9. Ἐμοὶ δὲ καιρὸς ἂν εἴη περὶ τῆς τῶν πασχόντων
10. μορίων ἀναμνῆσαι διαφορᾶς, ἧς ἀεὶ μνημονεύειν
11. ἠξίουν ἐπὶ πάντων τῶν νοσημάτων τε καὶ συμπτωμάτων.
12. εἴρηται δ’ οὐκ ὀλίγα καὶ κατὰ τὸ πρὸ τούτου γράμμα
13. περὶ τῆς ἀπ’ αὐτῶν ἐνδείξεως. ὁ μὲν γὰρ πρῶτος σκοπὸς
14. τῆς ἰάσεως ἁπάντων τῶν παρὰ φύσιν ὄγκων ἐν οἷς
15. οὐδέπω γεγόνασι πῶροι κένωσίς ἐστιν. ἡ δὲ τῶν σκιῤῥουμένων
16. μορίων κένωσις ὑπὸ τῶν προειρημένων γίγνεται
17. φαρμάκων, ἃ καλεῖν ἔθος ἐστὶ τοῖς ἰατροῖς μαλακτικά.
18. τῷ δ’ εἶναι τῶν μορίων τὰ μὲν ἀραιότερα φύσει,
1. τὰ δὲ πυκνότερα, καὶ τὴν κένωσιν ἑτέρων δεῖσθαι κατ’ εἶδος
2. βοηθημάτων ἀναγκαῖόν ἐστι. διὰ τοῦτ’ οὖν ἐπὶ τενόντων τε
3. καὶ συνδέσμων ἔδοξέ μοι βέλτιον εἶναι παραμιγνύναι τι τῇ
4. διὰ τῶν μαλαττόντων φαρμάκων ἀγωγῇ τῆς τμητικῆς ὀνομαζομένης,
5. ὧν τοῖς μάλιστα ὄξος ἐστὶ τοιοῦτον. ἐνίοτε μὲν
6. οὖν αὐτῷ χρώμεθα κᾀπὶ τῶν ἄλλων μορίων σκιῤῥωθέντων,
7. ὡς ἐρῶ μικρὸν ὕστερον. ἐπὶ δὲ τενόντων τε καὶ συνδέσμων
8. ὧδέ πως. ὄξει δριμυτάτῳ σβέννυμι λίθον διάπυρον, εἰ μὲν
9. οὖν οἷόν τε, τὸν πυρίτην λίθον καλούμενον, ὃς οὐδ’ αὐτός
10. ἐστι σπάνιος ἐν ταῖς μεγάλαις πόλεσι, μὴ παρόντος δὲ τούτου,
11. τὸν μυλίτην· ὀνομάζουσι δὲ οὕτως ἐξ οὗ τὰς μύλας ἐφ’ ὧν
12. ἀλοῦσι κατασκευάζουσιν. εἶτα ἀναφερομένου τινὸς ἀτμοῦ
13. θερμοῦ μετὰ τὸ καταχυθῆναι τοῦ λίθου τὸ ὄξος, ἐν ἐκείνῳ
14. τὸν ἐσκιῤῥωμένον σύνδεσμον ἢ τένοντα διακινεῖν ἀναγκάζω·
15. καὶ μετὰ τοῦτο πάλιν ἐπιτίθημι τὸ μαλακτικὸν φάρμακον.
16. ἐλαίῳ γε μὴν ἀπ’ ἀρχῆς τῆς θεραπείας οὐχ ὕδατι καταντλῶ
17. τὸ πεπονθὸς μόριον, ἄχρι παντὸς ἑκάστης ἡμέρας. ἐχέτω δὲ
18. τοῦτο μηδεμίαν στύψιν, ἀλλ’ ἀκριβῶς ἔστω λεπτομερὲς, οἷόν
1. πέρ ἐστι τὸ Σαβῖνον. ἐναφεψῶ δ’ ἐνίοτε τῷ ἐλαίῳ καὶ τῆς
2. ἀλθαίας τὴν ῥίζαν, ἀγρίου τε σικύου καὶ εἴ τις ἄλλη τοιαύτη.
