11. Αὖθις οὖν ἀναλαβόντες ὑπὲρ τῶν πραγμάτων
12. λέγωμεν, ἐπειδὴ τὰ τῶν ὀνομάτων ἡμῖν διώρισται, τὴν
13. ἀρχὴν τῷ λόγῳ τήνδε ποιησάμενοι. παράκειται τοῖς εἰρημένοις
14. νοσήμασι τὰ κατ’ ἀριθμὸν ἢ μέγεθος ἐξεστῶτα τοῦ προσήκοντος.
15. ἐφ’ ὧν ἐκκόπτειν μὲν χρὴ τὸ περιττὸν, ἤτοι κατὰ
16. μέγεθος ἢ κατ’ ἀριθμόν· ἀνατρέφειν τε καὶ κατασκευάζειν τὸ
17. λεῖπον, ὅταν γε δυνατὸν ᾖ τοῦτο πρᾶξαι. τὸν γάρ τοι πέμπτον
18. δάκτυλον ἢ τοιοῦτόν τι μόριον ἕτερον οὐχ οἷόν τε
1. γεννῆσαι τοῖς ἰατροῖς, ἀλλ’ ἔστι μόνης τῆς φύσεως ἔργα τὰ
2. τοιαῦτα πάντα. τὸ μέντοι τελέως ἀφαιρεῖν τὸ κατ’ ἀριθμὸν
3. ὑπερβάλλον ἢ ἀποκόψαι τι τοῦ κατὰ τὸ μέγεθος ὑπεραυξηθέντος
4. οὐδ’ ἡμῖν ἀδύνατον. ἓν γοῦν ἐστι τῶν ἰατρῶν ἔργων οὐ
5. τὸ φαυλότατον, ὅταν εἰς πολυσαρκίαν ἐκτραπῇ τὸ σῶμα
6. τοσαύτην ὥστε μηδὲ βαδίζειν ἀλύπως δύνασθαι μηδ’ ἅψασθαι
7. τῆς ἕδρας διὰ τὸν ὄγκον τῆς γαστρὸς, ἀλλὰ μηδ’ ἀναπνεῖν
8. ἀκωλύτως, ἐκτήκειν αὐτὸ καὶ καθαίρειν· ὥσπερ γε
9. κᾀπειδὰν ἐν ἀτροφίᾳ γένηται παραπλησίᾳ τοῖς ἐχομένοις
10. φθόῃ, τῆς ἀναθρέψεως αὐτοῦ προνοεῖσθαι. πολλάκις δ’ οὐχ
11. ὅλον, ἀλλ’ ἕν τι μέρος ἐν ἀτροφίᾳ γίνεται προηγησαμένης
12. ἤτοι παραλύσεως ἢ δυσκρασίας μορίου. καί σοι καιρὸς ἤδη
13. περὶ τῆς τούτων θεραπείας ἐπισκέπτεσθαι τὴν ἀρχὴν
14. ἀπὸ τῶν εἰς τὴν πολυσαρκίαν ἄμετρον ἐκπεσόντων ποιησαμένῳ.
15. δέδεικται δ’ ἐν τοῖς περὶ κράσεων ἡ θερμοτέρα τε καὶ
16. ξηροτέρα κρᾶσις ἰσχνὸν ἐργαζομένη τὸ σῶμα. τοιαύτην οὖν
17. σοι ποιητέον ἐστὶ τὴν τῶν παχέων σωμάτων, εἰ μέλλοι γενήσεσθαι
18. σύμμετρος. μεμάθηκας δ’ ἐν τῷ κατ’ ἐκείνην μὲν τὴν
1. πραγματείαν, ἀλλὰ καὶ κατὰ τὴν τῶν ὑγιεινῶν οὐδὲν ἧττον,
2. ὀξέα γυμνάσια καὶ ἡ λεπτύνουσα δίαιτα καὶ φάρμακα τοιαῦτα
3. καὶ τῆς ψυχῆς αἱ φροντίδες ἀποφαίνουσι τήν τε κρᾶσιν ὅλην
4. θερμοτέραν καὶ ξηροτέραν καὶ διὰ ταύτην τὸ σῶμα λεπτότερον.
