7. Καὶ οὐκ ἐγχωρεῖ λέγειν οὐδενὶ τῶν δογματιζόντων
8. ὁμοίως τοῖς ἐμπειρικοῖς ὡς οὐδὲν δέοιντο γιγνώσκειν,
9. εἴθ’ ὑπάρχουσιν, εἴτε μή· τελέως γὰρ ἀνατρέψουσι τὴν
10. λογικὴν αἵρεσιν, ὁμολογήσαντες εὐπορεῖν μὲν τῆς θεραπείας,
11. ἀγνοεῖν δὲ τὴν διάθεσιν· ἐκ πείρας γὰρ δήπου πάντες εὐπορήσουσι
12. τῆς ἰάσεως, εἴπερ μὴ ἐκ τῆς τοῦ πράγματος αὐτοῦ
13. φύσεως ἔνδειξιν ἔλαβον. οἱ μὲν οὖν ἐμπειρικοὶ καὶ τῷ μὴ
14. δύνασθαι νομίζειν εὑρεθῆναί τι τῶν ἀδήλων, καὶ τῷ μὴ
15. δεῖσθαι, κᾂν εὑρεθῇ, τετηρῆσθαι γὰρ αὐτοῖς τὰς θεραπείας
16. ἐπὶ ταῖς φαινομέναις συνδρομαῖς, εὐλόγος οὔτε γιγνώσκειν
17. φασὶν εἰ ὀκτὼ διαθέσεις εἰσὶ καθ’ ἃς ἡ γαστὴρ ἀτονεῖ, καὶ
1. χωρὶς τῆς τοιαύτης περιεργίας εὐπορεῖν τῶν ἰαμάτων· οἱ δὲ
2. καὶ τὸν λόγον ὁμολογοῦντες ἔχειν, ᾧ καὶ περὶ τῶν ἀδήλων
3. διασκέπτονται, καὶ τὴν εὕρεσιν αὐτῶν ἔνδειξιν ἰαμάτων παρέχεσθαι
4. φάσκοντες, οὐκ οἶδ’ ὅπως οὐκ αἰδοῦνται λέγοντες
5. ἢ μὴ γινώσκειν εἰ ὑπάρχουσιν αἱ ὀκτὼ διαθέσεις, ἢ μὴ
6. δεῖσθαι πρὸς τὰς ἰάσεις αὐτῶν. οὐ γὰρ τοῦτ’ ἀπόχρη μόνον
7. εἰπεῖν, ὡς οὐκ ἴσασιν, ἀλλ’ ἐξελέγξαι προσήκει τοὺς εἰδέναι
8. φάσκοντας, ὡς οὐκ ἀληθεύουσιν· ἄχρι δ’ ἂν μήτ’ αὐτοὶ τοῦτο
9. ποιῶσιν, ἕτεροί τε πολλὰς ἀποδείξεις λέγωσι τοῦ πᾶν σῶμα
10. διὰ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ἐνεργεῖν, εὐλογώτερον
11. ἐκείνοις πιστεύειν, εἰ μή τι ἄρα προφάσεις ψιλὰς λέγοντες
12. ἀξιώσουσι πιστότεροι τῶν τὰς ἀποδείξεις λεγόντων εἶναι.
