Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 14.3, ed. Kühn, 1825, vol. 10, p. 949-953. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:14.3

17. Ἡ δὲ τῆς θεραπείας μέθοδος ὡς ἐπὶ τῶν
18. ἄλλων συνθέτων, οὕτω καὶ νῦν γιγνέσθω τὴν ἀρχὴν ἀπὸ 
1. τῶν ἁπλῶν ποιησαμένοις. κοινὸς μὲν οὖν σκοπὸς ἅπασι
2. τοῖς οὕτω παρὰ φύσιν ὄγκοις ἡ κένωσις. οὕτω δ’ εἶπον ἀναμιμνήσκων
3. τοῦ πλήθους τῶν ἐργαζομένων αὐτοὺς χυμῶν. εἰ
4. γάρ τις τούτους κενώσειε, τὴν κατὰ φύσιν ἕξιν ἀναλήψεται
5. τὸ μόριον. ἀλλὰ καὶ ἡ κένωσις ὁμοίως ἅπασι διττὴ, μία μὲν
6. οὖν ἀπωθουμένων ἡμῶν αὐτοὺς εἰς ἕτερα μόρια, δευτέρα δὲ
7. διαφορούντων ἔξω κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοήν. ἐπεὶ
8. δ’ οὐ τῷ ποσῷ μόνον ἀνιᾷ τὸ ἐρυσίπελας, ἀλλὰ καὶ τῷ ποιῷ,
9. σφοδρὰν ἔχον τὴν φλόγωσιν, ἐμψύξεως δεήσεται περιττοτέρας
10. ἢ κατὰ τὴν φλεγμονήν. οὐ μὴν ἀκίνδυνός γε ἡ τοιαύτη θεραπεία
11. τῷ παντὶ σώματι, διὰ τὸ φέρεσθαι τὴν χολὴν ἐνίοτε
12. πρός τι τῶν ἐπικαίρων μορίων, ὅπου γε οὐδ’ ὅταν αἷμα
13. ψύχηται πλεονάζον, ἀκίνδυνον ἐκ τῶν ἀκύρων μερῶν ἀπωθεῖσθαι
14. τὸ ῥεῦμα. καθάπερ οὖν ἐπ’ ἐκείνου μετὰ τῆς τοῦ
15. παντὸς σώματος κενώσεως τοῖς ἀποκρουστικοῖς ὀνομαζομένοις
16. ἐχρώμεθα βοηθήμασιν, οὕτω καὶ νῦν πράξομεν· ἀντὶ
17. μὲν φλεβοτομίας χολαγωγῷ φαρμάκῳ καθαίροντες, αὐτὸ δὲ
18. τὸ πεπονθὸς μέρος ἐμψύχοντες. ὅρος δ’ ἔστω τοῦ ψύχειν ἡ
1. τῆς χρόας μεταβολή. καὶ γὰρ τό γε ἀκριβὲς ἐρυσίπελας εὐθὺς
2. ἅμα ταύτῃ παύεται, τὸ δ’ οὐκ ἀκριβὲς, ἀλλ’ ἤδη πως φλεγμονῶδες
3. πελιδνὸν ἀποφαίνει τὸ δέρμα, ψυχόντων ἐπὶ πλέον.
4. εἰ δὲ μηδ’ οὕτως τις παύοιτο, μελαίνεται, καὶ μάλιστα ἐπὶ
5. τῶν πρεσβυτικῶν σωμάτων· ὥστ’ ἔνια τῶν οὕτω ψυχθέντων
6. οὐδὲ τοῖς διαφορητικοῖς φαρμάκοις ἐκθεραπεύεται τελέως,
7. ἀλλ’ ὑπολείπει τινὰ περὶ τὸ μόριον ὄγκον σκιῤῥώδη. μεταβαίνειν
8. οὖν ἄμεινον ἀπὸ τῶν ψυχόντων τε καὶ στυφόντων ἐπὶ
9. τἀναντία καθ’ ὃν ἂν καιρὸν ἴδῃς ἠλλοιωμένον τὸ χρῶμα τοῦ
10. πάσχοντος μορίου, πρὶν ἤτοι πελιδνὸν ἢ καὶ παντάπασι μέλαν
11. γενέσθαι. λέλεκται δ’ ἐν ταῖς περὶ φαρμάκων πραγματείαις
12. ἡ τῶν ψυχόντων ὕλη, τὸ στρύχνον καὶ τὸ ἀείζωον, ἥ τ’
13. ἀνδράχνη καὶ ἡ κοτυληδὼν καὶ τὸ ψύλλιον, ὅ θ’ ὑοσκύαμος
14. καὶ ἡ θριδακίνη καὶ ἡ σέρις, ὅ τε ἀπὸ τῶν τελμάτων φακὸς,
15. αἵ τε δι’ ὕδατος πάνυ ψυχροῦ κηρωταὶ καὶ τἄλλα ὅσα τοιαῦτα.
