Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 2.6, ed. Kühn, 1825, vol. 10, p. 115-156. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:2.6

5. Ἐάσαντες οὖν αὐτοὺς, πάλιν ἐπὶ τὸ
6. προκείμενον ἴωμεν. ἔστι τὸ προκείμενον ἐξ ἀρχῆς, ὡς εἰ μή
7. τις ἅπαντα τὸν ἀριθμὸν τῶν νοσημάτων ἐξεύροι μεθόδῳ,
8. πταίσει μέγιστον πταῖσμα κατὰ τὴν ἀρχὴν εὐθὺς αὐτῆς τῆς
9. θεραπευτικῆς μεθόδου· πρόδηλον γὰρ ὡς τοσούτους χρὴ τρόπους
10. εἶναι τῆς ἰάσεως ὅσαιπερ καὶ αἱ τῶν νοσημάτων ἰδέαι.
11. τὸ τοίνυν μήτ’ ἄπειρα ποιῆσαι τὰ νοσήματα ταῖς κατὰ μέρος
12. ἰδιότησι προσέχοντας μήτ’ εὐθὺς ἐν τοῖς πρώτοις καταμεῖναι
13. γένεσιν οὐ τοῦ τυχόντος ἐστὶν, ἀλλ’ ἀνδρὸς, ὡς καὶ
14. πρόσθεν ἐδείκνυτο, πάνυ γεγυμνασμένου κατὰ τὰς διαιρετικὰς
15. μεθόδους. ἀρχὴ δὲ τῆς διαιρέσεως αὐτῶν, ὥς που καὶ
16. τοῦτ’ ἐλέγετο, τὸν λόγον τῆς οὐσίας τοῦ διαιρουμένου
17. πράγματος ἀφορίσασθαι. καὶ τοίνυν ἐδείκνυτο πάντως μὲν
18. ἕν τι τῶν παρὰ φύσιν ὑπαρχόντων νόσημα. τεττάρων δ’
19. ὄντων τῶν παρὰ φύσιν, ἤτοι τῆς βεβλαμμένης ἐνεργείας,
1. ἢ τῆς ἐργαζομένης αὐτὴν διαθέσεως, ἢ τὴν ταύτην ποιούσης
2. αἰτίας, ἢ τῶν ἑπομένων αὐτῇ συμπτωμάτων, εἴτε τὴν
3. βλάβην τῆς ἐνεργείας εἴτε καὶ τὴν ἐργαζομένην αὐτὴν διάθεσιν
4. ἐθέλοι τις ὀνομάζειν νόσον, οὐδὲν τοῦτο τὴν θεραπευτικὴν
5. μέθοδον ὑπαλλάττειν ἐδείκνυμεν, εἰ τοῦθ’ ἓν μόνον
6. γιγνώσκοι, τὸ τὴν πρώτην θεραπείαν, ἣν δήπου καὶ προσεχῆ
7. καλοῦσιν ἔνιοι, τῆς τὴν ἐνέργειαν ἐμποδιζούσης εἶναι
8. διαθέσεως. ἐπιδεδεῖχθαι δ’ ἡμῖν ἐλέγομεν ὡς ταύτην εὐλογώτερον
9. εἴη προσαγορεύειν νόσημα, μὴ μέντοι κωλύειν
10. ἡμᾶς εἴ τις ἐθέλοι τὴν μὲν τῆς ἐνεργείας βλάβην ὀνομάζειν
11. νόσημα, τὴν δ’ ἐργαζομένην αὐτὴν διάθεσιν αἰτίαν τοῦ νοσήματος.
12. ὑποθέμενοι δὲ καλεῖσθαι νόσημα διάθεσιν παρὰ
13. φύσιν ἐνέργειαν βλάπτουσαν ἐζητήσαμεν ἐφεξῆς ὁπόσα τὰ
14. σύμπαντ’ ἐστὶ νοσήματα. πρόδηλον δ’ ἦν ἐν τούτῳ τὸ δεῖν
15. ἐξευρεῖν πρῶτον, εἴ τις ὁδῷ καὶ τάξει μέλλει προϊέναι καὶ μὴ
16. καθάπερ οἱ πολλοὶ τῶν ἰατρῶν ὡς τύραννοι προστάττειν,
17. ἥτις ποτὲ διάθεσίς ἐστιν ἡ τῆς ἐνεργείας αἰτία δραστική.
18. ταύτην οὖν ἡμεῖς μὲν εὐκρασίαν ἐλέγομεν εἶναι θερμοῦ καὶ
19. ψυχροῦ, ὑγροῦ καὶ ξηροῦ· καὶ διὰ τοῦθ’ ἡ πρώτη νόσος ἡ
1. ἐν τοῖς ὁμοιομερέσι, τῇ δυσκρασίᾳ τούτων ἐδείκνυτο γίγνεσθαι.
2. ἕτερος δέ τις ἐν ὄγκοις καὶ πόροις θήσεται τὴν τούτων
3. συμμετρίαν, καὶ διὰ τοῦτ’ ἀμετρίᾳ τῶν πόρων αὐτῶν νοσήσειν
4. τὰ ζῶα. τὸ δὲ μήτ’ αὐτὸν ἀποφήνασθαι τολμῆσαι τῆς ἐνεργείας
5. τὴν αἰτίαν ἐν ὁτῳδήποτε γένει τῶν ὄντων ἐστὶ, μήτε
6. τοῖς λέγουσιν ἀντειπόντα νομίζειν ἔτι λόγῳ καὶ μεθόδῳ προϊέναι,
7. δεινῶς ἐλέγομεν εἶναι μοχθηρὸν, ἅμα μὲν ἄφυκτον
8. ἐργαζόμενον τὴν ἐκ τῶν ἐμπειρικῶν κατηγορίαν, ἅμα δὲ αὑτῷ
9. μαχόμενον· ἐξ ἡμίσεος γὰρ δὴ τοὺς τοιούτους εἶναι λογικούς·
10. ὅπως μὲν δὴ γίγνεται φλεγμονὴ καὶ σκίῤῥος καὶ οἴδημα καὶ
11. πάνθ’ ὅσα τοιαῦτα, πολυπραγμονοῦνται, ὅτι δὲ καὶ χωρὶς
12. τούτων ἁπάντων κατὰ δυσκρασίαν μόνην ἐνέργεια βλάπτεται
13. μὴ γινώσκονται, ἀλλ’ ἐμπειρικῶς τὰ τοιαύτα θεραπεύονται.
14. ὅστις οὖν βούλεται γνῶναι πόσον ἁμαρτάνουσιν οἱ τοιοῦτοι
15. καὶ πόσον τι πλῆθος ὑπερβαίνουσι νοσημάτων καὶ ὡς πολὺ
16. πλέον ἀγνοοῦσιν ἢ γιγνώσκουσι, τὸ περὶ διαφορᾶς νοσημάτων
17. ἀναλεξάσθω γράμμα· μαθήσεται γὰρ ὡς ὀρθῇ μὲν ὁδῷ πρῶτος
18. ἁπάντων Ἱπποκράτης ἐχρήσατο, δέον δ’ αὐτὴν τελειῶσαι 
1. τοὺς μετ’ αὐτὸν, οὐχ ὅπως οὐδεὶς ἐτελείωσεν, ἀλλὰ καὶ τὰ
2. καλῶς εὑρημένα διέφθειραν οἱ πλεῖστοι. πλησίον δὲ τοῦ τελειῶσαί
3. τε καὶ συμπληρῶσαι τὴν ὑφ’ Ἱπποκράτους παραδοθεῖσαν
4. ὁδὸν οἱ περὶ τὸν Ἀριστοτέλην τε καὶ Θεόφραστον
5. ἀφίκοντο, καὶ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐτελείωσαν δυνάμει διορισάμενοι
6. τὸ μὴ ταὐτὸν εἶναι γένος τῶν νοσημάτων ἔν τε
7. τοῖς ὁμοιομερέσι σώμασιν ἔν τε τοῖς ὀργανικοῖς ὀνομαζομένοις.