13. καὶ μὴν ἐκεῖνοι μὲν εἰ καὶ μηδὲν ἄλλο, πείθειν γοῦν καὶ
14. διδάσκειν τοὺς ἀκροατὰς, οὐ βιάζεσθαι καὶ προστάττειν ἐπιχειροῦσιν·
15. οὗτοι δ’ αὖ τοὐναντίον ὡς τύραννοι κελεύουσι μὴ
16. ζητεῖν τῆς ἐνεργείας τὴν αἰτίαν. ἀλλ’ ἡμεῖς μὲν καὶ Διονύσιον
17. καὶ Φάλαριν καὶ τοὺς ἄλλους τυράννους διὰ τοῦτο μισοῦμεν,
18. ὅτι κελεύουσι καὶ προστάττουσιν, οὐ πείθουσι καὶ διδάσκουσιν,
1. ὡς Σόλων καὶ Δράκων καὶ Λυκοῦργος. ἀλλ’
2. ἐγὼ, φησὶ, ἐν τοῖς ὅροις μένω τῆς τέχνης, ὑμεῖς δὲ ἀποχωρεῖτε,
3. καὶ πρὸς τὰς ἄλλας ἀρχὰς ἡμᾶς ἀνάγειν ἐπιχειρεῖτε
4. τῆς φυσικῆς θεωρίας. εἶτα οὐκ ἀποδείξεις, ὦ γενναιότατε, κᾂν
5. αὐτὸ τοῦτο, τίνες εἰσὶν οἱ ὅροι τῆς ἰατρικῆς θεωρίας καὶ
6. τίνα χρὴ γινώσκειν τὸν μέλλοντα λόγῳ ποιήσασθαι τὴν εὕρεσιν
7. τῶν βοηθημάτων, ἀλλὰ μορμολυξάμενος οἴει καταπλήξειν
8. ἡμᾶς; ἀκούω καὶ σοῦ λέγοντος ὡς οὐ χρὴ σκοπεῖσθαι
9. τῆς ἐνεργείας τὴν αἰτίαν· ἀκούω δὲ καὶ τῶν ἐμπειρικῶν ὡς
10. οὐδὲ τὰς ἐνεργείας αὐτὰς ἐπισκέπτεσθαι προσῆκεν· ἀκούω δὲ
11. καὶ τοῦ λέγοντος ὡς οὐ μόνον ἐπισκεπτέον εἶναι δεῖ αὐτὰς,
12. ἀλλὰ καὶ τὰς αἰτίας ὑφ’ ὧν γίγνονται ζητητέον. ἆρ’ οὖν κελεύεις
13. με γίνεσθαι τῶν ἀδίκων κριτῶν, οἳ μὴ περιμείναντες
14. ἁπάντων ἀκοῦσαι τῶν ἀμφισβητούντων ἀλλήλοις, ἑνὶ φέροντες
15. ἔδοσαν τὴν ψῆφον; ἢ πρῶτον μὲν ἀκοῦσαι τοὺς λόγους
16. ὑμῶν ἑκάστου καταμόνας, εἶτ’ ἀλλήλοις παραβαλεῖν καὶ διασκέψασθαι
17. τίς ἑαυτῷ τε καὶ τοῖς φαινομένοις ὁμολογεῖ καὶ
18. τίς οὔτε τοῖς φαινομένοις οὔθ’ ἑαυτῷ; καὶ μὴν εἰ τοῦτο
1. ποιήσαιμι, τῶν μὲν ἐμπειρικῶν ἀκούσαιμι κᾂν παραμυθεῖσθαι
2. γοῦν πειρωμένων ἃ λέγουσιν, εἰ καὶ μὴ βεβαίως ἀποδεικνύουσιν·
3. ὑμῶν δ’ οὐδὲ τοῦτο. τίς γὰρ ἢ παραμυθίαν ὑμῶν, ἢ
4. ἀπόδειξιν εἰπεῖν ἐπεχείρησεν ἡδέως ἂν ἀκούσαιμι, δι’ ἣν οὐ
5. χρὴ ζητεῖν τῆς ἐνεργείας τὴν αἰτίαν; ἡ μὲν γὰρ ἔμπροσθεν ὑπ’
6. ἐμοῦ ῥηθεῖσα μέθοδος ἀπέδειξεν ὡς δεῖ ζητεῖν· ὑμεῖς δ’ οὔτ’
7. ἀπόδειξιν οὐδεμίαν οὔτε λόγον οὐδένα πιθανὸν ἐπεχειρήσατε
8. εἰπεῖν, ἀλλ’ ἀνατείναντες τὰς ὀφρῦς ἐπιτιμᾶτε μόνον ἡμῖν
9. σεμνῶς, ἀποχωρεῖν τῆς ἄκρας φυσιολογίας κελεύοντες καὶ μὴ
