Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 14.19, ed. Kühn, 1825, vol. 10, p. 1017-1021. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:14.19

 

17. Ἐκλέξῃ δ’ ὕλην ἐπιτήδειον τοῖς ὀφθαλμοῖς
18. μετὰ τοῦ φροντίζειν δηλονότι καὶ τοῦ μὴ παραῤῥεῖν ἔσω τὸ
1. φάρμακον εἰς τοὺς χιτῶνας αὐτῶν. ὅθεν ἀμείνω τὰ ξηρὰ,
2. περὶ ὧν ὥσπερ καὶ τῶν ἄλλων ἐν ταῖς ἡμετέραις τῶν φαρμάκων
3. πραγματείαις λέλεκται. νυνὶ γὰρ, ὅπερ ἔφην, ἀρκεῖ μόνα
4. τὰ γένη διεξέρχεσθαι τῶν φαρμάκων, ἄνευ τῶν κατὰ μέρος
5. ὑλῶν, ὅπως μὴ πολλάκις ἀναγκαζοίμην ὑπὲρ αὐτῶν λέγειν.
6. ὅσα μὲν τοίνυν ἀλλότρια τῆς κατὰ φύσιν ἐστὶ διοικήσεως,
7. ἐξαρεῖν ὅλα αὐτὰ προσήκει· ὅσα δ’ οἰκεῖα μὲν, ἀλλὰ
8. διέφθαρταί πως, ἀνασώζειν αὐτὰ, καθόσον ἐνδέχεται. λέλεκται
9. δ’ ἔμπροσθεν ὡς ἐπαμφοτερίζει τινά. λέλεκται δὲ ὡς
10. καὶ τῶν ἀλλοτρίων ἔνια ταῖς οὐσίαις ὅλαις ἐστὶν ἀλλότρια,
11. λογικῆς ζητήσεως οὐκ ἐς τὴν θεραπείαν χρησίμης οὔσης κατὰ
12. τοῦτον τὸν τόπον ἐπ’ ἐνίων παθῶν. τὸ γάρ τοι πτερύγιον
13. ὅτι μὲν ἀλλότριόν ἐστι τῆς ὑγιεινῆς καταστάσεως εὔδηλον
14. εἶναι νομίζω πᾶσιν· οὐ μὴν ἀλλότριόν γε κατὰ τὴν οὐσίαν
15. ἐστὶν, ὥσπερ ἀθέρωμα καὶ μελικηρίς. ἴασις δὲ καὶ τούτου
16. μικροῦ μὲν ὄντος ἔτι καὶ μαλακοῦ διὰ τῶν ῥυπτόντων φαρμάκων,
17. οἷά πέρ ἐστι καὶ τὰ τραχωματικὰ καλούμενα· μεγάλου
1. δὲ καὶ σκληροῦ γενομένου διὰ χειρουργίας. ὁμοίως δὲ καὶ
2. τῶν ὑδατίδων τὰς μεγάλας θεραπευτέον· τὰς μικρὰς δὲ τὰ
3. ξηραντικὰ τῶν φαρμάκων ὀνίνησι. τὸ δὲ χαλάζιον, ἔστι γὰρ
4. ἕν τι καὶ τοῦτο τῶν ἐν ὀφθαλμοῖς γινομένων, ὅλῳ τῷ γένει
5. παρὰ φύσιν ὑπάρχον ἐκκόπτεσθαι δεῖται. οὕτω δὲ καὶ τὸ
6. πῦον ὑπὸ τῶν ὑποπύων ὀνομαζομένων ὀφθαλμῶν· ἀλλὰ
7. τοῦτο μὲν ὡς τὰ πολλὰ διαφορεῖται φαρμάκοις. ὑπόχυμα
8. δὲ ἀρχόμενον μὲν διαφορεῖται, σύστασιν δ’ ἱκανὴν
9. λαβὸν οὐκέτι. τῶν καθ’ ἡμᾶς δέ τις ὀφθαλμικῶν Ἰοῦστος
10. ὄνομα καὶ διὰ κατασείσεως τῆς κεφαλῆς πολλοὺς τῶν ὑποπύων
11. ἐθεράπευσε, καθίζων μὲν αὐτοὺς ὀρθίους ἐπὶ δίφρου,
12. περιλαμβάνων δὲ τὴν κεφαλὴν ἑκατέρωθεν ἐκ τῶν πλαγίων,
13. εἶτα διασείων οὕτως ὥσθ’ ὁρᾷν ἡμᾶς ἐναργῶς κάτω χωροῦν