8. ὑπὸ μὲν γὰρ τῶν ὁμοιομερῶν τὰς ἐνεργείας γίγνεσθαι
9. καὶ διὰ τοῦτ’ εἶναι καθ’ ἕκαστον τῶν ὀργάνων ἓν ἴδιον ὁμοιομερές.
10. ὅσα δ’ ἄλλα μετὰ τούτου συμπληροῖτο πᾶν ὄργανον,
11. ἕνεκα χρείας τινὸς ἐκείνου τοῦ πρώτου τῆς ἐνεργείας αἰτίου
12. γεγονέναι. καὶ τούτων μέντοι πάλιν αὐτῶν ἑκάστου κατὰ
13. μόνας ὑπάρχειν ἐνέργειαν, οἷον ἐπὶ τῶν ὀφθαλμῶν. ἄμεινον
14. γὰρ ἴσως, ὡς ἐν ἑτέροις ἐπὶ πλέον ἐδείξαμεν, ἐνταυθοῖ διὰ
15. βραχέων ὑπομνήσεις ποιήσασθαι. τὸ μὲν τῆς ὄψεως ὄργανόν
16. ἐστι τὸ κρυσταλλοειδὲς ὑγρὸν, ἕκαστον δὲ τῶν ἄλλων μορίων
17. ἐκείνου χάριν ἐγένετο. καὶ πάντων εἰρήκαμεν αὐτῶν
18. τὰς χρείας ἐν τῷ δεκάτῳ τῆς περὶ χρείας μορίων πραγματείας.
1. ἀλλ’ εἰ καὶ ὅτι μάλιστα τοῦ κρυσταλλοειδοῦς ἕνεκεν ἐγένετο
2. σύμπαντα, κατὰ μέρος γοῦν ἕκαστον αὐτῶν ἐνεργείας τινὸς
3. μετέχει, κοινῆς μὲν ὅλῳ τῷ ζώῳ φλὲψ καὶ ἀρτηρία καὶ νεῦρον·
4. οἱ δ’ ὑμένες οἱ κατὰ τὸν ὀφθαλμὸν, ὡς ἂν τρεφόμενοι
5. δηλονότι καὶ τῶν φυσικῶν ἐξ ἀνάγκης μετέχουσι δυνάμεων,
6. ὥστε καὶ τῶν κατ’ αὐτὰς ἐνεργειῶν. ὅταν μὲν οὖν τὸ κρυσταλλοειδὲς
7. ὑπὸ δυσκρασίας νοσήσῃ, βλάπτεται μὲν ἡ τῶν
8. ὀφθαλμῶν ἐνέργεια πάντως, ἀλλ’ οὐκ ἔστιν ὡς ὀργάνων αὐτῶν
9. τὸ νόσημα. τὸ δ’ ὑπόχυμα καλούμενον οὐδενὸς μὲν
10. ὁμοιομεροῦς ἐστι πάθους, ὅλων δὲ τῶν ὀφθαλμῶν ὡς ὀργάνων.
11. οὕτω δὲ κᾂν εἰ γλίσχρων τινῶν ἢ παχέων χυμῶν ἔμφραξις
12. ἐν τοῖς πέρασι τῶν κατὰ τὰ σιμὰ τοῦ ἥπατος εἴη φλεβῶν,
13. ἐμποδισθήσεται μὲν ἡ ἀνάδοσις, ὅλου δ’ ἔσται τοῦ ἥπατος
14. ὡς ὀργάνου τὸ πάθος, οὐδενὸς τῶν ὁμοιομερῶν αὐτοῦ μορίων
15. νοσήσαντος. εἰ δὲ δυσκρασία καταλάβοι τὰς φλέβας,
16. αὐτῶν μὲν ἐκείνων ἔσται τὸ νόσημα πρῶτον, κατὰ συμβεβηκὸς
17. δὲ καὶ τοῦ ἥπατος. Ἐρασίστρατος μὲν οὖν ἔσφαλται περὶ
18. τὴν οὐσίαν αὐτῆς καὶ φλεγμονῆς. οὔτε γὰρ ἐν τοῖς πέρασι
1. τῶν ἀρτηριῶν γίγνεται σφήνωσις ἐξ ἀνάγκης ἐν τοῖς φλεγμαίνουσι
2. μορίοις οὔτε πνεῦμα μόνον ἐν τῷ κατὰ φύσιν αἱ ἀρτηρίαι
3. περιέχουσιν, ὡς ἐν τοῖς περὶ τούτων λογισμοῖς ἀπεδείξαμεν.
4. εἰ δ’ οὖν ἐστί τι τοιοῦτον πάθος οἷον ἐκεῖνος οἴεται
5. φλεγμονή, καὶ σκίῤῥος τοιοῦτον οἷον ἐκεῖνος νομίζει, καὶ
6. τῶν ἄλλων ἕκαστον, ὡς αὐτὸς μὲν ἀσαφῶς ἐπὶ πολλῶν, οἱ δ’
7. ἀπ’ αὐτοῦ πειρῶνται διέρχεσθαι σαφέστερον, ὀλίγου δεῖν
8. ἀπαθῆ καταλείπει τὰ στερεὰ, μόνον ἑλκωθῆναι δυνάμενα καὶ
9. διατμηθῆναι καὶ θλιβῆναι καί τι τοιοῦτον ἕτερον ὑπομεῖναι
10. πάθημα. νοσεῖν δ’ αὐτὰ δι’ ὅλων ἑαυτῶν οὐδαμόθι φησὶ
11. νόσους τοιαύτας οἵας ἡμεῖς ἀπεδείξαμεν εἶναι τὰς ὀκτὼ δυσκρασίας.