10. ζητεῖν οὕτω φύσιν ἀνθρώπου καταμαθεῖν ὡς οἱ φιλόσοφοι
11. καταμανθάνουσιν, ἄχρι τῶν πρώτων στοιχείων ἀνιόντες τῷ
12. λόγῳ καὶ τοῦτο ὑμῖν ἀπόχρη μόνον εἰπεῖν, ὡς ἀρτηρίαν καὶ
13. φλέβα καὶ νεῦρον ἀρχὰς προσεχεῖς καὶ οἷον στοιχεῖα χρὴ
14. τίθεσθαι τῆς περὶ τὸν ἄνθρωπον φυσιολογίας. καί τις ἐπῄνεσεν
15. ἐν τούτῳ τὸν Ἡρόφιλον εἰπόντα κατὰ λέξιν οὕτως·
16. ἔστω ταῦτα εἶναι πρῶτα, εἰ καὶ μή ἐστι πρῶτα. τὸν δ’ εἰς
17. ἀπόδειξιν προκαλούμενον ἐξελέγχοντά τε τὰς ὑποθέσεις τῶν
18. ταῦτα δοξαζόντων ἑαυταῖς μαχομένας ἀπωθεῖσθε καὶ φεύγετε
1. καὶ τὴν ἀρχὴν οὐδὲ παρέχετε τὰ ὦτα καὶ καταφρονεῖν προσποιεῖσθε
2. καὶ μισολόγοι γίγνεσθε νῦν, οἱ τὸν λόγον καὶ τὴν
3. ἀπόδειξιν ἐπανατεινόμενοι τοῖς ἐμπειρικοῖς. ὅτι γὰρ ἑαυτοῖς
4. οἱ λόγοι διαφέρονται ἁπάντων τῶν ἐξ ἡμίσεος δογματιζόντων,
5. εὐφωρότατόν ἐστι τοῦτο τῷ κᾂν βραχὺ γεγυμνασμένῳ κατὰ
6. τὰς ἀποδεικτικὰς μεθόδους. ἐπειδὰν μὲν γὰρ φλεγμαίνῃ γαστὴρ
7. καὶ διὰ τοῦτο πέττειν ἀῤῥωστῇ, τίς ἡ τῆς φλεγμονῆς
8. ἐστιν αἰτία ζητεῖν δικαιοῦσι, κᾀντεῦθεν εὐποροῦσι τῶν
9. ἰαμάτων, ἀποχωροῦντες τῆς ἐμπειρικῆς εὑρέσεως· ἐπειδὰν
10. δὲ χωρὶς φλεγμονῆς, ἢ τοιούτου τινὸς ἄλλου παθήματος,
11. ὑπὸ δυσκρασίας μόνης ἀῤῥωστῇ πέττειν, ἐνταῦθα πάλιν ἐκ
12. τῆς ἐμπειρίας αὐτῆς ἡ τῶν βοηθημάτων εὐπορία. καὶ μὴν
13. ἀλλήλοις μέν ταῦτα μάχεται, τὰ δὲ τῶν ἐμπειρικῶν ὁμολογεῖ,
14. καὶ ἀποδείκνυσί τε καὶ περαίνει τὸ σφέτερον ἐξ ὧν αὐτοὶ
15. ὑμεῖς συγχωρεῖτε λημμάτων. εἰ γὰρ ὅλως δυνατόν ἐστιν ἐπὶ
16. φαινομένοις συμπτώμασι τετηρῆσθαι θεραπείαν, ἀγνοουμένης
17. τῆς διαδέσεως, οὐκ ἐπὶ μὲν τῆσδε δυνατὸν, ἐφ’ ἑτέρας δ’
18. ἀδύνατον, ἀλλ’ ἐπὶ πασῶν ὁμοίως ἔσται δυνατόν. τοιγαροῦν
1. οὐδ’ ἐνταῦθα λόγον οὐδένα λέγειν ἕξετε τοῦ μὴ τὴν ἐμπειρίαν
2. αὐτάρκη γίγνεσθαι πρὸς τὴν τῶν βοηθημάτων εὐπορίαν,
3. ἐφ’ οἷς τὴν διάθεσιν εὑρεῖν ἀδυνατεῖτε. πάντα οὖν ὡς
4. τύραννοι προστάττετε, χρῆσθαι δ’ ἀποδείξεσιν οὔτ’ αὐτοὶ
5. βούλεσθε, βέλτιον γὰρ ἴσως εἰπεῖν τοῦτο τοῦ μὴ δύνασθαι,
6. καὶ τοῖς βουλομένοις τε ἅμα καὶ δυναμένοις οὐχ ἕπεσθε.
