Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 2.4, ed. Kühn, 1825, vol. 10, p. 93-104. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:2.4

3. Ἐμοὶ μὲν οὖν εἴρηται τὸ πᾶν, καὶ δέδεικται
4. σαφῶς ἤδη τοῖς γε δυναμένοις ἕπεσθαι λόγοις ἀληθέσιν, ὡς
5. οὐκ ἐγχωρεῖ ὁπόσα τὰ πάντ’ ἐστὶ νοσήματα, μεθόδῳ περιλαβεῖν,
6. εἰ μή τις εἰδείη ὁπόσα τὰ πάντ’ ἐστὶν ὑπάρχοντα κατὰ
7. φύσιν ἔχοντι τῷ σώματι τῆς ἐνεργείας αἴτια· μανθάνειν δ’
8. οὔπω δυνατόν ἐστι τῶν εἰρημένων οὐδὲν, ὅσοι σκαιότεροί τέ
9. εἰσι καὶ ἀργοὶ τὴν διάνοιαν, ἢ τοῖς τῆς μεθοδικῆς αἱρέσεως
10. λήροις ἐνετράφησαν. αὖθις οὖν κᾀκείνοις, ὃ καθόλου νῦν
11. εἴρηται τοῖς συνετοῖς, ἐπέλθωμεν κατὰ μέρος, ἕν τι καὶ
12. δεύτερον οἷον παραδείγματα τῷ λόγῳ προχειρισάμενοι. διὰ
13. τί γὰρ ἡ γλῶττα τῶν χυμῶν αἰσθάνεται, τῶν δ’ ἄλλων μορίων
14. οὐδέν; ἆρά γε διὰ χρόαν, ἢ διὰ τὴν θέσιν, ἢ διὰ τὸ
15. μέγεθος, ἢ διὰ τὸ σχῆμα; πασχούσης γὰρ αὐτῆς, οἶμαι,
16. καὶ μηκέτ’ αἰσθανομένης τῶν χυμῶν ἤτοι τὴν χρόαν ἐπανάξομεν
17. εἰς τὸ κατὰ φύσιν, εἰ κατὰ ταύτην εἶχε τὴν ἐνέργειαν,
18. ἢ τῶν ἄλλων ἕκαστον τῶν εἰρημένων, εἰ κατ’ ἐκεῖνο·
1. κᾂν εἰ κατ’ ἄλλο δέ τι παρὰ ταῦτα, δῆλον ὡς κατ’ ἐκεῖνο
2. μόνον, εἴπερ ἂν αὐτὴν ἐπανάγοιμεν εἰς τὸ κατὰ φύσιν,
3. οὐδὲν τῶν ἄλλων ἔτι δεησόμεθα. φέρε γὰρ ὅτι πυκνὴ τοῖς πόροις
4. ἐστὶν εἰς τοσόνδε, διὰ ταῦτ’ αὐτὴν αἰσθάνεσθαι τῶν χυμῶν·
5. ἆρ’ οὐ τὴν ἐκείνων συμμετρίαν μὲν, ὁπόθ’ ὑγιαίνουσι,
6. φυλάξομεν, τὴν ἀμετρίαν δ’ αὖθις ὁπότε νοσοῦσιν, ἐπανορθωσόμεθα;
7. φέρε δ’ εἰ οὕτως ἔτυχε, διότι συμμέτρως ἔχει
8. θερμότητος, αἰσθητικὴν εἶναι τὴν γλῶτταν τῶν χυμῶν· ἆρ’
9. οὐ κᾀνταῦθα πρόδηλον ὡς τῶν ἄλλων ἁπάντων ἀμελήσαντες,