12. καὶ μὴν ὁρᾶταί γε σύμπαντα τὰ σώματα, μέχρι καὶ
13. τῶν δυσπαθεστάτων, οἷον χαλκοῦ καὶ λίθου καὶ σιδήρου,
14. θερμαινόμενά τε καὶ ψυχόμενα καὶ ξηραινόμενα καὶ ὑγραινόμενα,
15. καὶ θαυμαστὸν εἰ ἀρτηρία μόνη καὶ φλὲψ καὶ νεῦρον
16. οὐδὲν τοιοῦτον πείσεται, καὶ τούτου θαυμαστότερον, εἰ πείσεται
17. μὲν, ἐνεργήσει δὲ ἀμέμπτως, οἶον ἐπὶ τῆς καρδίας, εἰ
1. τύχοι, δύναμις μέν τίς ἐστι καὶ κατ’ αὐτὸν τὸν Ἐρασίστρατον,
2. ᾗ διαστέλλεται καὶ συστέλλεται. καὶ βλάπτεσθαι δὲ δήπου
3. ταύτην χρὴ, τῆς καρδίας ἐξαιρεθείσης ζῶντος τοῦ ζώου, καθάπερ
4. πολλάκις ὁρῶμεν ἐν ταῖς ἱερουργίαις γιγνόμενον· εἰ
5. γὰρ μηδὲν βλάπτεται, κινηθήσεται διαπαντὸς, οὐχ ἕως χρόνου
6. τινὸς, ὡς νῦν φαίνεται. δῆλον οὖν ὅτι βλάπτεται καὶ διὰ
7. τοῦτο παύεται κινουμένη. τίς οὖν ἡ βλάβη, καλῶς εἶχεν
8. ἐπισκέψασθαι, δυναμένης γε δηλονότι τὴν βλάβην ἀναδέξασθαι
9. τῆς καρδίας καὶ πρὶν ἐξαιρεθῆναι τοῦ ζώου. τίς οὖν
10. ἄλλη πλὴν δυσκρασίας ἐστίν; οὔτε γὰρ τὸ σχῆμα φαίνεται
11. μεταλλαττόμενον αὐτῆς, οὔτε κοιλότης τις, οὔτε σύνδεσμος
12. οὔτε στόμιον, ἀλλ’ οὐδ’ ἄλλο μόριον οὐδὲν ἀπολλύμενον,
13. ἀλλὰ μόνον ἡ φυσικὴ κρᾶσις ἐξαλλαττομένη. ταῦτ’ οὖν ἅπαντα
14. τῶν ὁμοιομερῶν, ὡς εἴρηται, νοσήματα τυγχάνοντα, τελείως
15. αὐτῷ παραλέλειπται. τὸ γὰρ δὴ τοῦ αἵματος ἐν τοῖς
16. πέρασι τῶν ἀρτηριῶν σφηνωθέντος ἐνέργειάν τινα βλαβῆναι
17. τῶν ἀρτηριῶν ὡς ὀργάνων ἐστὶ τὸ πάθος· ὡς δ’ ὁμοιομερῶν
18. σωμάτων, ὀκτὼ μὲν αἱ κατὰ ψιλὰς τὰς ποιότητας δυσκρασίαι,
1. μετὰ ῥευμάτων δ’ ὀκτώ. χρὴ τοίνυν, ὅστις τὰς τούτων
2. ἀποδείξεις ἐπιστήμῃ βούλεται περιλαβεῖν, ἀπὸ τοῦ περὶ
3. τῶν στοιχείων ἄρξασθαι λόγου, κᾄπειθ’ ἑξῆς ἕκαστον ἀναλέξασθαι
4. τῶν ἄλλων, ὡς εἴρηται καὶ πρόσθεν. ἔστι δ’ ἐφεξῆς
5. μὲν ἐκείνῳ τὰ περὶ κράσεων ὑπομνήματα. καὶ τούτων
6. ἐφεξῆς τὸ περὶ τῆς ἀνωμάλου δυσκρασίας. εἶτα τὰ περὶ
7. τῶν φυσικῶν δυνάμεων, ὅσα τ’ ἄλλα περὶ τῶν ψυχικῶν εἴρηται
8. παθῶν ἐφεξῆς ἑκάστης ἰδίᾳ. τούτοις δ’ ἕπεται τὰ περὶ
9. χρείας μορίων, οἷς τὰ περὶ τῶν νοσημάτων τε καὶ συμπτωμάτων
10. διαφορᾶς. οἱ πολλοὶ δὲ τῶν ἰατρῶν, οὔτε τῇ πείρᾳ
11. μόνῃ προσέχοντες τὸν νοῦν, ἐνὸν αὐτοῖς ἀγαθοὺς ἰατροὺς
12. γίγνεσθαι καὶ κατὰ τὴν τῶν ἐμπειρικῶν ἀγωγὴν, ὀριγνώμενοί
13. τε τοῦ τελείου, κᾄπειτα χωρὶς ἀποδείξεως ἀποφάσεσι πιστεύοντες,
14. ἢ μοχθηραῖς ἀποδείξεσι παραλογισθέντες, οὐ μόνον
15. οὐδὲν ἐξευρίσκουσι χρηστὸν, ἀλλὰ καὶ τὰ διὰ τῆς ἐμπειρίας
16. ἐγνωσμένα διαφθείρουσιν. οὐ γὰρ δήπου σμικρὰν ἔχει δύναμιν
17. ὁ λόγος ὡς πρὸς τὸ κοσμῆσαι τὴν ἐμπειρίαν ἢ διαφθεῖραι,
18. ἀλλ’ ὅσον ὁ χρηστὸς ἐπικοσμῶν προστίθησιν, τοσοῦτον 
1. ἢ καὶ πλέον ὁ μοχθηρὸς ἀφαιρεῖ. καὶ ταῦτ’ ἀκούεις λέγοντος
2. ἑκάστοτε τοῖς πολλοῖς τῶν ἰατρῶν, ὅσοι πρὶν γυμνάσασθαι
3. κατὰ τὰς λογικὰς μεθόδους ἢ ἀποδεικνύναι τι πειρώμενοι
4. παραλογίζονται σφᾶς αὐτοὺς, ἢ διαιρεῖν ὁτιοῦν εἰς εἴδη τε
5. καὶ διαφορὰς, εἶτα κᾀνταῦθα κακῶν μαγείρων δίκην οὐ
6. κατ’ ἄρθρα τέμνουσιν, ἀλλὰ συντρίβουσί τε καὶ θλῶσι καὶ
7. διασπῶσιν, ὥσπερ κᾀπὶ τοῦ νῦν ἡμῖν προκειμένου. συμβουλεύω
8. δὴ πᾶσιν, ὡς οἶσθα, τοῖς τοιούτοις τῇ πείρᾳ προσέχειν
9. τὸν νοῦν. οὐ σμικρὸς γὰρ ὁ κίνδυνος ἅπαντι τῷ μειζόνων ἢ
10. καθ’ ἑαυτὸν ὀρεγομένῳ πραγμάτων μήτ’ ἐκείνων ἐφικέσθαι
11. καὶ τῶν ἐνδεχομένων γνωσθῆναι παντάπασιν ἀτυχῆσαι. τοῖς οὖν
12. καὶ πεφυκόσιν εἶναι ἄριστα καὶ τοῖς μανθάνειν ἄγουσι σχολὴν,
13. αὖθις ἡμεῖς διαλεγώμεθα, τοσοῦτον ἀναμνήσαντες αὐτοὺς
14. ὧν εὐθύς κατ’ ἀρχὰς εἴπομεν, ὡς οὐ προσήκει συγχεῖν ἅμα
15. καὶ φύρειν ἀμφότερα, τά τ’ ἐκ τῆς πείρας εὑρισκόμενα καὶ τὰ
16. διὰ μόνου τοῦ λόγου, ἀλλ’ ὑπὲρ ἑκατέρων ἰδίᾳ διαλεχθέντας,
17. αὖθις ἄμφω συναγαγεῖν. εἰρηκότες οὖν ἡμεῖς ὑπὲρ τῆς ἐμπειρικῆς
1. εὑρέσεως ἑτέρωθι, περὶ τῆς λογικῆς ἐν τοῖσδε τοῖς ὑπομνήμασι
2. προὐθέμεθα διελθεῖν. καί μοι δοκῶ σαφῶς ἤδη δεδειχέναι,
3. τοῖς γε τὰ περὶ τῆς τῶν νοσημάτων τε καὶ συμπτωμάτων
4. διαφορᾶς ἀνεγνωκόσι, πρὸς οὓς ὁ μετὰ ταῦτα πᾶς
5. ἔσται μοι λόγος, ὡς εὐθὺς ἐν ἀρχῇ μέγιστον πτῶμα πεπτώκασιν
6. οἱ περὶ τὸν Θεσσαλόν. ἦν μὲν γὰρ οὐ σμικρὸν οὐδὲ τὸ
7. Ἀσκληπιάδειον πτῶμα, διὰ τὸ κατ’ ἀρχὰς ἐσφάλθαι τὸν
8. ἄνδρα περὶ τὰ τοῦ σώματος στοιχεῖα, πολὺ δ’ ἔτι μεῖζον αὐτοῦ
9. καὶ ἀνιατότερον ἐποίησαν οἱ περὶ τὸν Θεσσαλὸν, εἰς
10. δύο μὲν ἅπαντα τὰ κατὰ δίαιταν νοσήματα διαθέσεις
11. ἀναγαγόντες ὁμοίως ἐκείνῳ, πολλοὺς δὲ τῶν θεραπευτικῶν
12. σκοπῶν ἀφελόντες, οἷς ἐκεῖνος ἐχρήσατο. χείριστον δὲ καὶ
13. ἀνιατότερον ἁμαρτάνοντες, ὅτι μήτε τὰς τῶν ἐνεργειῶν βλάβας,
14. ἀλλὰ μηδὲ τὰς αἰτίας αὐτῶν τὰς διαθέσεις ὑπολαμβάνουσιν
15. εἶναι νοσήματα, μόναις δὲ ταῖς κενώσεσιν ἐπεχομέναις
16. τε καὶ πλεοναζούσαις ἀξιοῦσι προσέχειν τὸν νοῦν, οὐδ’ οὖν
17. οὐδὲ τί ποτ’ ἐστὶ τὸ πέρα τοῦ δεόντος ἢ κενοῦσθαι τὰ ἐκ
18. τοῦ σώματος, ἢ ἐπέχεσθαι διδάξαντες ἡμᾶς σαφῶς. ἢ γὰρ ὡς
19. πρὸς τὴν δύναμιν, ἢ ὡς πρὸς τὴν αἰτίαν, ἢ ὡς πρὸς τὴν
1. διάθεσιν, ἢ ὡς πρὸς τὸ κατὰ τὴν ὑγείαν ἑκάστῳ τετηρημένον
2. ἀναφέρεσθαι χρὴ τὴν τήρησιν. ὅθεν, οἶμαι, καὶ πόλεμος οὐ
3. σμικρὸς τοῖς ἀπ’ αὐτῶν ἐγένετο κατά τε ἄλλα πάντα διενεχθεῖσι
4. καὶ περὶ τῆς τῶν παθῶν ἐννοίας τε καὶ ὑπάρξεως.