7. τί ποτ’ οὖν ἄλλο εἰσὶν ὑμῶν οἱ λόγοι πλὴν ἔρις καὶ φιλονεικία
8. καὶ πρόκλησις εἰς λοιδορίας καὶ μάχας, οἵας καὶ τῶν
9. ὑμετέρων διδασκάλων τις ἐποιεῖτο διὰ παντὸς, ἢ καταγελῶν
10. εἴ τις ἐφθέγξατο θερμὸν καὶ ψυχρὸν, ὡς βαλανεῦσι μᾶλλον,
11. οὐκ ἰατροῖς προσηκόντων ὀνομάτων, ἢ σφοδρῶς ἐπιτιμῶν,
12. ὡς ἀποχωροῦντι πόῤῥω τῆς ἰατρικῆς, ἢ τὴν Ἐρασιστράτου
13. προχειριζόμενος ἀξιοπιστίαν. ἀλλὰ ταύτην μὲν πρῶτον ἀκούσας
14. ἥσθην, δεύτερον δὲ καὶ τρίτον ἀκούων ἐμίσησα, βωμολοχίᾳ
15. μᾶλλον, οὐκ ἰατρικῇ πρέπειν ἡγησάμενος. εἰ γὰρ
16. ἅπαξ ἡ τῶν κελευσάντων μὴ προσωτέρω χωρεῖν ἀξιοπιστία
17. μάρτυς ἱκανὴ πρὸς ἀπόδειξιν εἶναι νομισθήσεται, λῆρος ἤδη
1. μακρὸς ἔσται πάντα, καὶ πέρας οὐδὲν ἐν τοῖς διαλόγοις ἀλλ’
2. ἢ τοῦθ’ ὅπερ νῦν ὁρᾶτε γιγνόμενον, ἔχθρα καὶ μάχη καὶ λοιδορία.