10. ἐκεῖνο φυλάξομεν αὐτῆς μόνον, ἀφ’ οὗ τὴν ἐνέργειαν
11. ἐκέκτητο; φέρε δ’ εἰ ξηρότητός τε καὶ ὑγρότητος ὧδέ πως
12. ἔχουσα, διὰ τοῦτ’ αἰσθάνοιτο, τίς οὐκ ἂν ἁπάντων τῶν ἄλλων
13. ἀμελῶν εἰς τοῦτ’ ἀποβλέψει μόνον αὐτῆς, ὅπως μήθ’
14. ὑγροτέρα τοῦ δέοντος ἔσται μήτε ξηροτέρα, τίς δ’ οὐκ ἂν
15. εἴπερ τοῦτ’ ἐστιν ἀληθὲς, ἐξ ἑτοίμου συνελογίσατο δύο εἶναι
16. τὰ πάντα τῆς γλώσσης νοσήματα, τὸ μὲν ὑγρὸν, τὸ δὲ ξηρόν;
17. ὥσπερ αὖ καὶ εἰ θερμότητι καὶ ψυχρότητι συμμέτρῳ
18. τὴν αἴσθησιν ἔχοι, τίς οὐκ ἂν κᾀνταῦθα δύο εἶναι τὰ νοσήματα
19. αὐτῆς ἐνόησεν, ἀμετρίαν θερμότητός τε καὶ ψύξεως;
1. ὥσπερ εἰ καὶ τῇ τῶν πόρων συμμετρίᾳ τὴν αἴσθησιν ἐκέκτητο,
2. πρόχειρον ἦν δήπου κᾀνταῦθα λογίσασθαι πάντως ὑπὸ τῆς
3. ἀμετρίας αὐτὴν βλαβήσεσθαι, διττὴν δὲ ταύτην ἔσεσθαι, πύκνωσίν
4. τε καὶ μάνωσιν τῶν πόρων. ἆρ’ οὖν ἔτι λέγω πολλὰ
5. τοὺς ἀναισθήτους ἐπάγων, εἰ καὶ μηδ’ ἄλλο, τοῦτο γοῦν ἐννοῆσαι,
6. τὸ μὴ δύνασθαί τι μήθ’ εὑρεῖν μήτ’ ἀποδεῖξαι τὸ
7. πλῆθος τῶν νοσημάτων, ἄνευ τοῦ γνῶναι, τίνα μὲν τῶν
8. ὑπαρχόντων τοῖς μορίοις αἴτια τῆς ἐνεργείας ἐστὶ, τίνα δ’
9. ἄλλως τούτοις συμβέβηκεν; ἢ καὶ δεύτερόν τι καὶ τρίτον ἔτι
10. παράδειγμα προχειρίσομαι; πολλάκις γὰρ ὑπὸ τοῦ πλήθους
11. αὐτῶν τιτρώσκονται τῶν ἀνοήτων αἱ ψυχαί. φέρε τοίνυν αὖθις
12. ὡδί πως αὐτοὺς ἐρωτήσωμεν. ἆρ’ αἰσθάνεται τὸ σῶμα
13. θερμῶν καὶ ψυχρῶν, καὶ σκληρῶν καὶ μαλακῶν, καὶ λείων
14. καὶ τραχέων, καὶ ἁπλῶς ἁπάντων τῶν ἁπτῶν, ὅτι λευκὸν
15. τὴν χρόαν ἐστὶν, ἢ ὅτι μέλαν, ἢ ὅτι πυῤῥὸν, ἢ ἁπλῶς εἰπεῖν
16. ὅτι τοιόνδε τὴν χρόαν· ἢ κατ’ οὐδὲν μὲν τούτων, δι’
17. ἄλλο δέ τι; πρόδηλον γὰρ οἶμαι παντὶ, τὸ φυλάττειν αὐτῷ
1. χρῆναι μόνον ἐκεῖνο μέλλοντί γε αἰσθήσεσθαι καλῶς, ἐξ οὗπερ
