Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 2.3, ed. Kühn, 1825, vol. 10, p. 85-93. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:2.3

14. Ἐν ἐκείνοις μὲν οὖν ἅπαντα κατὰ μέρος
15. ἐπεξέρχομαι, τά τε νοσήματα καὶ τὰ συμπτώματα καὶ τὰς
16. αἰτίας· ἐνταυθοῖ δὲ δύο ἔτι προσθεὶς ταῦτα, ἀναγκαῖα γινώσκεσθαι
17. τοῖς ἀσκήσουσι τὴν θεραπευτικὴν μέθοδον, ἐπὶ τὸ
18. χρῆσθαι τοῖς εὑρισκομένοις τηνικαῦτα μεταβήσομαι. τίνα δὲ
1. τὰ δύο ταῦτ’ ἐστὶν ἃ μέλλω λέξειν; ἓν μὲν ὅπῃ διαφέρει νόσημα
2. πάθους· ἕτερον δὲ ὅτι χωρὶς τοῦ γνῶναι τὰ στοιχεῖα
3. τοῦ σώματος, ἐξ ὧν πρῶτον γέγονεν, ἀμήχανον ἐξευρεῖν τὰ
4. νοσήματα. ταῦτ’ οὖν ἐγὼ μὲν πειράσομαι διελθεῖν ἐπιμελέστατα,
5. τοὺς δ’ ἀναλεξομένους αὐτὰ παρακαλῶ μὴ πρότερον
6. ἐπ’ αὐτὴν μετιέναι τὴν θεραπευτικὴν μέθοδον, πρὶν ὁπόσα
7. τὰ πάντα ἐστὶ νοσήματα καὶ αὐτοὺς ζητῆσαι κατὰ μόνας, καὶ
8. τοῖς ὑφ’ ἡμῶν γεγραμμένοις ἐπιμελῶς ἐντυχεῖν. ὡς οὖν ταῦτα
9. ποιησάντων, ἄρξομαι τοῦ λόγου. τρεῖς ἐδείχθησαν οὖσαι
10. διαθέσεις ἐν τῷ σώματι παρὰ φύσιν, αἰτίων τε καὶ νοσημάτων
11. καὶ συμπτωμάτων· αἰτίων μὲν οἷον τοῦ πλήθους, ἢ τῆς
12. διαφθορᾶς· νοσημάτων δὲ οἷον τῆς φλεγμονῆς, ἢ τοῦ ἕλκους·
13. συμπτωμάτων δὲ οἷον τῆς ἀχροίας, ἢ τῆς ἰσχνότητος. ἔξωθεν
14. δὲ τούτων ἐστὶ τὰ ἀμέτρως ἐκκρινόμενα τοῦ σώματος, ἢ
15. παρὰ φύσιν ἐπεχόμενα, καὶ τῶν ἐνεργειῶν αἱ βλάβαι, κοινῇ
16. μὲν ἅπαντα προσαγορευόμενα συμπτώματα, γένος δ’ οὐχ ἓν
17. ἔχοντα· διάθεσις μὲν γάρ τίς ἐστι σώματος ἡ ἄχροια· τὸ δὲ
18. ἐκκρινόμενον ἢ ἐπεχόμενον ἕπεται μὲν, διάθεσις δ’ οὐκ ἔστιν·
1. οὕτω δὲ καὶ ἡ ἐνέργεια βεβλαμμένη τε καὶ ἀβλαβὴς οὖσα διάθεσις
2. μὲν οὐκ ἔστιν, ἕπεται δὲ ἐξ ἀνάγκης τῇ τοῦ μορίου διαθέσει.
3. τὸ μὲν οὖν οἴδημα καὶ ἡ φλεγμονὴ τῶν ἁπλῶς ὄντων
4. ἐστὶ, κατὰ ταὐτὰ δὲ καὶ τὸ πλῆθος, εἰ τύχοι, τοῦ
5. αἵματος, ἢ τοῦ σώματος ἡ ὠχρότης· ἡ δ’ ἐνέργεια τῶν μὲν
6. ἁπλῶς ὄντων οὐκ ἔστιν, ἢ οὐχ ὁμοίως γε τούτοις ὄντων· οὐδένα
7. γὰρ αὐτῆς χρόνον ὑπομένει τὰ μόρια, καθάπερ οὐδὲ τὰ
8. τῆς λέξεως, οὐδ’ ὅλως κινήσεως οὐδεμιᾶς, ἀλλ’ ἕκαστον τούτων
9. ἐν τῷ γίνεσθαι τὸ εἶναι λαμβάνει. διττοῦ δ’ ὄντος γένους
10. κινήσεως, τοῦ μὲν κατὰ τόπον, τοῦ δὲ κατὰ ποιότητα, φορὰ
11. μὲν τὸ πρότερον, ἀλλοίωσις δὲ τὸ δεύτερον ὀνομάζεται. πᾶσα
12. μὲν οὖν ἐνέργεια κίνησίς ἐστι δραστική· πᾶσα δ’ ἀλλοίωσις
13. κίνησις παθητικὴ τοῦ ἀλλοιουμένου, πάσχει γάρ τι τὸ ἀλλοιούμενον.
