Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 14.4, ed. Kühn, 1825, vol. 10, p. 953-957. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:14.4

6. Ὥσπερ γὰρ ἐπὶ χολώδει ῥεύματι τὸ ἐρυσίπελας,
7. οὕτως ἐπὶ φλέγματι τὸ οἴδημα γίγνεται χαῦνός τις
8. ὄγκος ἀνώδυνος. ἴσμεν δὲ δήπου καὶ ἄλλως οἰδήματα γινόμενα
9. περὶ τοὺς πόδας ἐν ὑδερικαῖς διαθέσεσι καὶ φθόαις καὶ καχεξίαις
10. ἑτέραις ἰσχυραῖς. ἐπ’ ἐκείνων μὲν οὖν σύμπτωμά ἐστι
11. τὸ οἴδημα τοῦ κατέχοντος πλήθους τὸν ἄνθρωπον, οὐδὲ
12. μιᾶς ἰδίας ἐξαιρέτου θεραπείας δεόμενον. ἀρκεῖ γὰρ, εἴπερ
13. ἄρα, τηνικαῦτα ἀνατρίβειν τὰ σκέλη ποτὲ μὲν δι’ ὀξυροδίνου,
14. ποτὲ δὲ δι’ ἐλαίου καὶ ἁλῶν, ἢ καὶ αὐτῷ τῷ ὀξυροδίνῳ τῶν
15. ἁλῶν ἐπεμβάλλοντα. διὰ δὲ τὸν φλεγματώδη χυμὸν ἐπιῤῥυέντα
16. μορίῳ συνιστάντος οἰδήματος, ἱκανὸς ἐνίοτε καὶ σπόγγος
17. μόνος ὕδατι βεβρεγμένος ὀλίγον ὄξους ἔχοντι. γενέσθω
18. δ’ ἡ κρᾶσις ἤτοι γ’ ὡς ἂν καὶ πίοι τις ἢ οὐ πολλῷ γε τούτου
1. πλέον ἔχουσα τὸ ὄξος. ἐπιδεῖν δὲ χρὴ τὸν σπόγγον ἐκ τῶν
2. κάτω μερῶν ἀρχόμενον καὶ ἄνω τελευτῶντα. καινὸς δ’ ἔστω
3. πάντως, εἰ μέλλοι τι χρηστὸν ἐργάσασθαι· μὴ παρόντος
4. δέ σοι καινοῦ, διαῤῥύπτειν χρὴ καὶ καθαίρειν τὸν ἐπιτυχόντα
5. νίτρῳ τε καὶ ἀφρονίτρῳ καὶ τῇ καλουμένῃ κονίᾳ στακτῇ. μὴ
6. καταστάντος δὲ ἐπὶ τοῖσδε τοῦ οἰδήματος, ἐπειδὰν αὖθις
7. ἐπιδέῃς, ἐπεμβάλλειν καὶ βραχὺ τῆς στυπτηρίας καὶ σπόγγον
8. καινὸν προσοιστέον· εἰ δ’ οὐκ ἔχοις καινὸν, ἄμεινον χρῆσθαι
9. τούτῳ δὴ τῷ καλουμένῳ πρὸς τῶν πολλῶν ἐλλυχνίῳ. μαλακὸν
10. δ’ ἔστω πρὸ πάντων, ὁποῖον τὸ Ταρσικόν· εἰ δ’ ἐκείνου τις
11. εὐποροίη, θαῤῥῶν χρήσθω· βέλτιον γὰρ ἐνεργήσει τοῦ σπόγγου.
12. δευέσθω δὲ δηλονότι τῷ τὴν στυπτηρίαν ἔχοντι ὀξυκράτῳ
13. καὶ ἐπιδείσθω, καθότι προείρηται, κάτωθεν ἄνω.
14. σφίγγειν δ’ οὕτω συμμέτρως, ὡς ἐν κατάγματι, καὶ μᾶλλον
15. μὲν τὰ κάτω πρῶτα· κατὰ βραχὺ δ’ ἐκλύειν τὴν σφίγξιν· οὐ
16. μὴν εἰς τοσοῦτόν γε, ὡς χαλαρὸν γενέσθαι τι μέρος τῆς ἐπιδέσεως.
17. ἀγαθὸν δὲ φάρμακον εἰς ταῦτα καὶ τὸ γλαύκιον αὐτό
18. τε καθ’ ἑαυτὸ δι’ ὀξυκράτου λυθὲν, ἔτι τε μᾶλλον τὸ δι’ 
1. αὐτοῦ συντιθέμενον ἡμέτερον φάρμακον, οὗ τὴν σύνθεσιν
2. ἔχεις ἐν τῇ περὶ τῶν φαρμάκων πραγματείᾳ λεγομένῃ.
