν ὁ μέν τις λέγῃ τὸ
9. παρὰ φύσιν ἅπαν ἐκκόπτειν δεῖν· ὁ δὲ τὸ βλάπτον ἢ ἀσύμφορον
10. ἢ λυμαινόμενον ταῖς ἐνεργείαις.

Cliquer un n° de page pour en afficher l’image