14. αἱ τοίνυν διαθέσεις, ἐπειδὰν ἀλλοιοῦνται, κινοῦνται·
15. παυσάμεναι δὲ τοῦ κινεῖσθαι, ἠλλοίωνται μὲν, ἀλλοιοῦνται
16. δ’ οὐκ ἔτι. πᾶν γὰρ τὸ ὁπωσοῦν ἔχον ἔν τινι
17. πάντως ἐστὶ διαθέσει· τὸ δ’ ἐν δυσλύτῳ διαθέσει καθ’ ἕξιν 
1. ἤδη διάκειται· ἀλλοιοῦται μὲν ὁ μελαινόμενος, ἠλλοίωται δὲ
2. ὁ μελανθείς· ὥστ’ εἶναι τὴν ἀλλοίωσιν γένεσιν ποιότητος,
3. ἢ διαθέσεως, ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν. οὐ μάχεται δὲ
4. τὸ λέγειν ἀλλαγὴν εἶναι τοῦ προϋπάρχοντος τὴν ἀλλοίωσιν
5. τῷ λέγειν γένεσιν αὐτὴν εἶναι ποιότητος· ἅμα γὰρ ἄμφω
6. συμπίπτει, καὶ ἡ πρόσθεν ὑπάρχουσα τῷ σώματι μεταβολὴ,
7. καὶ νῦν ἄλλη γίγνεται. τοῦ γοῦν ἐν ἡλίῳ διατρίψαντος ἀλλοιοῦται
8. μὲν ἡ λευκότης, γεννᾶται δὲ ἡ μελανότης· καὶ τοῦ
9. παρὰ πυρὶ θαλπομένου μεταβάλλει μὲν ἡ ψυχρότης, γίγνεται
10. δὲ ἡ θερμότης. ὅταν δὲ τοῦδέ τινος, ὃ οὐκ ἔστιν οὐσία, γένεσιν
11. εἶναι λέγωμεν, οὐ ταὐτὸν δηλοῦμεν ἐν τῇ λέξει τῇδε
12. κᾀπειδὰν ἁπλῶς ὀνομάσωμεν γένεσιν· ἡ μὲν γὰρ ἁπλῶς ὀνομαζομένη
13. γένεσις ὁδός ἐστιν εἰς οὐσίαν, ἡ δὲ τοῦδέ τινος γένεσις,
14. εἰς τὴν ὡς ἂν εἴποι τις ὕπαρξιν ἐκείνου. ἀλλὰ τοῦτο
15. μὲν ἐν παρέργῳ λελέχθω, ὃ δὲ ἐν τῷ λόγῳ μάλιστα προὔκειτο,
16. σχεδὸν ἤδη διώρισται, τὸ τὰ μὲν ἐν γενέσει τε καὶ μεταβολῇ
17. καὶ ἀλλοιώσει καὶ ἁπλῶς εἰπεῖν ἐν κινήσει τοῦ εἶναι
18. μεταλαμβάνειν, τῶν δ’ ὑπομένειν τὴν οὐσίαν· ὑγεία μὲν οὖν
1. καὶ νόσος, ὅσαι τε συμπτωμάτων ἢ αἰτίων εἰσὶ διαθέσεις, ἢ
2. ἕξεις, ὑπομενόντων εἰσίν· αἱ δ’ ἐνέργειαι πᾶσαι καὶ αἱ καθ’
3. ὁτιοῦν ἀλλοιώσεις ἐν τῷ γίνεσθαι τὸ εἶναι κέκτηνται, καὶ τὸ
4. καθ’ ὁτιοῦν κινούμενον σῶμα κατ’ ἐκεῖνο πάσχει, καὶ ἡ κίνησις
5. αὐτοῦ πάθος ἐστίν. οἱ μὲν οὖν παλαιοὶ καὶ τὰς ἐν τῷ
6. κατὰ φύσιν ἔχειν ἁπάσας κινήσεις, ὅσαι γε μὴ δραστικαὶ,
7. πάθη προσαγορεύουσιν, ὥσπερ οὖν ἐνεργείας τὰς δραστικὰς,
8. οὕτω καὶ αὐτὰς τῶν αἰσθήσεων τὰς ἀλλοιώσεις ὁ Πλάτων
9. ὀνομάζει πάθη· τοῖς νεωτέροις δ’ οὐκ οἶδ’ ὅπως δόξαν, ἐπὶ