5. ἀλλ’ εἰ νῦν κινήσαιμι τὴν περὶ τῆς διαφωνίας αὐτῶν διέξοδον,
6. ἀπάξω τοῦ χρησίμου τὸν λόγον. ὡς οὖν ἀνεγνωκόσιν ἤδη τὰ
7. περὶ τῆς τῶν νοσημάτων τε καὶ συμπτωμάτων διαφορᾶς ὑπομνήματα
8. καὶ πρὸς τούτοις ἔτι τὰ τῶν αἰτίων αὐτῶν, ἔτι τε πρὸς
9. τούτοις ἐκεῖνα σύμπαντα διεληλυθόσιν ὧν ὀλίγον ἔμπροσθεν
10. ἐμνημόνευσα, τὸν ἑξῆς ἅπαντα ποιήσομαι λόγον, ἀρξάμενος
11. ἐνθάδε. ἐπειδὴ τὰς ἐνεργείας ἁπάσας ἐδείξαμεν ὑπὸ τῶν ὁμοιομερῶν
12. γιγνομένας σωμάτων, τὰ δ’ ἄλλα πάντα τὰ καθ’ ἕκαστον
13. ὄργανον μόρια χρείαν τινὰ τούτοις παρέχοντα, διττὸν
14. δήπου γένος ἔσται νοσημάτων, ἕτερον μὲν ἐν τοῖς ὁμοιομέρεσι
15. σώμασιν, ἕτερον δὲ ἐν τοῖς ὅλοις ὀργάνοις· ἐν μὲν τοῖς
16. ὁμοιομερέσιν αἱ δυσκρασίαι· τῶν δ’ ὅλων ὀργάνων ἓν μὲν
17. τὸ παρὰ τὴν διάπλασιν, ἓν δὲ τὸ παρὰ τὸν ἀριθμὸν τῶν
18. μορίων, ἄλλο δὲ τὸ παρὰ τὸ ποσὸν ἑκάστου, καὶ τέταρτον
19. τὸ παρὰ τὴν θέσιν, κοινὸν δὲ τῶν ὁμοιομερῶν καὶ τῶν ὀργανικῶν
1. μορίων νόσημά ἐστιν ἡ τῆς συνεχείας λύσις. ἓξ οὖν
2. ἐστι τὰ πάντα τῶν νοσημάτων γένη· ἓν μὲν ἴδιον τῶν ὁμοιομερῶν,
3. ἡ δυσκρασία, τέτταρα δὲ ἑκάστου τῶν ὀργάνων, ὡς
4. εἴρηται νῦν ἤδη, καὶ πρὸς τούτοις ἔστι. κοινὸν ὀργανικῶν τε
5. καὶ ὁμοιομερῶν ἡ τῆς συνεχείας λύσις. αἱ δὲ καθ’ ἕκαστον
6. αὐτῶν διαφοραὶ μέχρι τῶν ἐσχάτων εἰδῶν ἐν τῷ περὶ τῆς
7. τῶν νοσημάτων διαφορᾶς εἴρηνται.
8. Κ ε φ. ζ΄. Τούτων οὕτως ἐχόντων ἤδη λεκτέον ὑπὲρ
9. τῶν θεραπευτικῶν ἐνδείξεων, αὐτὸ τοῦτο πρότερον ἐξηγησαμένους
10. τὸ τῆς ἐνδείξεως ὄνομα. τὴν γὰρ οἷον ἔμφασιν τῆς
11. ἀκολουθίας ἔνδειξιν λέγομεν. εὑρίσκεται μὲν κᾀκ τῆς πείρας
12. τὸ ἀκόλουθον, ἀλλ’ οὐχ ὡς ἐμφαινόμενον τῷ ἡγουμένῳ. καὶ
13. διὰ τοῦτο τῶν ἐμπειρικῶν οὐδεὶς ἐμφαίνεσθαί φησι τῷδέ τινι
14. τόδε τι. καίτοι γε ἀκολουθεῖν λέγουσι τόδε τῷδε καὶ προηγεῖσθαι
15. τόδε τοῦδε καὶ συνυπάρχειν τόδε τῷδε, καὶ ὅλως
16. ἅπασαν τὴν τέχνην τήρησίν τε καὶ μνήμην φασὶν εἶναι τοῦ
17. τί σὺν τίνι καὶ τί πρὸς τίνος καὶ τί μετὰ τίνος πολλάκις
1. ἑώραται. τὸν τοίνυν ἐξ αὐτῆς τῆς τοῦ πράγματος φύσεως
2. ὁρμώμενον ἐξευρίσκειν τὸ ἀκόλουθον ἄνευ τῆς πείρας ἐνδείξεις
3. καὶ εὕρεσίν ἐστι πεποιῆσθαι. διωρισμένου δὲ καὶ τοῦδε
4. πάλιν ἀναμνήσαντες ὅπερ ἤδη καὶ πρόσθεν εἴπομεν, ὡς
5. ἡ θεραπευτικὴ πᾶσα μέθοδος ἄνευ τῆς ἐμπειρίας προέρχεται
6. καὶ ὡς οὐκ ὀρθῶς ποιοῦσιν οἱ συνάγοντες εἰς ταὐτὸν καὶ συγχέοντες
7. ἀμφοτέρας τὰς διδασκαλίας, ἐμπειρικήν τε καὶ λογικὴν,
8. ἐχώμεθα τῶν ἑξῆς. εἴη δ’ ἂν πρῶτον ἁπάντων τῶν ἐφεξῆς,
9. ὅπερ καὶ πρῶτον ἁπάντων ἕπεται τοῖς ὑποκειμένοις. ἕπεται
10. δὲ πρῶτον καὶ μάλιστα τὸ δι’ ἐνδείξεως ἅπασαν γίγνεσθαι
11. τὴν θεραπευτικὴν μέθοδον. ὅσον γὰρ ἀποκεχώρηκε τῆς
12. ἐμπειρίας, ἔνδειξις ὀνομάζεται σύμπαν. ὥστε καὶ ὅστις ἀκριβῶς
13. βούλεται συστήσασθαι τὴν θεραπευτικὴν μέθοδον, ἄρξασθαι
14. μὲν αὐτὸν ἀπὸ τῶν πρώτων ἐνδείξεων χρὴ, μεταβῆναι
15. δὲ ἐντεῦθεν ἐπὶ τὰς ἐφεξῆς, εἶτ’ αὖθις ἐπὶ τὰς ἐκείνων ἐχομένας,
16. καὶ τοῦτο ποιοῦντα μὴ παύσασθαι πρὶν ἐφικέσθαι τοῦ
17. τέλους αὐτῶν. τέλος δ’ ἐστὶ τῆς νῦν ἡμῖν προκειμένης πραγματείας
18. ἐξευρεῖν ἑκάστου τῶν νοσημάτων ἰάματα. τίς οὖν 
