Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 14.16, ed. Kühn, 1825, vol. 10, p. 997-1004. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:14.16

12. Ὅσους δ’ ἀνατρέφειν βουλόμεθα καταλελεπτυσμένους,
13. οἶνον μὲν δώσομεν τὸν παχὺν, ἐδέσματα δὲ
14. τὰ παχύχυμα καὶ γυμνάσια τὰ βραχέα καὶ τρίψιν τὴν μετρίαν·
15. καὶ ἁπλῶς εἰπεῖν, ἅπαντα τοῖς εἰρημένοις ἐναντία πράξομεν.
16. ἐπιτήδειον δ’ αὐτοῖς ἐστι καὶ τὸ πιττοῦσθαι δι’ ἡμερῶν
17. ἤτοι τριῶν ἢ τεττάρων· κάλλιστον γὰρ τοῦτο φάρμακον
18. εἰς σάρκωσιν, ὥστ’ εἰ καί τι μόριον ἕν ποτε πάθῃ, διὰ τούτου
1. τοῦ βοηθήματος ἀνατρέφειν αὐτό. καὶ ἡμῖν ἤρκεσεν ἐπὶ πάντων
2. σχεδὸν μόνον τοῦτο· καὶ γὰρ καὶ θερμαίνει καὶ ὑγραίνει
3. πλῆθος αἵματος ἐπισπώμενον. οὔτ’ οὖν συνεχῶς χρὴ προσφέρειν
4. αὐτὸ τοῖς κάμνουσι σώμασιν, οὔθ’ ὅτε χρὴ καταχρίειν
5. πολλάκις, ἀλλ’ ἐν μὲν χειμῶνι δὶς, ἐν θέρει δ’ ἅπαξ ἀρκεῖ.
6. τοῖς δ’ ἐκ γενετῆς ἔχουσιν ἰσχνότερά τινα μόρια καὶ οἱ ἀνδραποδοκάπηλοι
7. βοηθοῦσι διὰ τοῦ βοηθήματος τοῦδε μετὰ τῆς
8. καλουμένης ἐπικρούσεως, ἔστι δὲ κᾀκείνοις συμμετρία τις, ὡς
9. μὴ μᾶλλον τοῦ δέοντος γίγνοιτο μήτ’ ἔλαττον, οὔσης τοιᾶσδε.
10. ναρθήκια λεῖα μετρίως ἀληλιμμένα κατὰ τῶν ἰσχνῶν μορίων
11. ἐπαράσσουσιν, ἄχρι περ ἂν ἐξαρθῇ μετρίως· ἐν τούτῳ γὰρ
12. τὸ ὅλον ἐστὶν, ὥσπερ καὶ Ἱπποκράτης ἔλεγεν ἐπὶ καταντλήσεως
13. ὕδατος θερμοῦ, τὸ μὲν πρῶτον ἀείρεται, ἔπειτα δ’
14. ἰσχναίνεται. πάντ’ οὖν ἃ εὐσαρκῶσαι βουλόμεθα μόρια καὶ
15. τρίβειν χρὴ καὶ καταντλεῖν καὶ παίειν καὶ πιττοῦν ἄχρι περ
16. ἂν ἐξαρθῇ· γενομένου δὲ τούτου, παραχρῆμα παύεσθαι χρὴ
17. πρὶν ἄρξασθαι διαφορεῖσθαι. τὰ γάρ τοι θερμαίνοντα πάντα
1. καθάπερ ἕλκειν πέφυκεν, οὕτω καὶ διαφορεῖν. ἐὰν οὖν ἀναμείνῃς
2. διαφορηθῆναι τὸ ἑλχθὲν, οὐδὲν ἕξεις πλέον. οὕτω
3. καὶ πυγὰς τίς ἀνδραποδοκάπηλος ἔναγχος ηὔξησεν ἐν ὀλίγῳ
4. χρόνῳ παιδὸς ὑπολέπτου, συμμέτρως μὲν τῇ κατακρούσει
5. χρώμενος ἑκάστης ἡμέρας ἢ παρὰ μίαν, συμμέτρως δὲ πιττῶν.