3. τοῖς γὰρ ἀποχωρήσασι μὲν τῶν λογικῶν ἀποδείξεων,
4. ὅτι δ’ Ἡρόφιλος οὕτως ἐκέλευσεν ἢ Ἐρασίστρατος, ἀξιοῦσι
5. πιστεύειν, ἀνάγκη πᾶσαν λοιδορίαν καὶ μάχην ἀκολουθῆσαι,
6. τὰ θαυμαστὰ τῶν νῦν διαλόγων ἆθλα. φέρε γὰρ ἑτέρου μέν
7. τινος λέγοντος ὡς τῷδέ τινι τῷ μὴ πέπτοντι καλῶς ἡ γαστὴρ
8. δύσκρατος ἐπὶ τὸ ξηρότερόν τε καὶ ψυχρότερον ἐγένετο,
9. καὶ διὰ τοῦτ’ αὐτὴν ὑγραντέον τ’ ἐστὶ καὶ θερμαντέον, ἑτέρου
10. δέ τινος, ἐκτροπῆς τοῦ κατὰ φύσιν ἐπὶ τὸ ψυχρότερόν τε
11. καὶ ὑγρότερον ἀπεργασθείσης, θερμὰ καὶ ξηρὰ τὰ διαιτήματα
12. προσφέρεσθαι συμβουλεύοντος· καὶ ἄλλος τις τρίτος παρελθὼν,
13. ὡς μὲν οὐκ ὀρθῶς εἴρηται τῶν εἰρημένων ὁτιοῦν
14. μηδ’ ἐπιχειρήσειεν ἀντειπεῖν, μόνον δ’ ἐπιτιμῶν ὡς περιττὰ
15. ζητοῦσι, καὶ μάρτυρα τὸν Ἐρασίστρατον ἢ τὸν Ἡρόφιλον
16. ἐπάγοιτο· πῶς οὐχ, ὅπερ ἔφην, ἀρχὴ διαφορᾶς ἐντεῦθεν
17. ἔσται καὶ λοιδορίας τῆς πρὸς ἀλλήλοις; ἀνάγκη γὰρ δήπου
18. κἀκείνους, Ἀθήναιον καὶ Μνησίθεον καὶ Διοκλέα καὶ Πλειστόνικον,
1. Ἱπποκράτην τε καὶ Φιλιστίωνα καὶ μυρίοις ἑτέρους
2. τοιούτους ἐπικαλέσασθαι μάρτυρας. εἰ γὰρ δὴ κατὰ μάρτυρας
3. χρὴ διαιρεῖσθαι τὸν λόγον, οὐ σμικρῷ τινὶ κρατήσουσιν· ὅτι
4. τε γὰρ τῆς νοσώδους δυσκρασίας εἴδη πολλὰ καὶ ὅτι καθ’
5. ἕκαστον ἡ θεραπεία διάφορος οὐχ Ἱπποκράτην μόνον, ἢ ἄλλους
6. παμπόλλους ἰατροὺς, ἀλλὰ καὶ Πλάτωνα καὶ Ἀριστοτέλην
7. καὶ Θεόφραστον καὶ Ζήνωνα καὶ Χρύσιππον, ἅπαντάς τε
8. τοὺς ἐλλογίμους φιλοσόφους παρεχόμενοι μάρτυρας· ὅτι τε χωρὶς
9. τοῦ τὴν φύσιν εὑρεθῆναι τοῦ σώματος ἀκριβῶς οὐχ οἷόν τ’
10. ἐστὶν οὔτε περὶ νοσημάτων διαφορᾶς ἐξευρεῖν οὐδὲν οὔτε
11. ἰαμάτων εὐπορῆσαι προσηκόντως, ἅπαντας πάλιν τοὺς νῦν
12. εἰρημένους μοι φιλοσόφους τε καὶ ἰατροὺς, οὐ προστάττοντας
13. μὰ Δί’ ὡς οὗτοι δίκην τυράννων, ἀλλ’ ἀποδεικνύντας
14. παρέξονται. πρὸς ταῦτ’ οὖν οἱ τὸ θερμὸν καὶ ψυχρὸν
15. βαλανέων, οὐκ ἰατρῶν ὀνόματα φάσκοντες εἶναι βωμολοχεύσονται
16. δηλονότι καὶ γελωτοποιήσουσιν, ἢ μωροὺς, ἢ Φρύγας,