1. ἀρχὴ τῆς ἐπὶ τοῦτο φερούσης ὁδοῦ; τοῦ νοσήματος ἡ γνῶσις,
2. ὁποῖόν τι τὴν φύσιν ἐστὶν, ὡς ἀπεδείχθη καὶ πρόσθεν. εἰ
3. γὰρ δὴ τὸ θεραπευόμενον αὐτὸ τοῦτ’ ἔστιν, εὔλογον δήπου
4. καὶ τῶν ἐνδείξεων ἐντεῦθεν ἄρξασθαι. τίς οὖν ἡ γενικὴ καὶ
5. κοινὴ πάντων τῶν νοσημάτων ἔνδειξις εὑρεῖν χρὴ πρῶτον,
6. εἶτα ἐντεῦθεν ἐπὶ τὰς κατ’ εἴδη προελθεῖν. ἀνάγκη γὰρ δὴ
7. τὰς νόσους ἁπάσας ἑνὸς καὶ ταὐτοῦ μεθέξει νόσους ὀνομάζεσθαι,
8. καθάπερ, οἶμαι, καὶ ἄνθρωπον καὶ βοῦν καὶ κύνα
9. καὶ τῶν ἄλλων ἕκαστον. ἓν γὰρ καὶ ταὐτὸν ἐν ἅπασι τοῖς
10. ἀνθρώποις ἐστί. διὸ καὶ τῆς αὐτῆς προσηγορίας ἅπαντες ἐτύχομεν
11. ἄνθρωποι καλεῖσθαι. παραπλησίως δὲ κᾀν τοῖς κυσὶν
12. ἅπασιν ἕν τι καὶ ταὐτόν ἐστιν, ἐφ’ ὃ δὴ καὶ τὴν διάνοιαν
13. ἐπερειδόμεθα νοῆσαι βουληθέντες τὸν κύνα. καὶ μὲν δὴ καὶ
14. τοῖς ἵπποις ὁμοίως ἕν τι καὶ ταὐτὸν ἅπασιν ἐστὶν ᾗ πάντες
15. ἵπποι καλοῦνται. μάθοις δ’ ἂν ἐναργέστερον ἐπὶ τῶν ὁμωνύμων
16. αὐτό. τοῖς μὲν γὰρ τετράποσι ζώοις ἅπασι τοῖς ὑλακτικοῖς
17. ἓν καὶ ταὐτὸν ὑπάρχει, τὸ τετράποσί τ’ εἶναι σύμπασι
18. καὶ ὑλακτικοῖς. τοῖς δ’ ἐναλίοις θηρίοις τοῖς ἁρπακτικοῖς, ἃ
1. δὴ καὶ αὐτὰ κύνας ὀνομάζομεν, ἓν αὖ κᾀκείνοις ὑπάρχει
2. ταὐτὸν, οὐχ ὑπάρχον τοῖς ἐπιγείοις. ὥστε μηδενὸς ἐκεῖνα
3. τούτοις κοινωνεῖν ἄλλου κατὰ τὴν τῶν κυνῶν φύσιν πλὴν
4. ὀνόματος. ἀνθρώπῳ μέντοι πρὸς ἄνθρωπον, οἷον Σωκράτει
5. πρὸς Ἀλκιβιάδην, οὐκ ὀνόματος μόνον, ἀλλὰ καὶ τῶν
6. ὑπαρχόντων ἐστὶν ἡ κοινωνία· καὶ γὰρ καὶ ζῶα καὶ δίποδα
7. καὶ πεζὰ καὶ λογικὰ καὶ θνητὰ καὶ ὅλως οὐδὲν ἂν εὕροις
8. ὑπάρχον οὐδενὶ τῶν κατὰ μέρος ἀνθρώπων ᾗ ἄνθρωπος, ὃ
9. μὴ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπάρχει. τοῖς μέντοι χερσαίοις
10. κυσὶ πρὸς τοὺς ἄλλους θαλαττίους ὑπάρχει πολλὰ διαφέροντα
11. καὶ κατὰ τὴν τοῦ σώματος ἰδέαν καὶ κατὰ τὸ τῆς ψυχῆς ἦθος.
12. ἥμερον γὰρ τοῦτο καὶ φιλάνθρωπον, ἐπίβουλον δ’ ἐκεῖνο
13. καὶ ἄγριον, καὶ χερσαῖον μὲν τοῦτο, θαλάττιον δ’ ἐκεῖνο,
14. καὶ τὸ μὲν τετράπουν, τὸ δὲ οὒ, καὶ τὸ μὲν ὑλακτικὸν, τὸ δὲ
15. οὐχ ὑλακτικόν. οὐ μὴν τῶν ἐπιγείων κυνῶν ὁ μὲν ὑλακτικός
16. ἐστιν, ὁ δὲ οὐχ ὑλακτικὸς, καὶ τετράπους μὲν ὅδε τις, ἕτερος
17. δὲ μὴ τοιοῦτος, ἀλλὰ πᾶσι μὲν αὐτοῖς ἓν εἶδός ἐστιν ᾗ
18. κύνες ὀνομάζονται καὶ οὐ μόνον ταῖς οὐσίαις ἔοικεν ὑπάρχειν
1. τὸ τοιοῦτον, ἀλλὰ καὶ τοῖς συμβεβηκόσιν αὐτοῖς ἢ ὡς διαθέσεσιν,
2. ἢ ὡς ἐνεργήμασιν, ἢ ὡς παθήμασιν. οἷον ἄνθρωπος
3. περιπατῶν ἀνθρώπου περιπατοῦντος οὐδὲν διαφέρει κατ’ αὐτὸ
4. τὸ περιπατεῖν, καὶ καιόμενος δὴ καιομένου καὶ τεμνόμενος τεμνομένου
5. καὶ λευκὸς λευκοῦ καὶ μέλας μέλανος· ἐν μέντοι τῷ
6. μᾶλλόν τε καὶ ἧττον ἕκαστον τούτων οὐ σμικρὰν ἔχει διαφοράν·
7. οἷον λευκὸς μᾶλλον ἢ ἧττον· ἀλλ’ ᾗ λευκὸς, ἕν
8. τι καὶ ταὐτὸν ἑτέρῳ λευκῷ κέκτηται· καθάπερ καὶ ᾗ ἄνθρωπος,
9. ἕν τι ταὐτὸν ἀνθρώπῳ τῷ τυχόντι. καὶ καθ’ ἕκαστον
10. δὴ τῶν σημαινομένων ἓν ἅπασιν ὑπάρχει ταὐτόν· οὕτω δὴ καὶ
11. τὸ νοσεῖν καὶ τὸ ὑγιαίνειν· τὸ μὲν τοῖς νοσοῦσιν ἅπασιν ὑπάρχει,
12. τὸ δὲ τοῖς ὑγιαίνουσιν, ἓν καὶ ταὐτὸν ἑκάτερον· καὶ ὥσπερ
13. ἐκ τῆς ἄνθρωπος φωνῆς ἓν, οὕτω κᾀκ τῆς ὑγείας ἓν σημαίνεται.