6. ἀλλὰ τοῖς γε τὸ σύμπαν σῶμα λεπτοῖς καὶ λούεσθαι
7. μετὰ τροφὴν ἐπιτήδειον. ὥσπερ δὲ τοῖς λεπτύνουσι βοηθήμασι
8. κίνδυνος ἦν ἀκολουθῆσαι πυρετὸν ὑπερθερμανθέντος
9. ἀμέτρως τοῦ σώματος, οὕτω καὶ τοῖς λουομένοις ἐπὶ τροφαῖς
10. κίνδυνός ἐστι κατὰ τὸ ἧπαρ ἔμφραξιν γενέσθαι, καὶ
11. μάλιστα διὰ τὸ τῶν ἐδεσμάτων εἶδος· ἐμφράττει γὰρ καὶ
12. ἄλλως τὰ παχύχυμα, χρωμένων ἐπὶ πλέον αὐτοῖς. ὅπου δὲ
13. καὶ ἄλλως τοῦτο δρᾷν πέφυκε, πολὺ δὴ μᾶλλον ἐπὶ βαλανείοις
14. ἅμα τροφῇ τοῦτο δράσει. γίνεταί γε μὴν καὶ λίθων
15. ἐν νεφροῖς σύστασις ἐπὶ τῇ τοιαύτῃ διαίτῃ χρονιζούσῃ·
16. διὰ τί δὲ, οὐ πᾶσι γίνεται πρόδηλον. ἐνίους μὲν γὰρ εἰκός
17. ἐστιν ἤτοι πυκνοὺς ἔχειν τοὺς νεφροὺς ἢ στενὰς τὰς ἀναστομώσεις
18. τῶν ἐν ἥπατι φλεβῶν, ἐνίους δὲ τἀναντία. καὶ τούτων 
1. διάγνωσις οὐδεμία σαφής ἐστιν· ἀλλ’ ἐπερωτᾷν χρὴ τὸν διαιτώμενον,
2. ὡς εἴρηται, συνεχῶς εἴ τις αὐτῷ βάρους αἴσθησις
3. ἐν ὑποχονδρίῳ δεξιῷ καὶ κατὰ τοὺς ψόας γίγνεται. κᾂν αἴσθηταί
4. ποτε τοιούτου τινὸς, αὐτίκα δι’ ὀξυμέλιτος διδόναι κάππαριν
5. ἐν ἀρχῇ τῆς τροφῆς, ἄχρι περ ἂν καταστῇ τὸ βάρος.
6. ἐπὶ δὲ τῶν δυσκόλως ἀνατρεφομένων μορίων καὶ πλέον ἤδη
7. κατεψυγμένων ἐχρησάμην ἐνίοτε καὶ θαψίᾳ, ποτὲ μὲν μετὰ
8. μέλιτος ἐπιχρίων τὸ μόριον, ἔστι δ’ ὅτε καὶ κηρωτῆς· ἐπισπᾶται
9. γὰρ καὶ αὕτη τοῖς μορίοις οἷς ἂν ἐπιτεθῇ πλῆθος
10. αἵματος. ἐφ’ ὧν δὲ ὀλίγον ἐνδεῖ τῷ δέρματι τοῦ αἰδοίου
11. πρὸς τὸ κατὰ φύσιν, ἐπὶ τούτων ἄνευ θαψίας πολλάκις μόνῃ
12. τῇ τάσει τὸ δέον εἰργασάμην, ἶνα χάρτου μαλακὴν καὶ εὔτονον
13. ἐν κύκλῳ περιελίττων ὑποκεχρισμένῳ τῷ δέρματι κόμμεως.