14. τὸ πῦον. ἔμενε δὲ κάτω καίτοι τῶν ὑποχυμάτων μὴ μενόντων,
15. εἰ μὴ πάνυ τις ἀκριβῶς αὐτὰ σφηνώσειε διὰ τὸ βαρὺ
16. τῆς οὐσίας. κουφότερον γάρ ἐστιν, ὡς ἂν εἴποι τις εἰκάζων,
17. ἢ νεφελωδέστερον τὸ ὑπόχυμα τοῦ πύου· πλὴν ὅσα καὶ τούτων
18. αὐτῶν ἔνια, λέγω δὴ τῶν ὑποχυμάτων, ὀῤῥωδεστέρας
1. ὑγρότητος ἐστίν. ἃ δὴ καὶ περικεντούντων διαλύεται μὲν ἐν
2. τῷ παραυτίκα, χρόνῳ δ’ ὕστερον οὐ μακρῷ καθάπερ τις
3. ἰλὺς ὑποχωρεῖ κάτω. τὸ δ’ ἐν τοῖς ὀφθαλμοῖς πῦον ὅταν
4. διαφορῆσαι βουλώμεθα, τοῖς διὰ σμύρνης μάλιστα κολλυρίοις
5. χρηστέον, ἃ δὴ καὶ καλοῦσιν ἰδίως διάσμυρνα· τούτων δ’
6. ἧττον, ἄμεινον δὲ τῶν ἄλλων ἐνεργεῖ τὰ διὰ λιβάνου, τὰ δ’
7. ἱκανῶς ξηραίνοντα παραχρῆμα μὲν ἱκανῶς ἐκκενοῖ, τὸ δ’ ὑπόλοιπον
8. πήγνυσι δυσλύτως, ὡς ἐπὶ τῶν σκιῤῥουμένων ἔμπροσθεν
9. εἴρηται. πολλάκις δὲ πῦον ἀθρόως ἐκενώσαμεν διελόντες
10. τὸν κερατοειδῆ μικρὸν ὑπεράνω τοῦ χωρίου, καθ’ ὃ συμφύονται
11. πρὸς ἀλλήλους ἅπαντες οἱ χιτῶνες. ὀνομάζουσι δὲ ἔνιοι
12. μὲν ἴριν, ἔνιοι δὲ στεφάνην τὸ χωρίον. ὥστε καὶ τοῦτο τὸ
13. πάθημα τοῖς τρισὶν ὑποπίπτει τρόποις τῆς κενώσεως καὶ διὰ
14. χειρουργίας ἀθρόως ἐκκενούσης καὶ διὰ φαρμάκου κατὰ βραχὺ
15. καὶ πρὸς ἀκυρώτερον ἀπαγόμενον τόπον, ὡς ἐν ταῖς κατασείσεσι.
16. τοῦ γένους δ’ εἰσὶν, ὡς ἔφην, τῶν ὅλαις ταῖς
17. οὐσίαις παρὰ φύσιν ἐχόντων καὶ αἱ ἀσκαρίδες, αἵ θ’ ἕλμινθες,
1. εἴτ’ οὖν στρογγύλαι τινές εἰσιν εἴτε καὶ πλατεῖαι. διὸ καὶ
2. τελέως αὐτὰς ἐξαιρεῖν χρὴ τοῦ σώματος. ἐξαιρήσεις δὲ ἀποκτείνας.
3. ἀποκτενεῖς δὲ τοῖς πικροῖς φαρμάκοις· ζῶσαι μὲν
4. γὰρ ἀντέχονται τῶν ἐντέρων, ἀποθανοῦσαι δὲ συνεκκενοῦνται
5. τῇ κόπρῳ. συνεκκενοῦνται δὲ ζῶσαι μὲν ἔτι σκοτωθεῖσαι
6. καὶ ὡς ἄν εἴποι τις ἡμιθνῆτες γινόμεναι. τὰς μὲν οὖν στρογγύλας
7. ἕλμινθας ἱκανὸν ἀποκτεῖναι ἀψίνθιον. ἡ πλατεῖα δὲ
8. ἰσχυροτέρων δεῖται φαρμάκων, ὁποῖόν ἐστι καὶ ἡ πτέρις, ἔτι
9. δὲ καὶ ἡ καλουμένη ἀσκαρίς. ἀλλὰ περὶ μὲν τῆς τῶν φαρμάκων
10. εὐπορίας οὐ νῦν πρόκειται λέγειν. ἐνταῦθα οὖν ἤδη
11. τελευτάτω καὶ οὗτος ὁ λόγος.

Cliquer un n° de page pour en afficher l’image