2. ἐκέκτητο μόνου τὸ καλῶς αἰσθάνεσθαι. εἰ μὲν γὰρ ἐκ τοὐ
3. λευκὸν εἶναι τοῦτ’ ἐκέκτητο, περὶ παντὸς ἐχρῆν ποιεῖσθαι καὶ
4. φυλάττειν τοῦτο καὶ φεύγειν τὸ μέλαν· εἰ δ’ ἔμπαλιν ἐκ τοῦ
5. μέλαν ὑπάρχειν ἦν αἰσθητικὸν, ἀποδιδράσκειν ἐχρῆν, οἶμαι,
6. καὶ δεδιέναι τὰς ἄλλας ἁπάσας χρόας· οὕτω δὲ καὶ εἰ διότι
7. ξανθὸν ἢ πυῤῥόν ἐστι, διὰ τοῦτ’ αἰσθάνοιτο, φευκτέον ἐστὶν,
8. οἶμαι, τὰς ἄλλας ἁπάσας χρόας, ὡς ἀναισθησίας ἢ δυσαισθησίας
9. ἀπεργαστικάς. καὶ μὲν δὴ καὶ εἰ τῷ σκληρὸν εἶναι
10. τὴν αἴσθησιν εἶχε, τῷ μαλακὸν γενέσθαι βλαβήσεται· καὶ
11. εἰ τῷ πυκνὸν εἶναι, τῷ μανὸν ἀπεργασθῆναι· καὶ εἰ
12. συμμετρίᾳ πόρων ᾐσθάνετο, πρὸς τῆς ἀμετρίας δήπου βλαβήσεται·
13. καὶ καθόλου τοῦτ’ αὐτὸ μόνον ὑπάρχειν χρὴ πρὸς τὴν
14. αἴσθησιν, ἀφ’ οὗ τὴν αἴσθησιν εἶχε, καὶ τοῦτ’ ἐπανορθοῦσθαι
15. μόνον, ἐπειδὰν ἐξίσταται τῆς φύσεως, ὑφ’ οὗ τὴν αἴσθησιν
16. βλάπτεται. ἆρ’ οὖν δεήσει τρίτου παραδείγματος, ἢ καὶ ταῦθ’
17. ἱκανά; τοῖς μὲν συνετοῖς, οἶμαι, καὶ ταῦτ’ ἐστὶ περιττὰ,
18. τὸ καθόλου συνιέναι δυναμένοις ἄνευ τῶν παραδειγμάτων
1. ἀμαθέσι δὲ καὶ σκαιοῖς καὶ φιλονείκοις, ἴσως οὐδ’ εἰ τρίτον
2. προστεθείη παράδειγμα, πλέον οὐδέν. ἀλλ’ ὅμως ἐπειδή περ
3. εἴρηται δύο, καὶ κατατρίβουσιν ἀεὶ μάτην ἡμῶν τὸν
4. χρόνον, εἴη ἂν καὶ νῦν οὐκ ἀπεικὸς ἓν αὐτοῖς ἔτι προσθεῖναι
5. παράδειγμα. καὶ δὴ καὶ προβεβλήσθω μὲν ὅπως ἀπεπτοῦσαν
6. ἐπανορθωσόμεθα γαστέρα· τὸν δὲ λόγον οὐ πρὸς
7. τοὺς μεθοδικοὺς ἔτι μόνους, ἀλλ’ ἤδη καὶ πρὸς ἐκείνους ποιησόμεθα
8. τῶν λογικῶν οἳ νομίζουσι μεθόδῳ τινὶ δύνασθαι
9. καὶ λόγῳ τὴν τέχνην συστήσασθαι χωρὶς τοῦ γνῶναι τὴν
10. πρώτην αἰτίαν τῆς ἐνεργείας, ἣν δὴ καὶ προσεχῆ καλεῖν εἰώθασιν.
