Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 2.1, ed. Kühn, 1825, vol. 10, p. 78-81. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:2.1

ΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΣ ΜΕΘΟΔΟΥ

ΒΙΒΛΙΟΝ Β.

1. Τῶν συμβαινόντων τοῖς σώμασιν ἐν τῷ
2. παρὰ φύσιν ἔχειν, Ἱέρων κράτιστε, τέτταρες ἐδείχθησαν αἱ
3. πᾶσαι διαφοραὶ, μία μὲν αὐτῆς τῆς βεβλαμμένης ἐνεργείας,
4. ἑτέρα δὲ τῆς ἐργαζομένης αὐτὴν διαθέσεως, ἄλλη τε τρίτη
5. τῶν ταύτης αἰτιῶν, καὶ τετάρτη τῶν ἐξ ἀνάγκης ἑπομένων
6. αὐτῇ συμπτωμάτων. ὅτι μὲν οὖν ἤτοι πάντα ταῦτ’ εἶναι χρὴ
7. τὴν νόσον, ἢ τινὰ τούτων, ἢ πάντως γ’ ἓν ἐξ αὐτῶν, ἕτοιμον
8. συλλογίσασθαι· μηδενὸς γὰρ παρὰ τὰ προειρημένα τοῖς νοσοῦσιν
9. ὑπάρχοντος, οὐδὲ ἔξω τούτων ἔσται τὸ νόσημα. λείπεται
1. τοίνυν ἢ τὸ πάντων ἄθροισμα λέγειν τὴν νόσον εἶναι, ἢ τινὰ
2. τούτων, ἢ ἕν γέ τι πάντως. ἀλλὰ τὸ μὲν ἐξ ἁπάντων ἄθροισμα
3. πρὸς τῷ μηδ’ εἰρῆσθαι πρός τινος οὐδ’ ἐγχωρεῖ λεχθῆναι·
4. τί γὰρ ἔσται νόσου αἴτιον, ἢ τί σύμπτωμα νοσήματος,
5. εἰ τὸ πάντων ἄθροισμα νόσημα νομισθήσεται; οὐδὲ ἓν δήπουθεν.
6. ἀναγκαῖον οὖν ἀπολιπεῖν δύο ἄλλα γένη παρὰ τὰς
7. νόσους, ἕτερον μὲν τῶν ἐργαζομένων αὐτὰς αἰτιῶν, ἕτερον
8. δὲ τῶν ἑπομένων μὲν ἐξ ἀνάγκης, λυπούντων δ’ οὐδὲν τὸν
9. ἄνθρωπον, ἀλλ’ εἰ ταῦτ’ ἀφέλοιμεν, ἐν δυοῖν ἐστι τούτοιν
10. ἡ νόσος, ἢ ταῖς βεβλαμμέναις ἐνεργείαις, ἢ ταῖς ἐργαζομέναις
11. αὐτὰς διαθέσεσι. καὶ δὴ καὶ διηνέχθησαν εὐθὺς ἐκ
12. παλαιοῦ καὶ περὶ τοῦδε καὶ νῦν ἔτι διαφέρονται πάντες
13. οὐκ ἰατροὶ μόνον, ἀλλὰ καὶ φιλόσοφοι, τῶν ἐνεργειῶν μὲν
14. τὰς βλάβας ἕτεροι, τῶν δ’ ἐργαζομένων αὐτὰς διαθέσεων ἕτεροι
15. προσαγορεύσαντες νοσήματα. τὸ μὲν οὖν διαφέρεσθαι
16. τοὺς ἄνδρας ἐν οὕτως ἀσαφέσι πράγμασιν οὐδὲν θαυμαστόν
17. τὸ δὲ μὴ διαγιγνώσκειν ὡς ὑπὲρ ὀνόματος ἐρίζουσιν
18. ἐπιτιμήσεως ἄξιον. εἴπερ γὰρ ὡμολόγηται πρὸς ἁπάντων
1. ἡ θεραπεία τῆς ἐμποδιζούσης τὴν ἐνέργειαν εἶναι διαθέσεως,
2. οὐδὲν ἔτι χρήσιμον εἰς τὰ τῆς τέχνης ἔργα τὸ διελέσθαι