10. τῆς παρὰ φύσιν μόνης κινήσεως κεῖται τοὔνομα. ἰδίως μὲν
11. οὖν τὸ πάθος ἐπὶ πάσης τῆς ἔξωθεν κινήσεως ἐλέγετο παρὰ
12. τῶν παλαιῶν, ἤδη δὲ καταχρώμενοι καὶ τὰς ἐκ πάθους μὲν
13. γεγενημένας τῶν διαθέσεων, οὐκέτι δ’ ἐν κινήσει, πάθη
14. προσαγορεύουσιν· οὐ μὴν χρονιώτερόν γε οὐδὲ δυσλυτώτερον
15. ἡ διάθεσις τῆς ἕξεως, ὥσπερ οὐδὲ ἡ ἀῤῥωστία· ἀλλ’ αἱ τοιαῦται
16. νομοθεσίαι τῶν ὀνομάτων ὑπὸ τῶν νεωτέρων ἐπεισήχθησαν.
17. εἴρηται δὲ ἐπιπλέον ὑπὲρ τῶν ἰατρικῶν ὀνομάτων ἑτέρωθι,
1. καὶ νῦν οὐ τοῦτο πρόκειται σκοπεῖν, ἀλλ’ ὅπως ἡμεῖς
2. χρησόμεθα, διελέσθαι μόνον ἀναγκαῖον ἔδοξε σαφηνείας ἕνεκα.
3. τὴν γὰρ ἐναντίαν ὑγείᾳ διάθεσιν, ὑφ’ ἧς ἐνέργειαν λέγομεν
4. βλάπτεσθαι, νόσημα μόνον προσαγορεύομεν, εἴτε πολυχρόνιος,
5. εἴτε ὀλιγοχρόνιος, εἴτ’ ἐν ἀκαρεῖ χρόνῳ γίγνοιτο·
6. τὰς δ’ ἄλλας ἁπάσας τὰς προηγουμένας τούτων ἐν αἰτίας
7. λόγῳ διαθέσεις παρὰ φύσιν, αὐτὸ τοῦτο μόνον, αἰτίας, οὐ
8. πάθη· τὰ δ’ ἑπόμενα ταύταις, ὅσα μὲν ἐνεργειῶν εἰσι βλάβαι,
9. συμπτώματά τε καὶ πάθη, κατὰ ταὐτὰ δὲ καὶ τὰς ἀμέτρους
10. ἐκκρίσεις ἢ ἐπισχέσεις· ὅσαι δὲ διαθέσεις, ὥσπερ καὶ
11. ἡ ἄχροια, πρὸς τῷ τοῦ πάθους τε καὶ τοῦ συμπτώματος ὀνόματι
12. διαθέσεις ὀνομάζομεν, ὥσπερ οὖν καί εἰσι. κοινὸν μὲν
13. δὴ τούτων ἁπάντων τὸ παρὰ φύσιν καὶ τῶν αἰτίων καὶ τῶν
14. νοσημάτων καὶ τῶν συμπτωμάτων· ἴδιον δὲ τῶν μὲν νοσημάτων
15. τὸ βλάπτειν ἐνέργειαν, τῶν δὲ συμπτωμάτων τὸ τούτοις
16. ἕπεσθαι, τῶν δὲ αἰτίων τὸ προηγεῖσθαι. οὔτ’ οὖν ὅστις
17. κίνησιν εἶπε παρὰ φύσιν εἶναι τὴν νόσον οἶδεν ὃ λέγει,
18. καθάπερ ἐν τῷ πρὸ τούτου λόγῳ διήλθομεν ἐνίους τῶν
1. μεθοδικῶν οὕτως ἀφορίσασθαι προσθέντας ἐκ περιττοῦ τὸ
2. ἐπίμονον· οὐδ’ ὅστις τροπὴν ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ
3. φύσιν, οὐδὲν γὰρ μᾶλλον αἰτίας, ἢ νοσήματος, ἢ συμπτώματος
4. ὁ λόγος· ἅπαντα γὰρ ταῦτα διαθέσεις εἰσὶ παρὰ φύσιν,
5. ἀλλ’ εἰ μὲν ὀλιγοχρόνια, δῆλον ὡς ὀξέα, εἰ δὲ δύσλυτα,