11. ἔστω δή τινα λέγειν, ἀπὸ γὰρ τῶν πρόχειρον ἐχόντων
12. τὴν ἀτοπίαν ἄρξασθαι βέλτιον, ἵν’ ἐπαγάγωμεν αὐτοὺς, εἰ
13. οἷόν τε, κατὰ βραχὺ πρὸς τὸ καὶ τῶν ἀμυδροτέρων αἰσθάνεσθαι·
14. λέγειν οὖν ὑποκείσθω τινὰ διότι πολλαῖς ἐφεξῆς
15. ἡμέραις ὅδε τις ἄνθρωπος ὁ νῦν ἀπεπτῶν, ἐπὶ γάλακτος μόνου
16. διαιτηθεὶς, ἠλλοίωσε τὸ τῆς γαστρὸς χρῶμα, καὶ λευκὸν
17. ἐποίησεν ἀντ’ ἐρυθροῦ, διὰ τοῦτ’ αὐτῷ βεβλάφθαι τὴν
18. ἐνέργειαν· οἶμαί σε γελᾷν ἤδη, καὶ δικαίως γελᾷν· ἀλλ’ εἴπερ 
1. εἰδείης, ὡς ἴσον ἐστὶ καὶ τούτῳ περὶ χρωμάτων εἰπεῖν ὁτιοῦν
2. ἄνευ τοῦ προσθεῖναι τὴν ἀπόδειξιν καὶ σοὶ περὶ τῆς τῶν
3. πόρων, εἰ οὕτως ἔτυχε, συμμετρίας, ἢ ἄλλης ἡστινοσοῦν
4. διαθέσεως, οὐκ οἶμαί σε γελάσειν εὐλόγως· ἢ γὰρ κᾀπὶ σαυτῷ
5. τὸν γέλωτα κίνησον, ἢ μηδ’ ἐφ’ ἑτέρῳ. ἔστω γὰρ ἰταμὸν
6. εἶναι τὸν τὸ χρῶμα τῆς γαστρὸς αἰτιώμενον τοῦ μὴ πέττειν
7. καλῶς καὶ φάσκειν ὡς ἐπειδὴ κατὰ φύσιν ἔχουσα, τὴν χρόαν
8. ἐνερευθής ἐστι, νῦν δ’ ἀπειργάσθη λευκὴ ἀκριβῶς, διὰ τοῦτ’
9. ἀπεπτήσειν ἐξ ἀνάγκης αὐτὴν, ἡδέως ἂν ἀκούσαιμί σου τὴν
10. πρὸς τοῦτον ἀντιλογίαν· ἐγὼ μὲν γὰρ οὐδ’ ἐπινοῆσαι δύναμαι
11. τρόπον ἕτερον αὐτῆς, ἄνευ τοῦ κελεῦσαι τῷ ταῦτ’ εἰπόντι
12. δεῖξαι πρότερον, εἰ διὰ τὴν χρόαν ὅλως ἐνεργεῖ κατὰ φύσιν ἡ
13. γαστήρ· σὺ δὲ εἴπερ ἔχεις, ἡδέως ἂν ἀκούσαιμί σου. ἀλλ’
14. οὔτε ἔχεις οὔθ’ ἕξεις εἰπεῖν ἕτερόν τινα τρόπον ἀντιλογίας
15. πρὸς τὸν τὴν χροιὰν αἰτιώμενον τῆς ἀπεψίας ἀλλ’ ἢ τὴν
16. πρόκλησιν τοῦ δεῖξαι πῶς ἐκ τοῦ κατὰ φύσιν χρώματος ἡ
17. γαστὴρ εἶχε τὸ πέττειν. εἶτ’ ἐκεῖνος μὲν οὐ πιστευθήσεται τὴν
18. χρόαν αἰτιώμενος τῆς ἀπεψίας, πρὶν δεῖξαι κατὰ τοῦτ’ ἐνεργοῦσαν
1. αὐτὴν, σὺ δ’ ἤτοι τὴν ἀμετρίαν λέγων τῶν πόρων
2. ἢ ὁτιοῦν ἄλλο πιστευθήσῃ πρὸ τοῦ δεῖξαι πῶς ἐνεργεῖ κατὰ
3. τὴν ἐν ἐκείνῳ τῷ γένει συμμετρίαν; ἀλλ’ οὐδὲ τοῦτο λέγω,
4. φησὶν, οὐδ’ ἄλλο τι τὸ προσεχὲς τῆς πέψεως αἴτιον, ἀλλ’
5. ὅλως ἀγνοεῖν ὁμολογῶ. καὶ μὴν εἰ τῷ μὲν τὴν χρόαν αἰτιωμένῳ
6. τῆς ἐνεργείας ἀναγκαῖόν ἐστι καὶ τῆς βλάβης αἰτιᾶσθαι,
7. τῷ δὲ τὴν συμμετρίαν τῶν πόρων, καὶ τούτῳ τὴν ἀμετρίαν