14. εὔδηλον δὲ δήπουθεν ὅτι καὶ τὸ τῆς ἰνὸς πέρας ἐπικολλᾷν
15. χρὴ διὰ κόμμεως τῷ ὑποβεβλημένῳ ἄνω μέρει τῆς
16. ἰνός· ἐν τάχει τε γὰρ ξηραίνεται καὶ ἀλύπως σφίγγει. προϋποτιθέναι
17. δὲ χρὴ τοῦ δέρματος τῆς ποσθῆς ἐκ τῶν ἔνδον
1. μερῶν στρογγύλον τι σύμμετρον, ὃ καὶ μετὰ τὸ κολλῆσαι τὴν
2. ἶνα ῥᾳδίως ἐξαιρήσεις. ἔνιοι δὲ τῶν διὰ θαψίας ἐπαγόντων
3. τὴν ποσθὴν τὸ στρογγύλον τοῦτο μολύβδινον ἐποίησαν
4. ὥσπερ τι σωληνάριον· εἶτ’ ἔξωθεν αὐτὸ περιτείνοντες τὸ
5. δέρμα τῆς ποσθῆς καταδοῦσιν ἱμᾶντι μαλακῷ. καὶ γένοιτ’
6. ἄν ποτε καὶ τοῦτο χρήσιμον ἐφ’ ὧν ἐνδεῖ πολὺ τοῦ δέρματος·
7. εἰ δ’ ὀλίγον εἴη τὸ λεῖπον, ἀρκεῖ μόνον, ὡς εἴρηται, τὸ χαρτίον
8. ἐν κύκλῳ περιελιττόμενον· ἐν αὐτῷ δὲ τῷ περιβάλλειν
9. τε τῷ δέρματι καὶ κατακολλᾷν αὐτὸ προϋποκεῖσθαι χρὴ τὸ
10. σωληνάριον. ἐγὼ δὲ εἴωθα, εἰ καὶ μηδὲν τούτων παρῇ, τοῦ
11. χάρτου σύμμετρον ἑλίττων ἐνθεῖναι στήριγμα τοῦ περιβλήματος,
12. ἵν’ ὕστερον, ὅταν ἀκριβῶς παγῇ τὸ περιελιττόμενον
13. ἔξωθεν ἐξαρθέντος τοῦ στηρίγματος, εὐκόλως οὐρεῖν ὑπάρχῃ
14. τῷ θεραπευομένῳ. πρόδηλον δ’ ὅτι καὶ τοῦτο τὸ πάθημα
15. τοῦ γένους τῶν νοσημάτων ἐστὶν, ὃ κατὰ πηλικότητα τοῦ
16. κατὰ φύσιν ἐξέστηκεν, ἐνίοτε μὲν ἀποσαπείσης τῆς ποσθῆς
17. γινόμενον, ἐνίοτε δὲ ἐξ ἀρχῆς ἔλαττον συγγενόμενον. ὑπάγεται
18. δὲ καὶ χειρουργίας τρόπῳ διττῷ· ποτὲ μὲν ἄνω κατὰ τὴν
1. ἀρχὴν τοῦ αἰδοίου τὸ δέρμα τεμνόντων κυκλοτερῶς, ἕνεκα
2. λυθείσης αὐτοῦ τῆς συνεχείας ἕλκεσθαι κάτω μέχρι τοῦ σκεπάσαι
3. τὴν καλουμένην βάλανον ὅλην· ἐνίοτε δὲ ὑποδερόντων
4. σμίλῃ κατὰ τὰ ἔνδον ἀπὸ τῆς κατὰ τὴν βάλανον ῥίζης, εἶθ’
5. ἑλκόντων κάτω, κᾄπειτα δεσμευόντων, ὡς εἴρηται, μαλακῷ
6. τινι. λεχθήσεται δὲ περὶ τῶν τοιούτων τρόπων ἐπὶ προήκοντι
7. λόγῳ, καθάπερ γε καὶ περὶ κολοβωμάτων· οὕτως γὰρ
8. ὀνομάζουσι τὰ κατὰ χεῖλος ἢ πτερύγιον ῥινὸς ἢ οὖς ἐλλείποντα.