6. χρόνια. διοίσει δ’ οὐδὲν ἢ νόσον, ἢ νόσημα λέγειν, ὥσπερ
7. οὐδὲ πάθος, ἢ πάθημα· καὶ μὲν δὴ καὶ ὅτι τὸ πάθους ὄνομα
8. καὶ κατὰ τοῦ νοσήματος ἐπιφέρουσιν οἱ παλαιοὶ, καθάπερ
9. καὶ τὴν ἀῤῥωστίαν καὶ τὴν ἀσθένειαν, ἐπιδέδεικται καὶ τοῦτ’
10. ἐν τοῖς περὶ τῶν ἰατρικῶν ὀνομάτων, καὶ ὡς οὐδὲν διαφέρει
11. λέγειν ἀῤῥωστίαν ἢ ἀῤῥώστημα· καὶ μέν γε καὶ ὡς τοὺς νοσοῦντας
12. αὐτοὺς οὐ νοσοῦντας μόνον, ἀλλὰ καὶ ἀῤῥωστοῦντας
13. καὶ ἀσθενοῦντας καὶ κάμνοντας ὀνομάζουσιν, ἐπιδέδεικται
14. δὲ καὶ τοῦτο δι’ ἐκείνων τῶν ὑπομνημάτων. λοιπὸν
15. δ’ ἂν εἴη νῦν, οὗπερ ἕνεκα ταῦτ’ εἴρηται πάντα, προσθέντας
16. ἐπί τι τῶν ἑξῆς ἤδη μετιέναι. τί δὲ τοῦτ’ ἔστιν; οὐκ
1. ἄλλο τοῦ πολλάκις ἤδη καὶ πρόσθεν εἰνημένου, τοῦ πρῶτόν
2. τε καὶ μάλιστα τοῦτο σπουδάζειν τοὺς ἰατροὺς, καὶ τοῦτο
3. σχεδὸν αὐτῶν ἔργον ὑπάρχειν ἴδιον, ἐκκόπτειν τὰς νόσους·
4. εὐθὺς γὰρ ἅμα τούτῳ καὶ ἡ βλάβη τῆς ἐνεργείας οἴχεται, καὶ
5. τἄλλα συμπτώματα πάντα συναναιρεῖται. χρῄζουσι μὲν γὰρ
6. πάντες οἱ ἄνθρωποι πρώτης καὶ μάλιστα τῆς κατὰ φύσιν
7. ἐνεργείας, δι’ ἐκείνην δὲ καὶ τῆς ὑγείας· καὶ ἀποθέσθαι γε
8. βούλονται τὴν βλάβην τῆς ἐνεργείας, καὶ διὰ τοῦτο καὶ τὴν
9. νόσον· οὐ μὴν τῇ γε βλάβῃ τῆς ἐνεργείας, ἀλλὰ τῇ νόσῳ
10. προσφέρουσι τὰ βοηθήματα, τουτέστι τῇ παρὰ φύσιν διαθέσει
11. τῇ βλαπτούσῃ τὴν ἐνέργειαν. ὅστις οὖν οὐκ οἶδεν αὐτῶν
12. τῶν κατὰ φύσιν ὑπαρχόντων τοῖς μορίοις τά τ’ ἄλλως συμβεβηκότα
13. καὶ τὰ τῆς ἐνεργείας αἴτια διορίσαι, πῶς τοῦτον εἰκὸς
14. ἐξευρεῖν τὴν διάθεσιν ὑφ’ ἧς πρώτως ἡ ἐνέργεια βλάπτεται;
15. τὰ μὲν γὰρ ἄλλως συμβεβηκότα τοῖς σώμασι, κᾂν μυριάκις
16. ἀλλοιωθείη, βλάπτειν τὴν ἐνέργειαν οὐ δύνανται, ἕως
17. ἂν ὑφ’ ὧν ἐγίγνετο κατὰ φύσιν ἔχῃ πάντα· τούτων δ’
18. εἴπερ τι κᾂν ἓν ἀλλοιωθῇ, βλαβῆναι τὴν ἐνέργειαν εὐθὺς 
1. ἀναγκαῖον εἰς τοσοῦτον εἰς ὅσον περ καὶ ὠφελεῖται κατὰ
2. φύσιν ἔχοντος.

Cliquer un n° de page pour en afficher l’image