5. ἐν μὲν δὴ τοῖς γυμνασίοις οἱ ὀξύτατοι δρόμοι μάλιστα
6. ἁρμόζουσιν. ἡ δ’ ὕλη τῆς λεπτυνούσης διαίτης ἰδίᾳ
7. γέγραπται καθ’ ἓν ὅλον βιβλίον. εἰ δὲ καὶ φαρμάκων δέοιντο
8. τῶν λεπτυνόντων, εἴρηται μὲν καὶ ταῦτα κατὰ τὰς περὶ τῶν
9. φαρμάκων πραγματείας· εἰρήσεται δὲ καὶ νῦν ὅσα δραστικώτατα
10. τῶν τοιούτων ἐστὶν, οἷς ἀξιῶ σε χρῆσθαι καθαίρειν
11. ἐπιχειροῦντα πολυσαρκίαν ἄμετρον. οἷς οὖν εἰώθασιν ἕνεκα
12. παθῶν ἀρθριτικῶν ἔνιοι χρῆσθαι τμητικοῖς τὴν δύναμιν ἱκανῶς
13. οὖσι, τούτοις καὶ σὺ χρῶ, θεραπεύειν ὑπερβάλλουσαν
14. εὐσαρκίαν πειρώμενος. ἔστι δὲ τοιαῦτα πηγάνου τὸ σπέρμα
15. καὶ μᾶλλον τοῦ ἀγρίου σὺν αὐτοῖς τοῖς κορύμβοις, ἀριστολοχία
16. θ’ ἡ στρογγύλη καὶ τὸ λεπτὸν κενταύριον, ἥ τε γεντιανὴ
17. καὶ τὸ πόλιον· ὅσα τε τῶν οὐρητικῶν ὀνομαζομένων ἰσχυρὰ,
18. καθάπερ τὸ πετροσέλινον. ἕκαστον γὰρ τῶν τοιούτων καὶ αὐτὸ
1. καθ’ αὑτὸ καὶ σὺν ἄλλοις λεπτῦναί τε τοὺς χυμοὺς ἱκανὸν
2. καὶ κενῶσαι, τὰ μέν τοι δι’ οὔρων αἰσθητῶς, τὰ δέ τοι καὶ
3. κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοήν· ἀλλὰ καὶ οἱ διὰ τῶν
4. κεκαυμένων ἐχιδνῶν ἅλες ἱκανῶς λεπτύνουσι. καὶ πολλοὶ
5. τῶν ἰσχνοτέρων ἢ μέσως εὐσάρκων ὑπὸ τῶν τοιούτων φαρμάκων
6. πόσεως ἀπώλοντο, κατοπτηθέντος αὐτοῖς τοῦ αἵματος.
7. ὥρμησαν δ’ ἐπ’ αὐτὰ θεασάμενοί τινας ἀπηλλαγμένους
8. ἀρθριτικῶν παθῶν, οὐκ ἐπιλογισάμενοι τὴν κρᾶσιν τῶν
9. ὠφεληθέντων, ὑγροτέραν τε καὶ φλεγματικωτέραν οὖσαν,
10. οἵα πέρ ἐστι καὶ ἡ τῶν παχέων, ἐφ’ ὧν ἀκίνδυνος ἡ τῶν
11. τοιούτων χρῆσις φαρμάκων. ἐγὼ γοῦν ἐθεράπευσα τινὰ νεανίσκον
12. ἐτῶν ἐγγὺς τεσσαράκοντα, παχὺν ἱκανῶς γεγονότα, τῇ
13. τε πρὸς τοὺς ἀρθριτικοὺς ἀντιδότῳ καὶ τοῖς ἁλσὶ τῆς θηριακῆς,
14. αὐτῇ τε τῇ θηριακῇ μετὰ τοῦ καὶ τῇ ἄλλῃ διαίτῃ τῇ
15. λεπτυνούσῃ χρῆσθαι καὶ γυμνασίων δρόμοις ὠκέσι. παρεσκεύαζον
16. δ’ αὐτὸν ἐπὶ τὸν δρόμον, ἀνατρίβων μὲν πρῶτον
17. ὠμολίνοις τραχέσιν; ἄχρι τοῦ φοινίξαι τὸ δέρμα, τρίβων ἐφεξῆς
18. τρίψει δι’ ἐλαίου τῶν διαφορητικῶν τι φαρμάκων ἔχοντος,
1. ᾧ καὶ μετὰ δρόμον ἐχρώμην αὖθις. ἔστι δὲ ταῦτα σικύου
2. ῥίζα τοῦ ἀγρίου καὶ ἡ ἀλθαία καὶ ἡ γεντιανὴ καὶ ἡ
3. ἀριστολοχία καὶ ἡ τοῦ πάνακος ῥίζα καὶ τὸ πόλιον καὶ τὸ
4. κενταύριον. ἐν δὲ τῷ χειμῶνι καὶ μετὰ τὸ λουτρὸν ἐπαλείφειν
5. συμφέρει τῷ εἰρημένῳ ἐλαίῳ. οὐκ εὐθὺς δὲ τὴν τροφὴν
6. ἐπὶ τοῖς λουτροῖς διδόναι προσῆκεν, ἀλλὰ κοιμᾶσθαι πρότερον,
7. ἐπιτρέπειν δ’, εἰ βούλοιντο καὶ αὖθις λούσασθαι πρὶν
8. ἢ τραφῆναι. κάλλιον δ’ ἐστὶ καὶ τὸ ὕδωρ τῶν διαφορητικῶν.