16. μεταπεσούσης δὲ τῆς φλογώσεως τοῦ πεπονθότος μορίου,
17. καταπλάττειν αὐτὸ, πρὶν πελιδνὸν γενέσθαι δι’ ὠμῆς λύσεως,
18. ὀνομάζω δ’ οὕτω τὸ κρίθινον ἄλευρον. εἰ δὲ καὶ πελιδνὸν
1. γενέσθαι φθάσειεν, ἀποσχάζοντα καταπλάττειν αἰονᾶν τε τὰ
2. μὲν πλεῖστα δι’ ὕδατος θερμοῦ· καὶ θάλασσα δὲ καὶ ἅλμη
3. ποτὲ συνοίσει. καὶ αὐτῷ δὲ τῷ καταπλάσματι μίγνυται
4. τοιοῦτον ὕδωρ ἢ ὄξος ἢ ὀξάλμη. ἐν τούτῳ δὲ τῷ καιρῷ καὶ
5. κοριανοῦ μετ’ ἀλφίτων ἔνιοι πειραθέντες ἔγραψαν ὡς ἀγαθὸν
6. εἴη φάρμακον ἐρυσιπελάτων. εἶτ’ αὖθις ἕτεροι κατ’ ἀρχὰς
7. χρησάμενοι μεγάλης βλάβης τῷ κάμνοντι κατέστησαν αἴτιοι.
8. καὶ ἡ διὰ τοῦ ῥοδίνου δὲ κηρωτὴ λαμβάνουσα τῆς τιτάνου
9. κατὰ τὸν αὐτὸν τρόπον ἐνίοις γέγραπται βοηθεῖν ἐρυσιπέλασι
10. καὶ ἄλλα τινὰ τοιαῦτα τῶν θερμαινόντων ἱκανῶς, ὧν οὐδέν
11. ἐστιν ἐρυσιπέλατος ἴαμα πρὶν μεταπεσὸν αὐτὸ παύσασθαι
12. μὲν ὅπερ ἦν ἐξ ἀρχῆς, ἕτερον δ’ ἐναντίον ἐκείνῳ γενέσθαι.
13. πῶς γὰρ οὐκ ἐναντίον ἔσται τὸ θερμῷ πάθει τὸ ψυχρὸν, ἢ
14. τῷ ξανθῷ τὴν χρόαν ἢ ὠχρῷ τὸ πελιδνὸν ἢ μέλαν; ὥσπερ
15. δὲ πολλάκις ἐπιμίγνυται φλεγμονῇ τὸ ἐρυσίπελας, οὕτως
16. ἐνίοτε τῷ οἰδήματι· καὶ καλείσθω τηνικαῦτα τὸ μικτὸν ἐξ
17. ἀμφοῖν ἐρυσίπελας οἰδηματῶδες, ὥσπερ γε κᾀπειδὰν ψυχόμενον
1. σκληρόν τε καὶ δύσλυτον γένηται, κληθήσεται σκιῤῥῶδες
2. ἐρυσίπελας. καὶ τοίνυν καὶ ἡ θεραπεία καθάπερ ἐν ἅπασι
3. τοῖς συνθέτοις, οὕτω κᾀπὶ τούτων σοι γιγνέσθω· καὶ μάλιστα
4. μὲν ἀνθισταμένῳ πρὸς τὸ κρατοῦν, οὐκ ἐπιλελησμένῳ
5. δ’ οὐδὲ τῆς ἀπὸ τοῦ μιχθέντος ἐνδείξεως.

Cliquer un n° de page pour en afficher l’image