3. καὶ τούτῳ χρῶμαι καθ’ ἑκάστην ἡμέραν, ὡς εἶπον. ἡ δὲ δι’
4. ὄξους θεραπεία χρήσιμός ἐστιν ἐπὶ προσήκοντι τῷ πάθει,
5. προπαρεσκευασμένου τοῦ μέρους ὑπὸ τῶν μαλακτικῶν. ἐπενόησα
6. δέ τινα καὶ σύνθετα φάρμακα δι’ ὄξους, ἃ μεταξὺ τῶν
7. μαλακτικῶν ἐπιτίθημι πρὸς μίαν ἡμέραν. ἡ γάρ τοι τοῦ ὄξους
8. δύναμις, ἐάν τις αὐτῇ μετρίως τε καὶ κατὰ τὸν προσήκοντα
9. καιρὸν χρήσηται, ὠφελεῖ τὰς τοιαύτας διαθέσεις τέμνουσα
10. καὶ διαλύουσα τοὺς παχεῖς χυμούς· εἰ δὲ ἀμετρότερον ἢ οὐκ
11. ἐν καιρῷ τῷ προσήκοντι, τὸ λεπτότερον ἐξαρπάζουσα τὸ
12. καταλεῖπον ἐᾷ λιθοῦσθαι. καὶ μέντοι καὶ μέχρι πλείονος, εἴ
13. τις αὐτῷ χρῷτο, τῆς οὐσίας ἅπτεται τῶν νεύρων. διὰ τοῦτ’
14. οὖν οὔτε πολλάκις οὔτε κατ’ ἀρχὰς οὔτ’ ἐν χρόνῳ πολλῷ
15. χρηστέον ἐστὶ τοῖς δι’ ὄξους φαρμάκοις ἐπὶ συνδέσμων τε καὶ
16. τενόντων. ἐπὶ μέντοι σπληνὸς ἢ τῶν σαρκωδῶν μερῶν τοῦ
17. μυὸς ἐσκιῤῥωμένων ἀκίνδυνος ἡ χρῆσις· ἀραιά τε γὰρ ταῦτα
18. φύσει καὶ φόβος οὐδείς ἐστι πληγῆναί τι νεῦρον ὑπὸ τῆς
1. δυνάμεως αὐτοῦ. τῷ μὲν οὖν ἀμμωνιακῷ θυμιάματι μετ’
2. ὄξους πολλοὶ καὶ ἄλλοι χρῶνται κατὰ τοῦ σπληνὸς ἐπιτιθέντες
3. πηλῶδες τῷ πάχει, τὸ μικτὸν ἐξ ἀμφοῖν ἐργαζόμενοι·
4. καὶ πολλάκις γε τοῦτο μόνον ἤρκεσεν εἰς τὴν θεραπείαν αὐτοῦ.
5. ἐπὶ δὲ τῶν μυῶν ἄλλον μὲν οὐκ εἶδον, ἐγὼ δ’ ἐχρησάμην
6. πολλάκις ἐν τῷ μεταξὺ τῶν μαλακτικῶν. ἐπ’ ἐκείνοις
7. μὲν οὖν οὐδεμία σαφὴς ὠφέλεια γίγνεται· προμαλαχθέντος
8. δ’ ὑπ’ αὐτῶν τοῦ σκιῤῥώδους ὄγκου μεγίστην ὠφέλειαν ἐργάζεται
9. τὸ δι’ ὄξους λυθὲν ἀμμωνιακόν. ἀπόχρη δὲ καὶ τούτῳ
10. κατὰ μίαν ἢ καὶ δευτέραν ἡμέραν χρησαμένους ἐπανελθεῖν
11. αὖθις ἐπὶ τὰ μαλακτικά· πάλιν δ’ ἐκείνοις χρησαμένους ἡμέραις
12. πλείοσιν ἀφικνεῖσθαι πάλιν ἐπὶ τὸ δι’ ὄξους φάρμακον,
13. εἴτ’ οὖν ἀμμωνιακὸν εἴτε καὶ τῶν ἄλλων τι τῶν μαλακτικῶν
14. ὅσα μικρὸν ἔμπροσθεν εἶπον. οὐ γὰρ δὴ ἄλλο γέ τι δεῖ προσφέρειν,
15. οἷα τὰ πολλὰ τῶν ξηρῶν ὀνομαζομένων ἐστὶ φαρμάκων·
16. εὐδοκιμήσει μὲν γὰρ ἐν ἀρχῇ τὸ φάρμακον, ἀνίατον δ’