9. μεθοδεύεται γάρ πως καὶ ταῦτα· πρῶτον μὲν ὑποδερόντων
10. ἑκατέρωθεν τὸ δέρμα, μετὰ δὲ τοῦτο ἐπαγόντων
11. καὶ συναγόντων ἀλλήλοις τὰ χείλη τῶν δερμάτων, ἀφαιρούντων
12. τε τὸ τετυλωμένον ἑκατέρου, κᾄπειτα ῥαπτόντων τε καὶ
13. κολλώντων. ἐκ ταὐτοῦ δὲ τοῦ γένους εἰσὶ καὶ αἱ κατὰ τὸν
14. μέγαν κανθὸν ῥυάδες, ἢ μειωθέντος ἐπὶ πλέον ἢ τελέως
15. ἀπολλυμένου τοῦ κανθοῦ. τελέως μὲν οὖν ἀπολλυμένου
16. παντάπασιν ἀνίατον γίνεται τὸ νόσημα, μειωθέντος δὲ διὰ
17. τῶν μετρίως στυφόντων θεραπεύεται μετὰ τοῦ προκαθᾶραι
18. πρῶτον μὲν ὅλον τὸ σῶμα, δεύτερον δὲ τὴν κεφαλήν. ἔστι
19. δὲ μετρίως στύφοντα φάρμακα τά τε διὰ γλαυκίου καὶ κρόκου
1. καὶ τὰ νάρδινα καλούμενα, καὶ μάλισθ’ ὅσα δι’ οἴνου
2. σκευάζεται. συνελόντι δὲ εἰπεῖν, ἐπὶ πάντων ἐν οἷς ἀπώλετό
3. τις οὐσία μάλιστα μὲν αὐτὴν ὁμοιοτάτην πειρᾶσθαι χρὴ
4. κατασκευάζειν· εἰ δ’ ἀδύνατον εἴη τοῦτο, τῆς γε αὐτῆς χρείας
5. ἐστοχασμένων ἡμῶν· ἔσται δὲ καὶ αὐτὴ κατὰ τοῦθ’ ὁμοία.
6. τοῦ γοῦν τῆς κνήμης ὀστοῦ πολλάκις ἀναγκασθέντες ἐκκόψαι
7. συχνὸν, εἰς τὴν χώραν αὐτοῦ φῦσαί τινα ἑτέραν οὐσίαν τὴν
8. φύσιν προκαλούμεθα διὰ τῶν σαρκωτικῶν φαρμάκων, ἥτις
9. ἐν ἀρχῇ μὲν οἵα περ σκληρὰ σάρξ ἐστιν, ὕστερον δὲ πώρου
10. σκληροτέρου λαμβάνει σύστασιν, καὶ τῷ χρόνῳ κρατυνθεῖσα
11. πρὸς τὰς βαδίσεις αὑτοῦ γίνεται ἐπιτηδεία. καὶ σκυταλίδας δὲ
12. δακτύλων ἐκκόπτοντες ὁρῶμεν ἐν τῇ χώρᾳ τῶν ἐκκοπεισῶν
13. ἑτέραν οὐσίαν, οἵαν περ εἴρηκα γεννωμένην. ὅτι δὲ καὶ
14. φλέβας αἰσθητὰς ἐνίοτε γεννωμένας εἴδομεν εἴρηται πρόσθεν.
15. αὗται μὲν οὖν οὐχ ὅμοιαι ταῖς ἀπολωλυίαις, ἀλλ’ αἱ
16. αὐταὶ γίγνεσθαι λέγοιντ’ ἂν, ὥσπερ γε καὶ ἡ ἐν τοῖς κοίλοις
17. ἕλκεσι σάρξ. ἡ δ’ ἐν τῷ τυλοῦσθαι ταύτην οὐλὴ γεννωμένη
18. δέρματι μέν ἐστιν ὁμοιοτάτη, δέρμα δ’ οὐκ ἔστι·
1. πυκνοτέρα γοῦν αὐτοῦ φαίνεται διά τε τῆς ὄψεως καὶ τῆς
2. ἁφῆς, καὶ μέντοι καὶ τῷ λογισμῷ τεκμαιρομένοις ἐκ τοῦ μὴ
3. φύειν τρίχας. ταῦτ’ οὖν ἔχων ἀεὶ πρόχειρα πρὸς τὰς θεραπείας
4. εὐπορήσεις ὧν σε χρὴ πράττειν.

Cliquer un n° de page pour en afficher l’image