8. τῶν αὐτῶν τούτων πόρων· καὶ τῷ τὴν εὐκρασίαν τῶν τεττάρων
9. ποιοτήτων, θερμότητος καὶ ψυχρότητος καὶ ὑγρότητος
10. καὶ ξηρότητος, καὶ τούτῳ τὴν δυσκρασίαν τῶν αὐτῶν· ἀναγκαῖον
11. ἔσται καὶ σοὶ τὸ κατὰ φύσιν ὑποθεμένῳ πρότερον, οὕτως
12. ἐξευρεῖν τὸ παρὰ φύσιν, εἰ δὲ μὴ γινώσκεις τὸ κατὰ φύσιν, οὐδὲ
13. τὸ παρὰ φύσιν οἶσθα· καὶ γὰρ δὴ καὶ ὑμῶν αὐτῶν ἀκούω λεγόντων
14. πρὸς τοὺς ἐμπειρικοὺς ἰατροὺς ὡς οὐκ ἐνδέχεται γνῶναι
15. τὸ παρὰ φύσιν, εἰ μὴ πρότερον εἰδείη τις τὸ κατὰ φύσιν. ἀλλὰ
16. γιγνώσκω, φησὶ, τὸ κατὰ φύσιν· ἆρά γε σύμπαν, ἢ μέρος αὐτοῦ
1. τι; καὶ τουτὶ τὸ μέρος ὃ γινώσκεις ἆρά γε τὸ τῆς ἐνεργείας ἐστὶν
2. αἴτιον, ἢ ἄλλως ὑπάρχει τῇ γαστρί; τί γὰρ δὴ καὶ γινώσκεις;
3. αὐτῆς θέσιν δηλαδὴ καὶ μέγεθος καὶ πλοκὴν καὶ διάπλασιν·
4. ἀλλ’ οὐδὲν τούτων ἐστὶ τῆς ἐνεργείας αἴτιον. ἀλλ’ οὐδὲ
5. ἀγνοεῖταί τι τούτων τοῖς ἐμπειρικοῖς, ὁμολογοῦσί τε γὰρ
6. χρῆσθαι τῇ κατὰ περίπτωσιν ἀνατομῇ καὶ ταῦτ’ ἐξ ἐκείνης
7. μανθάνειν, οὐ μὴν ἐνεργείας τε καὶ χρείας μορίων. ἀλλ’ οἶδα,
8. φησὶ, καὶ τὴν ἐνέργειαν· ἔστι γὰρ περιστολὴ καὶ τρίψις. ἀλλ’
9. εἰ μὴ τὴν αἰτίαν εἰδείης αὐτῆς, οὐκ εἴσῃ τὴν νόσον· εἰ γὰρ ἡ
10. εὐκρασία τῶν τεττάρων ποιοτήτων αἰτία τῆς ἐνεργείας ἐστὶν,
11. ἡ δυσκρασία πάντως τῆς βλάβης αἰτία ἔσται· σὺ δ’ οἴει
12. φλεγμονὴν καὶ σκίῤῥον, οἴδημά τε καὶ ἀπόστημα, καὶ τἄλλα
13. ὅσα τοῖς ὀφθαλμοῖς ἰδεῖν ἔστι, μόνα τῆς γαστρὸς εἶναι παθήματα·
14. καίτοι γ’ οὐδὲ ταῦτα τοῖς ἐμπειρικοῖς ὁμοίως ὀφθαλμοῖς
15. μόνοις καὶ χερσὶ καὶ ταῖς ἄλλαις αἰσθήσεσι καταμανθάνεις,
16. ἀλλ’ ἐπὶ τὴν οὐσίαν αὐτῶν ἀνέρχεσθαι πειρᾷ, καὶ
17. ταύτην ἐξευρίσκειν ἀκριβῶς, οὐκ ἀρκούμενος τοῖς φαινομένοις
18. αἰσθήσει συμπτώμασιν, ἃ τοῖς ἐμπειρικοῖς ὁρίζει τε καὶ
1. περιγράφει τὴν συνδρομήν· οὕτω γὰρ ἀξιοῦσιν ὀνομάζειν
2. αὐτοὶ τὸ τῶν συμπτωμάτων ἄθροισμα τῶν ὑπαρχόντων τῷ
3. πεπονθότι τόπῳ. καὶ τὴν ἔνδειξίν γε τῆς θεραπείας οὐκ
4. ἐκ τῶν φαινομένων λαμβάνεις συμπτωμάτων· οὐδὲ γὰρ εἰ
5. παρὰ φύσιν ὄγκος, οὐδ’ εἰ ἀντίτυπος, οὐδ’ εἰ ὀδυνηρὸς, οὐδ’