14. δηλοῖ δὲ καὶ ἡ καθ’ ἑκάστην ἡμέραν ἡμῖν γιγνομένη πρὸς
15. ἀλλήλους διάλεκτος, ὡς ἐν οἷς οὐκ ἔστιν ὁμωνυμία, τὸ σημαινόμενον
16. ἓν ὑπάρχει. λέγοντος γάρ τινος ὑπὸ ἀνθρώπου
17. πληγῆναι λίθῳ τὴν κεφαλὴν, οὐδενὶ τῶν ἀκουόντων ἀσαφὴς
18. ὁ λόγος, οὐδ’ ἀμφίβολος, ὥσπερ εἰ καταβρωθῆναί τις, εἰ
1. οὕτως ἔτυχε, Κορίσκον ὑπὸ κυνός διηγεῖτο· τίνος γὰρ κυνός;
2. ὁ ἀκούσας ἐρήσεται, διότι, οἶμαι, δύο ἐστὶν εἴδη κυνῶν, τὸ
3. μὲν ἐπίγειον, τὸ δὲ ἐνάλιον. οὐ μὴν ὑπὸ τίνος γε λίθου καὶ
4. τίνα τὴν κεφαλὴν ἐρωτήσει· καὶ γὰρ λίθου παντὸς ἓν εἶδος
5. ᾗ λίθος ἐστὶ καὶ κεφαλῆς ἁπάσης ᾗ κεφαλὴ, κυνὸς δ’ οὐχ
6. ἓν ᾗ κύων, ὥσπερ οὐδὲ γλώττης ᾗ γλῶττα. καὶ γὰρ καὶ
7. αὐλοῦ καὶ ὑποδήματος καὶ ζώου μόριον ἡ γλῶττα. καὶ εἴ τινος
8. ἀκούσαις οἰκέτῃ προστάσσοντος ὠνήσασθαι γλῶτταν, ἄδηλόν
9. ἐστιν ἥντινα λέγει γλῶτταν· οὐ μὴν εἰ γαστέρα τις, ἢ
10. κύστιν ἢ ἧπαρ ὠνήσασθαι κελεύοι. καθ’ ἕκαστον οὖν τῶν σημαινομένων
11. ἕν τι πρᾶγμά ἐστιν ὑποκείμενον, οὐ μὴν καθ’
12. ἑκάστην γε τῶν φωνῶν ἕν· ἐνίοτε μέντοι σημαίνεται μόνον
13. πρὸς τῆς φωνῆς, ὑπόκειται δὲ οὐδέν. ἀλλὰ περὶ μὲν τῶν
14. οὕτω λεγομένων οὐ πρόκειται νῦν διελθεῖν. ἐν οἷς δὲ οὐ
15. σημαίνεταί τι μόνον ἐκ τῆς φωνῆς, ἀλλὰ καὶ πρᾶγμά τί ἐστιν
16. ὑποκείμενον, ὅσαπερ ἂν ᾖ τὰ σημαινόμενα, τοσαῦται καὶ αἱ
17. τῶν πραγμάτων ὑπάρχουσιν ἰδέαι· τῆς μὲν φωνῆς ἓν σημαινούσης
18. ἓν ἐξ ἀνάγκης ἐστὶ καὶ τὸ τοῦ πράγματος εἶδος.
1. ἀριθμῷ μέντοι πολλὰ ταῦτα ἐγχωρεῖ γενέσθαι, καθάπερ τὸ
2. α. καὶ διὰ τοῦτο ἑπτὰ μὲν τὰ φωνήεντά φαμεν ὑπάρχειν,
3. στοιχεῖα δὲ τέτταρα καὶ εἴκοσι τὰ σύμπαντα, κατὰ τὴν ἡμετέραν
4. δηλονότι διάλεκτον, ἐπὶ τὸ κοινὸν ἁπάντων εἶδος ἀποβλέποντες
5. ἓν ὑπάρχον, οὐκ ἐπὶ τὰ κατὰ μέρος, ἐπὶ τὰ ἐν
6. χάρταις καὶ ξύλοις καὶ διφθέραις καὶ λίθοις γεγραμμένα, πάμπολύ
7. τι πλῆθος ὄντα καὶ μηδ’ ἀριθμηθῆναι δυνάμενα καὶ
8. σχεδὸν εἰς ἄπειρον ἐκτεινόμενα· δύναται γοῦν ἄχρι τοῦ παντὸς
9. αἰῶνος α καὶ β καὶ γ γράφεσθαι μυρία, κατὰ ταὐτὰ
10. δὲ καὶ τῶν ἄλλων ἕκαστον γραμμάτων. ἀλλὰ τά γε σύμπαντα
11. τέτταρα καὶ εἴκοσι τὸν ἀριθμὸν εἶναί φαμεν, οὐ τὰ κατὰ
12. μέρος προχειριζόμενοι, τὰ δ’ εἴδη μόνον, καθ’ ὧνπερ, οἶμαι,
13. καὶ τὰ ὀνόματα φέρομεν. ἄλφα γὰρ οὐ τουτὶ μέν τι λέγεται
14. τὸ γεγραμμένον ἐν χάρτῃ, τουτὶ δ’ οὐ λέγεται τὸ γεγραμμένον
15. ἐν ξύλῳ, ἀλλὰ καὶ τοῦτο κᾀκεῖνο, κᾂν εἰ κατὰ τῆς γῆς
16. γράψαις, κᾂν εἰ κατὰ λίθου, κᾂν εἰ καταξύσαις, κᾂν εἰ διὰ
17. χρωμάτων. καὶ οὐδὲ πολλὰ τοὺς παῖδάς τις διδάσκει α καὶ
18. β καὶ γ καὶ τῶν ἄλλων ἕκαστον, ἀλλ’ ἓν μὲν ἕκαστον, ὁμοῦ
19. δὲ σύμπαντα τέσσαρα καὶ εἴκοσιν. οὕτως δὲ κᾂν ἵππον ἕνα 
1. δείξεις, ἢ κάμηλον παιδὶ, θεασάμενος αὖθις ἕτερον ἵππον,
2. ἢ κάμηλον ἑτέραν, οὐκ ἐρωτᾷ τί ποτ’ ἐστὶ τὸ ζῶον, ἀλλὰ τὸ
3. μὲν ἵππον ὀνομάζει, τὸ δὲ κάμηλον. καὶ ταὐτόν γε εἶναι
4. ἐκεῖνό φησι τοῦτο τὸ πρόσθεν ὁραθὲν τῷ νῦν ὁρωμένῳ. καίτοι
5. τὸ μὲν, εἰ οὕτως ἔτυχεν, ἀπέθανεν, ἕτερον δ’ ἐστὶ τὸ νῦν
6. ὁρώμενον. οἶνον δὴ λέγουσιν οἱ ἄνθρωποι τὸν αὐτὸν χθὲς
7. καὶ τήμερον πεπωκέναι, τῷ εἴδει δηλονότι τὸν αὐτόν· ἐνίοτε
8. δέ φασι τρεῖς οἴνους πεπωκέναι τήμερον, ἢ νὴ Δία ἕνα, πανταχοῦ
9. πρὸς τὸ εἶδος ἀποβλέποντες, ἐπικεῖσθαί τε μίαν,
10. εἰ τύχοι, σφραγῖδα πεντεκαίδεκα θύραις, ἐν ἅπασι τούτοις ἐπὶ
11. τὸ εἶδος ἀναφέροντες τὸν λόγον. οὕτω δὲ ἐναργές ἐστι καὶ