3. πότερα τὴν διάθεσιν, ἢ τὴν βεβλαμμένην ἐνέργειαν
4. ὀνομαστέον ἐστὶ νόσημα. ἑκατέρως γὰρ ὀνομαζόντων, ὁ κάμνων
5. ὑγιαίνων ἀποδειχθήσεται, μόνον εἰ τὰ δέοντά τις ἰάματα
6. προσφέροι ταῖς διαθέσεσιν· αὗται γάρ εἰσιν ἃς ἀλλοιοῦν χρὴ
7. καὶ μεταβάλλειν καὶ τελέως ἐκκόπτειν, οὐχ αἱ βλάβαι τῶν ἐνεργειῶν.
8. οὐδεὶς γοῦν ἰᾶται τὸ χωλεύειν βαδίζοντα, καὶ γὰρ γελοῖον,
9. ἀλλὰ τὴν ἐργαζομένην αὐτὸ διάθεσιν, οἷον τὴν φλεγμονὴν,
10. εἰ διὰ ταύτην χωλεύει· καὶ ταύτην καὶ καταντλεῖ καὶ
11. καταπλάττει καὶ σχάζει καὶ διαφορεῖ καὶ παντὶ τρόπῳ λύειν
12. ἐπιχειρεῖ· τὸ γὰρ ὀρθῶς βαδίζειν ἕπεται ταύτῃ λυθείσῃ, καὶ
13. οὐδὲν ἔτι δεόμεθα τὴν χωλείαν ἐπανορθοῦσθαι τῆς φλεγμονῆς
14. οἰχομένης· οὐδὲ γὰρ ὑπομένει τι τῆς βεβλαμμένης ἐνεργείας,
15. ἐὰν ἐκκόψῃ τις ἀκριβῶς τὴν ἐργαζομένην αὐτὴν διάθεσιν, ἔστ’
16. ἂν δ’ ὑπολείπηταί τι τῆς διαθέσεως, ἀνάγκη καὶ τὴν ἐνέργειαν
17. ἀνάλογον ἐκείνῃ βεβλάφθαι. ταύτην οὖν τὴν διάθεσιν
18. εἴτε νόσημα καλεῖν, εἴτε πάθος, εἴτ’ αἰτίαν νοσήματος, εἴτε
1. πάθους ἐθέλοι τις, οὐδὲν εἰς τὴν θεραπείαν οὔτ’ ὄφελος
2. οὔτε βλάβος ἐντεῦθεν· ἀλλ’ οὐδ’ εἰ Θέωνά τις ἢ Δίωνα
3. προσαγορεύσας αὐτὴν, ἔπειτ’ ὀρθῶς ἰῷτο, βλάψειεν ἂν οὐδ’
4. οὗτος οὐδὲν τὸν νοσοῦντα· κᾂν εἰ τελέως δέ τις ἀνώνυμον
5. ἀπολιπὼν αὐτὴν ἃ χρὴ προσφέροι τῷ κάμνοντι βοηθήματα,
6. πρὸς τῷ μὴ βλάπτειν μηδὲν, οὗτος ἔτι κάλλιστα θεραπεύσει.
7. διδάσκειν μέν τοι βουλόμενος ἕτερον ἃ γινώσκει, δεήσεταί τε
8. πάντως ὀνομάτων ἐπὶ τοῖς πράγμασιν, ὅρον τε τῆς χρήσεως
9. αὐτῶν ἕξει τὴν σαφήνειαν· ὁ γὰρ ὡς ἂν ὁ μανθάνων ἐκμάθοι
10. σαφέστατα μάλιστα σπουδάζων ὀνομάζειν, ἄριστος
11. διδάσκαλος. ἐπεὶ τοίνυν καὶ ἡμεῖς ἐν τούτῳ νῦν καθεστήκαμεν,
12. ἀνάγκη μέν που θέσθαι τοῖς πράγμασιν ὀνόματα· τὸ
13. δ’ εἰ καὶ σαφῶς, ἡμῖν σκοπεῖσθαι πάρεστιν. ἡ μὲν δὴ τὴν
14. ἐνέργειαν ἐμποδίζουσα διάθεσις ὀνομαζέσθω νόσος· εἴ τι
15. δ’ ἕπεται τῇδε, σύμπτωμα· τὸ δ’ ἐργαζόμενον αὐτὴν,
16. αἴτιον.

Cliquer un n° de page pour en afficher l’image