17. ἐργάζεται τὸ λείψανον τῆς διαθέσεως. διὰ τοῦτο γοῦν ἐγὼ
18. πολλάκις ἐν τῷ μεταξὺ καὶ καταπλάσματι τῷ δι’ ἀλθαίας
1. ἐχρησάμην· ὀνομάζουσι δὲ αὐτὴν ἀναδενδρομαλάχην οἱ πολλοί·
2. ταύτης οὖν ἡ ῥίζα λυομένη μετὰ στέατος ἀγαθὸν εἰς
3. τὰ τοιαῦτα φάρμακα. ἔστω δὲ τὸ στέαρ, εἰ μὲν οἷόν
4. τ’ εἴη, χήνειον· εἰ δὲ μὴ παρείη τοῦτο, ὀρνίθειον· εἰ δὲ μηδὲ
5. τοῦτο, τῷ τῶν ὑῶν χρηστέον. ἀλλὰ καὶ τῆς ἀγρίας μαλάχης,
6. ἥτις πανταχόθι φύεται, τὰ φύλλα λειωθέντα μετά τινος τῶν
7. εἰρημένων ὀνήσει. ἀμείνω δὲ τῶν ὠμῶν ἐστι τὰ προαφηψημένα
8. μετρίως. τὰ μὲν δὴ τοιαῦτα βοηθήματα καὶ τὸ ποικίλλειν,
9. ὡς εἴρηται, τὴν θεραπείαν ἁπάντων μορίων ἐστὶ κοινὰ,
10. ὅσα περ ἂν ἁλῷ πάθει σκιῤῥώδει, καθάπερ γε καὶ ἡ τῶν
11. οἰδημάτων ἴασις, ἣν ὀλίγον ἔμπροσθεν εἶπον, ἐξαλλάττεται
12. κατὰ τὰ μόρια ταῖς εἰρημέναις διαφοραῖς. αὐτίκα γέ τοι τοῖς
13. καθ’ ὑποχόνδριον οἰδήμασιν οὐκ ἄν τις ψυχρὸν ἐπιθείη σπόγγον
14. ἐξ ὀξυκράτου· καθάπερ οὐδὲ τοῖς ἄλλοις ὄγκοις τοῖς κατ’
15. αὐτό. τίς δ’ ἀψίνθιον ἐναποζέσας ἐλαίῳ κατήντλησέ ποτε
16. τὸ γόνυ; τίς δὲ ὀφθαλμὸν ἤ τι τῶν ἔνδον τοῦ στόματος
17. ὁπωσοῦν πάσχον; ἀλλ’ ἥπατί τε κακοπραγοῦντι καὶ σπληνὶ
18. προσφέρεται πολλάκις ὠφελιμώτατα. μαρτυρεῖ δ’ αὐτοῖς καὶ
1. ἡ πεῖρα δεικνῦσα τὴν δύναμιν ἐναργῶς οὐδὲν ἧττον τοῦ
2. λόγου. νυνὶ δ’ ἡμεῖς μόνην ἐν τῇδε τῇ πραγματείᾳ τὴν
3. κατὰ μέθοδον εὕρεσιν τῶν ἰαμάτων ὁποία τίς ἐστι διερχόμεθα.
4. κατὰ μέντοι τὰς περὶ φαρμάκων ἀμφοτέρας ἐμίξαμεν,
5. ἅπαντα γινώσκειν ἀξιοῦντες τὸν ἰατρὸν, ὅσα τ’ ἐκ
6. πείρας εὕρηται μόνης, ὅσα τ’ ἐκ λόγου μόνου· καὶ τρίτα
7. γε πρὸς αὐτοῖς ὅσα συντελούντων ἀμφοτέρων εἰς τὴν εὕρεσιν.
8. ἅπασι δ’ οὖν αὐτοῖς ὀρθῶς χρήσεται μόνος ὁ γεγυμνασμένος
9. ἐν τῇδε τῇ μεθόδῳ.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 14.5, ed. Kühn, 1825, vol. 10, p. 957-962. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:14.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