17. ἢ σχολαστικοὺς διηγούμενοι· συνίσασι γὰρ ἑαυτοῖς οὐ
18. μόνον ἀποδεικτικὸν ἐπισταμένοις οὐδὲν, ἀλλ’ οὐδ’ ὅ τι
1. ποτέ ἐστιν ἀπόδειξις ἐπαΐουσιν. ἐκ τούτων οὖν τῶν σκωμμάτων
2. ἀνάγκη γενήσεσθαι διαφορᾶς ἀρχήν· ἵνα γὰρ τοῦ
3. πρώτου πάντων ὧν οἱ χωρὶς ἀποδείξεως φλυαροῦντες οὐκ
4. ὀκνοῦσι λέγειν ἐπιμνησθῶ, σκέψαι πῶς ἀναγκαῖόν ἐστιν
5. ἀκολουθῆσαι μάχην αὐτῷ. πρὸς γὰρ τὰς ἀναποδείκτους
6. φάσεις αὐτῶν καὶ τοὺς ἀξιοπίστους μάρτυρας, ὅταν ἕτεροί
7. τινες ἐνδοξοτέρους τε καὶ πολὺ πλείονας ἀντιπροτείνωνται
8. μάρτυρας, ἀναγκαῖον ἢ συγχωρεῖν καὶ ἡττᾶσθαι κατ’ ἄμφω
9. νενικημένους, ἔν τε τῷ μὴ συνακολουθῆσαι πρὸς τὴν ἀπόδειξιν
10. κᾀν τῷ κεκρατῆσθαι πρὸς τοῦ πλήθους τῶν μαρτύρων, ἢ
11. ἀναισχυντήσαντας Ἐρασίστρατον ἁπάντων ἐκείνων τῶν μαρτύρων
12. ἀποφαίνεσθαι πιστότερον. ἀνάγκη γὰρ ἐνταῦθα τὸν
13. μὲν εἰπεῖν ὡς οὐκ ἦν πιστότερος οὔτε τῶν περὶ τὸν Ἱπποκράτην
14. καὶ Μνησίθεον ἰατρῶν οὔτε τῶν περὶ τὸν Ἀριστοτέλη
15. τε καὶ Πλάτωνα φιλοσόφων, τὸν δ’ ὡς ἀντειπεῖν· εἶτ’ ἄνω
16. καὶ κάτω τῆς τοιαύτης ἀντιλογίας φερομένης οὕτως ἀπαίδευτά
17. τε καὶ φιλόνεικα προαχθῆναι τὸν ἕτερον αὐτῶν εἰπεῖν ὡς
18. οὐκ ἔσται οὕτω σοι καλῶς, ἢν Ἐρασίστρατον ἀτιμάζῃς.
19. ταυτὶ γὰρ ὁρᾷς ἑκάστης ἡμέρας, ὦ Ἱέρων, γιγνόμενα κατὰ
1. τοὺς τῶν ἰατρῶν διαλόγους· τοιαύτης δ’ ἅπαξ ἀνοιχθείσης
2. ὁδοῦ, πάντ’ ἐπιῤῥεῖ τὰ τῶν γυναικῶν ἤδη ῥήματα καὶ κακῶς
3. εἰπόντες ἀλλήλους, οὐ διδάξαντές τι χρηστὸν ἢ μαθόντες
4. ἀπαλλάττονται. καὶ τῆς τοιαύτης ἀσχημοσύνης οὐκ
5. ἔστιν εἰπεῖν ὡς οὐχ οἱ τὰς ἀποδείξεις ἀποδιδράσκοντες ἄρχουσιν·
6. ἀποδιδράσκουσι δ’, ὡς οἶσθα, πολυειδῶς, οἱ μὲν
7. σεμνῶς ἐπιτιμήσαντες μόνον, οἱ δὲ κομψευσάμενοί τι βωμολοχικὸν,
8. οἱ δ’ εἰς γέλωτα καὶ χλεύην ἐξάγοντες τὸν διάλογον·
9. εἰ δέ τις καὶ τολμήσειε παραμεῖναί τε τῷ λόγῳ καὶ τῶν ἀποδείξεων
10. ἐπακοῦσαι, μάλιστα μὲν οὐδ’ ἕπεται τὴν ἀρχὴν, οὐ
11. γὰρ ἐνδέχεται τὸν ἀγύμναστον ἀποδεικτικῆς μεθόδου τοῖς