12. φύσει πᾶσιν ὑπάρχει καὶ ἀνθρώποις καὶ βοσκήμασιν ἕτερον
13. μέν τι ὡς ὑποκείμενον κατ’ οὐσίαν, ἕτερον δὲ ὡς εἶδος
14. ἓν ἐπινοεῖν, ὥστε καὶ τοῖς ὄνοις, οἵπερ ἁπάντων τῶν θρεμμάτων
15. ἀνοητότατοί γε δοκοῦσιν ὑπάρχειν, ἄλλο μὲν τὸ κατ’
16. εἶδος ἓν, ἄλλο δὲ τὸ κατ’ ἀριθμὸν, εἰς διαγνῶσιν ἥκει. θεασάμενος
17. γοῦν κάμηλον ὁ ὄνος ἐξίσταταί τε καὶ φεύγει καὶ δέδιεν,
18. εἰ μηδέποτε τύχοι θεασάμενος· εἰ μέν τοι συνεθισθείη
1. τῷ θεάματι, κᾂν ἄλλην αὐτῷ καὶ ἄλλην ἐπιδείξῃς κάμηλον, οὐκέτι
2. δέδιεν ὑπὸ συνηθείας, ἀλλ’ ὡς ἓν εἶδος ὁρᾷ κᾀκείνην ᾗ συνειθίσθη
3. καὶ ταύτην ᾗ πρώτως ἐντυγχάνει. οὕτω δὲ καὶ τοὺς
4. ἀνθρώπους οὐ δέδιεν ὑπὸ συνηθείας, ἀλλ’ ὡς ἓν εἶδος ὁρᾷ
5. καὶ τούτους· εἰ μέντοι θεάσαιτο τὸν ὀνηλάτην, οὐχ ὡς ἄνθρωπον
6. μόνον, ἀλλὰ καὶ ὡς τόνδε τινα γνωρίζει καὶ σείει γε
7. τὰ ὦτα πολλάκις καὶ τὴν κέρκον κινεῖ καὶ ὀγκᾶται καὶ σκιρτᾷ
8. θεασάμενος, ἐμφαίνων ὅτι γνωρίζει τὸν οἰκεῖον. τοῦτον μὲν
9. δὴ καὶ ὡς ἄνθρωπον καὶ ὡς συνήθη γνωρίζει· τὸν δὲ νῦν
10. αὐτῷ πρῶτον ὀφθέντα, καθ’ ὅσον μὲν ἄνθρωπον ὡσαύτως,
11. ὡς συνήθη δ’ οὐχ ὡσαύτως. ὥστ’ οὐ μόνον ἡμεῖς, ἀλλ’ ἤδη
12. καὶ οἱ ὄνοι τὸ μὲν ὡς ἀριθμῷ ταὐτὸν ὁρῶσί τε καὶ διαγινώσκουσι
13. καὶ μέμνηνται, τὸ δὲ ὡς εἴδει. καὶ τὸν Δίωνα τὸν
14. ὀνηλάτην, ἔστω γὰρ, εἰ τύχοι οὕτως λεγόμενος, ἄλλως μὲν
15. ὡς ἄνθρωπον, ἄλλως δὲ ὡς Δίωνα γνωρίζουσιν οἱ συνήθεις
16. ὄνοι, τὸ μέντοι κοινὸν εἶδος αὐτοῦ καὶ πρὸς τοὺς ἄλλους
17. ἀνθρώπους ὡς ἀνθρώπου λαμβάνοντες, τὸ δὲ ἴδιον ἐξαίρετον
18. ὡς Δίωνος μόνου. καὶ τοσοῦτον τοίνυν δέον τοὺς παλαιοὺς
1. φιλοσόφους ἐπαινεῖν, ὡς μέγα τι καὶ σοφὸν ἐξευρόντας,
2. ὅτι τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ τὸ ἓν καὶ τὸ οὐχ ἓν
3. οὐ μόνον κατ’ ἀριθμὸν, ἀλλὰ καὶ κατ’ εἶδος χρὴ νοεῖν, ὥστε
4. καὶ τοῖς ὄνοις φημὶ τοῦτο ὑπάρχειν φύσει. πρόσκειται μὲν
5. οὖν ὑπὸ τῶν παλαιῶν φιλοσόφων, ὡς οὐ μόνον ἀριθμῷ καὶ
6. εἴδει λέγεταί τι ταὐτὸν, ἀλλὰ καὶ τῷ γένει. οὐ μὴν ἤδη γέ
7. πω τοῦδε χρῄζω πρὸς τὰ παρόντα· μόνον γὰρ ἀρκεῖ μοι τὸ
8. δεῖξαι τῶν ὄνων ὑπάρχοντας ἀναισθητοτέρους ὅσοι μὴ
9. συγχωροῦσιν ἕτερον μέν τι τῷ εἴδει τὸ ἓν, ἕτερον δ’ ἀριθμῷ
10. λέγεσθαι, καὶ μᾶλλον ἔτι τοὺς ἕνα μὲν τὸν φρενιτικὸν εἶναι
11. λέγοντας καὶ ἕνα τὸν ἐμπειρικὸν, ἕνα δὲ τὸν ἄνθρωπον εἶναι
12. μὴ συγχωροῦντας, ἢ μὴ γινώσκοντας ὡς εἴδει μὲν ἓν ὁ ἄνθρωπος,
13. ἀριθμῷ δ’ οὐχ ἕν. οὐδ’ ὁ Σωκράτης μὲν ἓν καὶ τὸ
14. εἶδος καὶ τὸν ἀριθμὸν, ὁ φρενιτικὸς δὲ τὸ μὲν εἶδος εἶς, οὐχ
15. εἷς δέ ἐστι τὸ πλῆθος. οὐ γὰρ ἐνδέχεται Δίωνα καὶ Σωκράτην
16. καὶ Θέωνα καὶ Κορίσκον ἅμα πάντας, εἰ τύχοι, φρενιτίζοντας
17. ἕνα τῷ πλήθει τοὺς τέσσαρας ὑπάρχειν, ἀλλὰ τὸ μὲν
18. εἶδος ἕνα, τὸ πλῆθος δ’ οὐχ ἕνα. παραλογώτερον δέ τι τῶν
1. ἐμπειρικῶν ἰατρῶν ἐστιν, ὅτι καὶ τὸν ἐμπειρικὸν ἕνα λέγουσιν,
2. εἶτ’ ἐρωτηθέντες πῶς ἕνα φασὶ τὸν ζῶντα τῷ τεθνεῶτι,
3. καὶ τὸν ἐπὶ τῆς Ἑλλάδος τῷ κατ’ Αἴγυπτον, ἀποκρίνονται
4. πρὸς τοῦτο θαυμαστὴν ἀπόκρισιν. ᾗ γάρ φασιν ἐμπειρικός
5. ἐστι, ταύτῃ καὶ εἷς. τοῦτο γὰρ δὴ τῆς ἐσχάτης ἀναισθησίας
6. ἐστὶν, εἰ προστιθέντες τὸ ᾗ καὶ τὸ ταύτῃ, μηδ’ ὧν αὐτοὶ
7. φθέγγονται συνίασιν. εἰ γὰρ δὴ ταύτῃ γε Σεραπίων καὶ Μηνόδοτος
8. εἷς ἐστὸν ᾗ ἐμπειρικοὶ, κατ’ ἄλλα δήπουθεν οὐχ εἷς