6. εἰ ἐρυθρὸς, ἀλλ’ εἰ σφήνωσις ἐν τοῖς πέρασι τῶν ἀρτηριῶν
7. ἐπὶ παρεμπτώσει σκοπεῖς καὶ τὴν θεραπείαν, ὡς αὐτὸς ἔφης,
8. πρὸς τοῦτ’ ἀναφέρων ἐξευρίσκεις. ἢ γὰρ οὐχ οὗτος ὁ Ἐρασιστράτου
9. τρόπος τῆς διδασκαλίας ἐν τοῖς περὶ πυρετῶν, ὥσπερ
10. αὖ Διοκλέους μὲν ἕτερος, Πραξαγόρου δ’ ἄλλος, Ἀσκληπιάδου
11. δ’ ἄλλος; ὥστ’ οὐκ ἀπὸ τῶν περὶ τὸ φλεγμαῖνον
12. μέρος φαινομένων συμπτωμάτων ἡ ἔνδειξις αὐτοῖς γίγνεται
13. τῶν βοηθημάτων, ἀλλ’ ἀπὸ τῆς οὐσίας αὐτῆς· οὐ γὰρ εἰ
14. παρὰ φύσιν ὄγκος, οὐδ’ εἰ ἀντίτυπος, οὐδ’ εἰ πόνος σφυγμώδης,
15. ἀλλ’ εἰ παρέμπτωσίς τε καὶ σφήνωσις ἐν τοῖς ἐσχάτοις
16. τῶν ἀρτηριῶν, ἢ ἔμφραξις ἐν τοῖς πέρασι τῶν φλεβῶν,
17. ἢ σῆψίς τις τῶν χυμῶν, ἢ λόγῳ θεωρητῶν ὄγκων ἔντασις,
18. ἐν λόγῳ θεωρητοῖς ἀραιώμασιν ἐπισκοποῦνται. ὥστε ἕκαστος
1. τούτων ἀπὸ τῶν τῆς διαθέσεως τοῦ φλεγμαίνοντος μέρους,
2. οὐκ ἀπὸ τῶν ἑπομένων αὐτῇ συμπτωμάτων ἔνδειξιν
3. τῶν βοηθημάτων λαμβάνει. κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον
4. καὶ ὅστις αἰτιᾶται τὸ θερμὸν καὶ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ
5. τὸ ὑγρόν· ἀλλ’ οὗτος μὲν εἰ καὶ χωρὶς φλεγμονῆς, ἢ ἕλκους, ἢ
6. ἀποστήματος, ἤ τινος ἑτέρου τοιούτου, μόνῳ τῷ ψυχρὰ γεγονέναι
7. μὴ πέπτοι καλῶς ἡ γαστὴρ, εὐπορεῖ τῶν βοηθημάτων·
8. οἱ δὲ τὰς φλεγμονὰς καὶ τοὺς σκίῤῥους καὶ τἄλλα ὅσα
9. τοῖς ὀφθαλμοῖς ἔστι θεάσασθαι μόνα νομίζοντες εἶναι νοσήματα,
10. γελοίως πάνυ τὰς χωρὶς τούτων ἀπεψίας ἀτονίᾳ τῆς
11. κοιλίας γίγνεσθαί φασιν, ὥσπερ διάθεσίν τινα λέγοντες τὴν
12. ἀτονίαν ἰδίαν ἐξαίρετον, ἀλλ’ οὐχ ὥσπερ καὶ τοῖς ἐκπυϊσκομένοις
13. τε καὶ σκιῤῥουμένοις καὶ φλεγμαίνουσι καὶ ἄλλως ὁπωσοῦν
14. πεπονθόσιν ὑπάρχειν. πάντα γὰρ ταῦτα τὰ πάθη, κᾂν
15. ἐν γαστρὶ κᾂν ἐν ἥπατι κᾂν ἐν θώρακι κᾂν ἐν ὁτῳδήποτε
16. γένηται, παραχρῆμα τὸ μέρος ἀτονώτερον ἐργάζεται περὶ
17. τὴν ἰδίαν ἐνέργειαν· ἀλλ’ οὐ τοῦτ’ ἄρ’ ἦν αὔταρκες αὐτοῖς
18. εἰς τὴν τῶν βοηθημάτων ἔνδειξιν, ἢ μάτην ζητοῦσι τὰς διαθέσεις, 
1. ἀλλ’ ἐπ’ αὐτὴν ἀνέρχονται τὴν οὐσίαν τοῦ νοσήματος,
2. ὡς οὐκ ἐνὸν ἄλλως εὐπορῆσαι τῆς προσηκούσης ἰάσεως.