3. ἦσαν δέ μοι μέχρι δεῦρο τρεῖς, ἥ τε περὶ τῶν ἁπλῶν, καὶ
4. μετὰ ταύτην ἡ περὶ τῆς συνθέσεως αὐτῶν, εἶθ’ ἡ περὶ τῶν
5. εὐπορίστων. ἔοικα δὲ καὶ τετάρτην ἄλλην ποιήσειν, ἐπειδὴ
6. καὶ πολλοὶ τῶν ἑταίρων οὕτως ἀξιοῦσιν· ἐν ᾗ περὶ τῶν κοινῶν
7. καὶ ἰδίων ἑκάστου μορίου καὶ πάθους φαρμάκων ὁ λόγος
8. ἐστί μοι. ἀλλὰ τοῦτό γε τὸ διὰ τοῦ γλαυκίου φάρμακον οὐκ
9. οἰδήματα μόνον, ἀλλὰ καὶ πολὺ δὴ μᾶλλον αὐτῶν ἐρυσιπέλατά
10. τε τὰς φλεγμονὰς ἀρχομένας ἰᾶται, καὶ μάλιστα τὰς θερμάς.
11. εὔδηλον δὲ ὅτι καὶ τὰς ἐρυσιπελατώδεις φλεγμονὰς
12. ἐρυσιπέλατά τε τὰ φλεγμονώδη θεραπεύσεις ταὐτῷ τούτῳ
13. τῷ φαρμάκῳ. οὐ μὴν τάς τε σκιῤῥουμένας ἤδη τῶν φλεγμονῶν
14. ἢ τὰ ψυχθέντα τῶν ἐρυσιπελάτων, οὔθ’ ὅλως οὐδεμίαν
15. διάθεσιν σκιῤῥώδη· περὶ ὧν εἴρηται μέν τι κᾀν τῷ πέμπτῳ
16. περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, εἰρήσεται δὲ καὶ
17. νῦν. ὁ μὲν γὰρ χυμὸς ὁ τὸ τοιοῦτον πάθος ἐργαζόμενος
1. ἤτοι γλίσχρος ἐστὶν ἢ παχὺς, ἢ ἀμφότερα. τῆς θεραπείας δὲ
2. αὐτοῦ κοινὸς ὁ σκοπὸς ἐκκενῶσαι τὸ περιεχόμενον ἐν τῷ
3. μορίῳ παρὰ φύσιν ἅπαν. ἴδιος δ’ ὁ τρόπος τῆς κενώσεως·
4. ἀποῤῥῦψαι γὰρ αὐτὸν χρὴ δυσλύτως ἐμπεπλασμένον. ἐὰν
5. οὖν ἀθρόως ἕλκουσί τε καὶ διαφοροῦσι φαρμάκοις ἐγχειρῇ
6. τις κενοῦν, ἄνευ τοῦ μαλάττειν τε καὶ χεῖν τοῖς ὑγραίνουσι
7. καὶ θερμαίνουσιν, ἐν ὀλίγαις μὲν ἡμέραις ταῖς πρώταις
8. ἀξιόλογον ἐπίδοσιν δόξει λαμβάνειν ἡ θεραπεία, τό γε μὴν
9. ὑπόλοιπον τῆς διαθέσεως ἀνίατον ἔσται· διαφορηθέντος
10. γὰρ ἅπαντος τοῦ λεπτομεροῦς κατ’ αὐτὴν, ὅμοιόν τι πήξει
11. λιθώδει τὸ λοιπὸν λήψεται. καὶ γὰρ οὖν καὶ τῶν ἐν ταῖς
12. ἀρθρίτισι πώρων ἡ γένεσις ἐξ ὑγροῦ παχέος ἐστὶ καὶ γλίσχρου
13. μὴ κατὰ βραχὺ διαφορηθέντος, ἀλλ’ ἀθρόως ξηρανθέντος
14. ὑπὸ βιαίων φαρμάκων. οὕτω δὲ κᾀν τοῖς νεφροῖς
15. οἱ λίθοι γεννῶνται, κατοπτηθέντος ἐν αὐτοῖς χυμοῦ παχέος
16. καὶ γλίσχρου. διὰ τοῦτ’ οὖν ἐπὶ τῶν σκιῤῥωδῶν διαθέσεων
17. οὐδὲν τῶν ἰσχυρῶς θερμαινόντων ἢ ξηραινόντων φαρμάκων
18. ἁρμόττει, μόνα δὲ ὅσα μετὰ τοῦ μαλάττειν ἱκανὰ
1. διαφορεῖν ἐστιν, οἷον ὁ ἐλάφειος μυελὸς καὶ μόσχειος καὶ
2. στέαρ αἴγειόν τε καὶ ταύρειον καὶ λεόντειον, ἔτι τε πρὸς
3. τούτοις ἀμμωνιακὸν θυμίαμα καὶ βδέλλιον ἑκάτερον, καὶ
4. μᾶλλον τὸ Σκυθικὸν ὅσῳ περ ὑγρότερόν ἐστιν. ὡσαύτως δὲ
5. καὶ ὁ στύραξ ὁ ὑγρότερος ἀμείνων τοῦ ξηροῦ. τούτοις οὖν
6. προσέχων τοῖς σκοποῖς καὶ τὰς ἐπιπεπλεγμένας διαθέσεις
7. ἰᾶσθαι δυνήσῃ, κατὰ τὴν εἰρημένην ἤδη πολλάκις ἐπὶ πάντων
8. τῶν συνθέτων παθῶν μέθοδον.

Cliquer un n° de page pour en afficher l’image