9. εἰ μὲν οὖν αὐτοφυὲς ἔχοιμεν, ἐκείνῳ χρωμένους ὁποῖόν ἐστι
10. καὶ τὸ κατὰ τὴν Λέσβον ἀπὸ τεσσαράκοντα σταδίων τῆς
11. Μιτυλήνης· εἰ δὲ μὴ κατασκευάζοντας αὐτοὺς παραπλήσιον.
12. ἔστι δὲ τὸ κατὰ τὴν Μιτυλήνην καὶ χρόᾳ καὶ δυνάμει τοιοῦτον,
13. ὁποῖον ἂν γένοιτο μιχθέντος ἁλὸς ἄνθους ὕδατι θαλάσσης.
14. τουτὶ γὰρ τὸ ὕδωρ καὶ τοῖς ὑδεριῶσι καὶ τοῖς ἄλλοις
15. οἰδαλέοις ἐπιτήδειόν ἐστιν, ἰσχυρῶς ξηραῖνον· ὡσαύτως δὲ
16. δὴ καὶ τοῖς πολυσάρκοις καὶ μάλιστα ὅταν αὐτοὺς ἀναγκάζῃ
17. τις ἐν αὐτῷ κολυμβᾷν ὀξύτατα καὶ λουσαμένους πλέον
18. μὴ παραχρῆμα πίνειν ἢ ἐσθίειν, ἀλλ’ ἤτοι κοιμᾶσθαι πρότερον
1. ἢ πάντως γε ἡσυχάζειν. εἰδέναι δὲ χρὴ καὶ προλέγειν τῷ
2. θεραπευομένῳ τὴν πολυσαρκίαν ὡς ἔσθ’ ὅτε διὰ κίνησιν
3. ἀθροωτέραν εἰκός ἐστι καὶ πυρέξαι αὐτόν· ὅτι τε μήθ’ ὁ
4. πυρετὸς ἀνάρμοστος εἰς τὰ παρόντα γενήσεται, τοῦ ἰατροῦ
5. καλῶς ἅπαντα πράττοντος. εὔδηλον γὰρ ὡς ὅταν ἐπὶ κόπων
6. πυρέξωσιν καὶ οἱ οὕτω θεραπευόμενοι, καταστήσαντες αὐτῶν
7. τὸν πυρετὸν, αὖθις ἐπὶ τὴν αὐτὴν ἰδέαν τῆς ὅλης θεραπείας
8. ἀφιξόμεθα. φεύγειν δ’ ἐπ’ αὐτῶν χρὴ καὶ τοὺς τροφίμους
9. οἴνους, οἷοί πέρ εἰσιν οἱ παχεῖς· τοῖς δὲ ὑδατώδεσι χρῆσθαι,
10. τουτέστι τοῖς λευκοῖς μὲν τῇ χρόᾳ, λεπτοῖς δὲ κατὰ τὴν σύστασιν,
11. ἢ τοῖς τεθαλαττωμένοις.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 14.15, ed. Kühn, 1825, vol. 10, p. 992-997. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:14.15
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