3. οὔκουν ἔτι τὸν ἔλεγχον ἐξ ἡμῶν ἀναμένουσιν, ἀλλ’ αὐτοὶ
4. σφᾶς αὐτοὺς ἐξελέγχουσιν οἱ τὴν ἀτονίαν εἶναι λέγοντες τὸ
5. πάθος, ἐν οἷς οὐδὲν ὧν ἐκεῖνοι παθῶν ὡρίσαντο πεπονθυίας
6. τῆς γαστρὸς ἀπεπτεῖ τὸ ζῶον. οὔτε γὰρ ἴδιον, ἀλλὰ
7. κοινὸν ἁπάντων λέγουσι, καὶ τὴν θεραπείαν οὐδὲ κατ’
8. αὐτοὺς ἐκείνους δυνάμενον ἐνδείξασθαι εὐλόγως. ὄνομα γάρ
9. ἐστι ψιλὸν τὸ ῥωννύναι τὴν ἀτονίαν, καὶ οἷον σκοπὸς μᾶλλον,
10. οὐ θεραπεία. τί γὰρ χρὴ ποιοῦντας ῥώμην ἐντιθέναι
11. τοῖς ἀῤῥωστροῖσι περὶ τὴν ἐνέργειαν οὐ λέγουσιν. ἐν τούτῳ
12. δ’ ἦν ἡ θεραπεία. καὶ χωρὶς τοῦ τὴν διάθεσιν εὑρεθῆναι τῆς
13. γαστρὸς εὐπορῆσαι βοηθημάτων ἀδύνατον· εἰ μὲν γὰρ
14. ἔψυκται, θερμαντέον, εἰ δ’ ὕγρανται, ξηραντέον· ὡσαύτως
15. δὲ καὶ εἰ μὲν ἀμέτρως τεθέρμανται, ψυκτέον, εἰ δ’ ἐξήρανται,
16. ὑγραντέον. οὗτοι μὲν ἁπλοῖ τρόποι τῆς ἰάσεως
17. τέτταρες. ἕτεροι δὲ τέτταρες σύνθετοι, εἰ μὲν ψυχροτέρα καὶ
18. ξηροτέρα τὴν κρᾶσιν ἡ γαστὴρ ἐγένετο, θερμαντέον τ’ ἐστὶ
1. καὶ ὑγραντέον αὐτήν· εἰ δὲ ὑγροτέρα καὶ θερμοτέρα, ξηραντέον
2. τέ ἐστι καὶ ψυκτέον· οὕτω δὲ καὶ εἰ μὲν θερμοτέρα τε
3. καὶ ξηροτέρα, ψυκτέον τε καὶ ὑγραντέον, εἰ δ’ ὑγροτέρα τε
4. καὶ ψυχροτέρα, ξηραντέον τε καὶ θερμαντέον· ὥστε καὶ αἱ
5. διαθέσεις ὀκτὼ τῆς γαστρὸς, αὐτῆς, ὡς ἐκεῖνοι λέγουσιν, ἀτονίας
6. αἰτίαι, καὶ οἱ τρόποι τῆς ἰάσεως ὀκτώ.

Cliquer un n° de page pour en afficher l’image