12. χρωμένοις αὐτῇ παρακαλουθεῖν· εἰ δ’ ἄρα καὶ μέχρι τινὸς
13. παρακολουθήσειεν, ἀλλὰ τῷ πάντως ἐπαμύνειν ἐθέλειν οἷς
14. ἐνετράφη δόγμασιν, ἐπιχειρῶν ἀντιλέγειν, εἶτ’ ἐξελεγχόμενος,
15. ἀπέραντα καὶ ἀσυλλόγιστα καὶ περιττὰ καὶ ληρώδη φλυαρῶν,
16. ἀγανακτεῖ καὶ καταρᾶται τοῖς διαλεκτικοῖς, ὡς κακῶν αἰτίοις,
17. ὅτι δηλαδὴ τὴν κόρυζαν ἀπομύττουσιν αὐτῶν καὶ θεραπεύειν
18. πειρῶνται προσφέροντες οὐ μέλι καὶ πλακοῦντας, ἀλλὰ
1. σκόροδά τε καὶ κρόμμυα, τὰ καὶ τοὺς κορυζῶντας ἀλεκτρυόνας
2. ἰώμενα. παραγέγονας γὰρ δὴ μυριάκις αὐτοῖς ὡς ὑπὸ
3. σκορόδων ὄντως καὶ κρομμύων τῶν ἐλέγχων ἀναγκαζομένοις
4. δακρύειν· οἶσθα δὲ δήπουθεν ὡς καὶ πολλοὶ πολλάκις ἡμῖν
5. ἐξωμολογήσαντο καταμόνας αἰσθάνεσθαι μὲν ἤδη τῶν κατὰ
6. τὴν σφετέραν αἵρεσιν ἀτόπων, οὐ δύνασθαι δ’ ἔν γε τῷ φανερῷ
7. μεταθέσθαι διὰ τὸ μήτ’ ἄλλα γινώσκειν ἀφ’ ὧν τιμηθήσονται
8. καὶ τοῖς πολλοῖς τῶν ἀνθρώπων ἐφθακέναι ἀπὸ
9. τούτων γιγνώσκεσθαί τε καὶ τιμᾶσθαι. διὰ ταῦτα τοίνυν
10. κᾀγὼ πολλάκις ἀνεβαλλόμην ὑπομνήματα γράψαι μεθόδου
11. θεραπευτικῆς, ὡς ἂν ἀκριβῶς εἰδὼς ὀλιγοστοὺς τῶν νῦν ἀνθρώπων
12. ὑπ’ αὐτῶν ὠφεληθησομένους. εἰ μὴ γὰρ μεγάλη τις
13. γένοιτο καὶ δαιμονία μεταβολὴ τῶν ἀνθρωπείων πραγμάτων,
14. οἴχεται πάντα τὰ καλὰ καὶ συγκέχυται καὶ διέφθαρται, μηδενὸς
15. ἀλήθειαν σπουδάζοντος, ἀλλὰ τὸ δόξαι μόνον. οἶσθα
16. γὰρ δήπου καὶ σὺ σαφῶς ὡς οὐδὲ πέντε τοῖς πᾶσιν ἀνθρώποις
17. ἐνετύχομεν εἶναι μᾶλλον ἢ φαίνεσθαι σοφοῖς ὀρεγομένοις.
18. καὶ μὴν εἰ μή τις ὀρεχθείη σοφίας αὐτῆς δι’ ἑαυτὴν,
1. οὐδὲ καιρὸν ἕξει τοῦ γυμνάσασθαι κατὰ τὰς λογικὰς μεθόδους,
2. ἀλλὰ περὶ πλοῦτον καὶ δόξαν καὶ δύναμιν πολιτικὴν
3. ἐσπουδακὼς, περὶ τὴν ἐν ἐκείνοις ἀσχολίαν ἅπαντα κατατρίψει
4. τὸν βίον.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 2.5, ed. Kühn, 1825, vol. 10, p. 104-115. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:2.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