Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 2.2, ed. Kühn, 1825, vol. 10, p. 81-85. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:2.2

17. Οὕτω δὲ τούτων διωρισμένων ἐπιβλέπειν
18. ἀκριβῶς χρὴ τὴν ἀνωμαλίαν τῶν ὀνομάτων, ἃ κατὰ τῶν νοσημάτων
1. ἐπήνεγκαν οἱ πρῶτοι θέμενοι· πολλαχόθι μὲν γὰρ
2. ἀπὸ τοῦ βεβλαμμένου μορίου τὰ ὀνόματα, πλευρῖτις καὶ περιπνευμονία
3. καὶ ἰσχίας καὶ ποδάγρα καὶ νεφρῖτις καὶ ἀρθρῖτις,
4. ὀφθαλμία τε καὶ κεφαλαλγία καὶ δυσεντερία· πολλαχόθι δ’
5. ἀπὸ τοῦ συμπτώματος, εἰλεὸς καὶ τεινεσμὸς καὶ σπασμὸς
6. καὶ παλμὸς καὶ τρόμος καὶ παράλυσις, ἀπεψία τε καὶ
7. δύσπνοια καὶ ἄπνοια καὶ ἀγρυπνία καὶ παραφροσύνη καὶ
8. κῶμα· πολλαχόθι δ’ ἀπ’ ἀμφοῖν ἅμα, ὡς κεφαλαλγία καὶ
9. ὠταλγία καὶ καρδιαλγία καὶ ὀδονταλγία καὶ ὑστεραλγία· πολλαχόθι
10. δ’ ἀπὸ τῆς δοξαζομένης αἰτίας, ὡς ἡ μελαγχολία μὲν
11. ὑπὸ πάντων, αἱ χολέραι δὲ ὑπὸ τῶν Κνιδίων ἰατρῶν, ἴσως
12. δὲ καὶ ὁ λευκοφλεγματίας ὕδερος ἐντεῦθεν· ἐνίοτε δὲ ἀπὸ τῆς
13. πρός τι τῶν ἐκτὸς ὁμοιότητος, ἐλέφας καὶ καρκῖνος καὶ πολύπους
14. καὶ σταφυλὴ καὶ λεύκη καὶ μυρμηκία καὶ ἀθέρωμα
15. καὶ στεάτωμα καὶ σταφύλωμα καὶ μελικηρὶς καὶ ἄνθραξ,
16. ἀλωπεκία τε καὶ ὀφίασις καὶ σύκωσις καὶ σατυριασμὸς καὶ
17. πριαπισμός· τῶν νοσημάτων δ’ αὐτῶν ὀνόματα μήτε τόπου
18. ἐφαπτόμενα πεπονθότος μήτε τῆς ποιούσης αἰτίας ὀλίγα,
19. φλεγμονὴ καὶ γάγγραινα καὶ σκίῤῥος, ἐρυσίπελάς τε καὶ 
1. ἀπόστημα καὶ οἴδημα καὶ ἐμπύημα καὶ ἕλκος ἐξάρθρημά τε
2. καὶ κάταγμα καὶ σπάσμα καὶ ῥῆγμα καὶ κολόβωμα καὶ δοθιὴν
3. καὶ ἴονθος καὶ φῦμα· καίτοι καὶ τούτων αὐτῶν ἔνια τὰ μὲν
4. καὶ τὸν τόπον τοῦ σώματος, ἤτοι τὸ πεπονθὸς μέρος ἐμφαίνειν
5. ἔοικεν, ἔνια δὲ ἀπὸ τοῦ πλεονεκτοῦντος ὀνομάζεται συμπτώματος·
6. εἰ δ’ ἄρα τι καὶ χωρὶς παρεμφάσεως ὀνομάζεται,
7. τάς γ’ ἐν αὐτῷ διαφορὰς καὶ τοῦτο πολυειδεῖς ἔσχηκεν, οἷον
8. ἕλκος, εἰ καὶ μὴ συνεχείας ἦν ἡ λύσις ἐν σαρκώδει μορίῳ, καὶ
9. ταύτῃ παραδηλοῦν ἐδόκει τὸν πεπονθότα τόπον, ἀλλ’ αἵ γε
10. κατὰ μέρος αὐτοῦ διαφοραὶ ποικίλαι τοῖς ὀνόμασι, χειρώνειον
11. καὶ τηλέφιον καὶ καρκῖνος, ἕρπης τε καὶ φαγέδαινα, καὶ
12. πάνθ’ ὅσα τοιαῦτα, τὰ μὲν ἀπὸ τῶν πρώτως ἰασαμένων, ὡς
13. τὸ χειρώνειον· ἔνια δ’ ἀπὸ τῶν πεπονθότων, ὡς τὸ τηλέφιον·
14. ἀπὸ δὲ τῆς πρὸς τὸ ζῶον ὁμοιότητος ὁ καρκῖνος· ἡ
15. φαγέδαινα δ’ ἀπὸ τοῦ συμπτώματος, ὥσπέρ γε καὶ οἱ ἕρπητες.
16. ἀλλ’ ἡ μὲν φαγέδαινα πάντως ἐστὶν ἕλκος ἐσθιόμενον,
17. ἢ ἀναβιβρῶσκον, ἢ ὅπως ἂν ἐθέλῃ τις ὀνομάζειν· ὁ δ’ ἕρπης
18. οὔθ’ ἕλκος ἀεὶ, καὶ ὁπότε μεθ’ ἑλκώσεως, οὐ κατέχων
1. τὴν ἀρχαίαν ἕδραν, ἐπινέμεται τὰ πλησίον, ἀλλ’ ὥσπερ
2. τοὔνομα δηλοῖ, δίκην ἕρποντος θηρίου, καταλείπει μὲν τὰ
3. πρότερα, μετέρχεται δ’ ἐφ’ ἕτερα. κοῖλον δ’ ἕλκος καὶ ῥυπαρὸν
4. καὶ καθαρὸν, ὁμαλές τε καὶ ὑπερσαρκοῦν, οἰκειοτέρας
5. μὲν ἔσχηκε τὰς προσηγορίας, οὐ μὴν ὡσαύτως γε πάσας, ἀλλὰ
6. τὸ μὲν ὁμαλὲς ἀπὸ τῆς οἰκείας διαφορᾶς, ὡσαύτως δὲ καὶ τὸ
7. κοῖλον ἢ ὑπερσαρκοῦν· ἔναιμον δὲ καὶ καθαρὸν καὶ ῥυπαρὸν
8. οὐ κατὰ τὰς οἰκείας διαφορὰς, ἀλλ’ ἀπὸ τῶν ἔξωθεν
9. ὀνομάζεται συμπτωμάτων. οὕτως οὖν ἀνωμάλου τῶν ὀνομάτων
10. τῆς θέσεως τοῖς ἀρχαίοις γεγενημένης, καὶ πολὺ μᾶλλον,
11. ὅταν ἐπινυκτίδα καὶ ἀκροχορδόνα καὶ νυκτάλωπα προσαγορεύωσι,
12. τὸ μὲν ὅτι νύκτωρ ἐγένετο, τὸ δ’ ὅτι κατ’ ἄκρας
13. ὀχεῖται τῆς ἐπιφανείας τοῦ δέρματος, τὸ δ’ ὅτι τῆς νυκτὸς
14. ἀποφαίνει μὴ βλέποντας, ἕτερά τε πολλὰ τοιαῦτα ποιῶσιν,
15. εἰ γὰρ ἐπεξίοιμι πάντα, κινδυνεύσω σπουδάζειν δοκεῖν ὃ φεύγειν
16. ἐκέλευσα, πειρᾶσθαι οὖν χρὴ παντὶ τρόπῳ τὸν τῆς ἀληθείας
17. αὐτῆς ὀρεγόμενον ἀποχωρεῖν μὲν τοῦ προσδοξαζομένου
18. τοῖς ὀνόμασιν, ἐπὶ δὲ τὴν οὐσίαν τῶν πραγμάτων αὐτὴν ἰέναι
19. καὶ ταύτην ἐπισκέπτεσθαι καὶ ζητεῖν, ὁπόσα τὰ σύμπαντ’ ἐστὶ
1. νοσήματά τε καὶ συμπτώματα, καὶ προσέτι τὰ προηγούμενα
2. τούτων αἴτια. τοῦτ’ οὖν ἡμεῖς ἐποιήσαμεν ἐν ἑτέροις ὑπομνήμασιν,
3. ὧν ἐστι περὶ μὲν τοῦ πλήθους τῶν νοσημάτων ἓν,
4. ἐπιγέγραπται δὲ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς, ἕτερον
5. δὲ περὶ τῆς τῶν συμπτωμάτων ἐστὶ διαφορᾶς· οὕτω δὲ καὶ
6. τὰς αἰτίας αὐτῶν ἐπειράθημεν ἐξευρεῖν ἑκατέρας ἰδίᾳ, τάς τε
7. τῶν νοσημάτων καὶ τὰς τῶν συμπτωμάτων ἁπάντων, ὡς
8. μηδὲν ἔτι λείπειν, ἀλλ’ ἑτοίμην εἶναι τὴν παρασκευὴν ἅπασιν
9. εἰς τὴν νῦν ἡμῖν προκειμένην πραγματείαν. ὅθεν οὐδ’ ἀναγινώσκειν
10. ἔτι τὰ μετὰ ταῦτα ῥηθησόμενα συμβουλεύω, πρὶν
11. ἐν ἐκείνοις γυμνάσασθαι· παρακούσας γάρ τις οὕτω
12. πολλῶν θεωρημάτων οὔτ’ αὐτὸς ὠφεληθήσεται καὶ μάτην
13. ἐγκαλέσει τοῖς ὀρθῶς λεγομένοις.

Cliquer un n° de page pour en afficher l’image