9. ἔσονται. ὥστ’ εἴ γε παντοίως εἷς ἦν, ἐκ περιττοῦ καὶ μάτην
10. ἂν, οἶμαι, προσέκειτο τὸ ᾗ καὶ τὸ ταύτῃ, παρὸν ἁπλῶς
11. εἰπεῖν ὡς εἷς ἐστι Σεραπίων καὶ Μηνόδοτος. οὕτως
12. οὖν ὡς ὑπὲρ αὐτοῦ μόνου Μηνοδότου τὸν λόγον ποιούμενος,
13. οὐκ ἂν προσθήκης δεηθείης, ἀλλ’ ἁπλῶς ἂν εἴποις, εἷς ἐστι
14. Μηνόδοτος. εἰ τοίνυν Μηνόδοτος μὲν εἷς ἁπλῶς, Μηνόδοτος
15. δὲ καὶ Σεραπίων οὐχ ἁπλῶς εἷς, ἀλλ’ ᾗ ἐμπειρικοὶ,
16. πάντως δήπουθεν αὐτοῖς ἐστιν ἕτερ’ ἄττα καθ’ ἃ δύο εἰσὶ
17. καὶ οὐχ εἷς ἀμφότεροι, καὶ γίνεται τοῦτο ἐκεῖνο τὸ πρὸς τῶν
1. παλαιῶν φιλοσόφων εἰρημένον, ἕτερον μὲν ἀριθμῷ καὶ ταὐτὸν
2. καὶ ἓν, ἕτερον δὲ τῷ εἴδει, καὶ μηδὲν εἶναι θαυμαστὸν,
3. εἰ Μηνόδοτος Σεραπίωνι κατά τι μὲν ὁ αὐτός ἐστι καὶ εἷς,
4. κατά τι δὲ οὐχ ὁ αὐτὸς οὐδ’ εἷς. ᾗ μὲν γὰρ ἐμπειρικὸς ὁ
5. αὐτὸς, ᾗ δ’ ὁ μὲν σιμὸς, ὁ δὲ γρυπὸς, ἢ μέλας, ἢ λευκὸς,
6. ἢ μέγας, ἢ μικρὸς, οὐχ ὁ αὐτός. ἆρ’ οὖν οὕτως ἐστὶν ἑκάτερος
7. αὐτῶν ἄνθρωπος, ὡσεὶ ἢ γρυπὸς ἢ σιμὸς, ἢ οὕτως ὡς
8. ἐμπειρικός; ἢ κᾂν παῖς τοῦτό γε νοήσειεν, ὡς ᾗ μὲν ἄνθρωπος
9. εἷς ἐστιν, ᾗ δ’ ὁ μὲν σιμὸς, ὁ δὲ γρυπὸς, οὐχ εἷς. ἆρ’
10. οὖν οὐκ ἐσχάτης ἀναισθησίας, ἢ φιλονεικίας, ἢ οὐκ οἶδ’ ὅ
11. τί ποτε καὶ προσειπεῖν ἄξιον, ἕνα μὲν ὁμολογεῖν εἶναι τὸν
12. φρενιτικὸν ᾗ φρενιτικὸς, ὡσαύτως δὲ καὶ τὸν ληθαργικόν τε
13. καὶ πλευριτικὸν, οὐδένα δὲ τὸν ἄνθρωπον ᾗ ἄνθρωπος· καὶ
14. τὸν μὲν ἐμπειρικὸν ἕνα λέγειν ᾗ ἐμπειρικὸς, οὐχ ἕνα δὲ τὸν
15. ἵππον ᾗ ἵππος, ἐνὸν ἀκοῦσαι λέγοντος Ἀριστοτέλους τε καὶ
16. Θεοφράστου δύνασθαί τι τῷ μὲν εἴδει ταὐτὸν ὑπάρχειν
17. ἕτερον ἑτέρῳ, τῷ δ’ ἀριθμῷ μὴ ταὐτὸν, ἔτι δὲ τούτων ἔμπροσθεν
18. αὐτοῦ τοῦ κᾀκείνοις ὑφηγησαμένου τὴν τοιαύτην 
1. διαστολὴν τῶν σημαινομένων ἐπακοῦσαι λέγοντος, ὡς οὐδὲν
2. θαυμαστόν ἐστιν ἓν εἶναι τὰ πολλὰ καὶ τὰ πολλὰ ἕν. οὕτω
3. γὰρ σαφῶς ἅπαντα τοῦτον τὸν λόγον ὁ Πλάτων διῆλθεν ἐν
4. ἀρχῇ τοῦ Φιλήβου, ὥστ’ ἐγὼ μὲν καὶ τοῖς ἀναισθήτοις αὐτὸν
5. εἶναι νομίζω σαφῆ. γνωρίζουσι γοῦν οἱ ὄνοι καὶ ἄνθρωπον
6. καὶ κάμηλον καὶ βοῦν, καὶ τόνδε τινα τὸν ἄνθρωπον καὶ
7. τήνδε τινα τὴν κάμηλον, καὶ τόνδε τινα τὸν βοῦν. οὕτω δὲ καὶ
8. ὁδὸν οὐ μόνον ἁπλῶς ὡς ὁδὸν, ἀλλὰ καὶ ὡς τήνδε τινα
9. γνωρίζουσιν. ἐπιστῆσον γοῦν ὄνον ἐπ’ ἀρχὴν ὁδοῦ μὴ γνωρίμου
10. καὶ θέασαι πῶς αὐτὴν βαδίζει τε καὶ διέρχεται πᾶσαν,
11. οὐκ ἐκτρεπόμενος ἑκατέρωσε, πλὴν εἰ μὴ τύχοι που σχιζομένη,
12. δῆλον ποιῶν ὡς αὐτὸ τὸ εἶδος ὅ τί ποτ’ ἐστὶν ὁδοῦ
13. μέμνηται καὶ γιγνώσκει σαφῶς. βαδίζει γοῦν τὴν τετριμμένην·
14. καθ’ ὅσον δὲ ἀγνοεῖ σφάλλεται· οὐ γὰρ δὴ τήν γε ἄτομον
15. καὶ μίαν τῷ ἀριθμῷ μεμνημένος ἀπ’ ἐκείνης ἣν οὐκ οἶδε
16. βαδίζειν δύναται. δῆλον δ’ ὅτι τὴν ὁδὸν ταύτην, ἣν νῦν
17. βαδίζει πρῶτον, ᾗ μὲν ὁδὸς ὡς εἴδει γινώσκων βαδίζει, καθ’
18. ὅσον δὲ ἀριθμῷ μία, κατὰ τοσοῦτον ἀγνοεῖ τῷ τε μηδαμῶς
1. πρὸς τὰς ἀτρίπτους ἐκτρέπεσθαι καὶ τῷ καθ’ ὃ σχίζεται μὴ
2. γινώσκειν ὁποίαν ἰτέον· ὅπερ ἠπίστατο ἂν ἀκριβῶς, εἰ δεύτερον
3. αὐτὴν ἢ τρίτον ἔτυχε νῦν βαδίζων. ἐπειδὴ γὰρ ἕτερον
4. μὲν οἶδεν, ἕτερον δ’ ἀγνοεῖ, καθ’ ὅσον τὸ μὲν κοινὸν εἶδος
5. ὁδοῦ γινώσκει, τὸ δ’ ἴδιον ταύτης ἤ τινος ἀγνοεῖ, καθ’ ὅσον
6. μὲν οἶδεν οὐ σφάλλεται, βαδίζει γοῦν τὴν τετριμμένην, καθ’
7. ὅσον δ’ ἀγνοεῖ σφάλλεται πολλάκις ἐν ταῖς τριόδοις, οὐκ
8. εἰδὼς ὁποίαν ἕληται. διττὰς οὖν ἔχουσι γνώσεις καὶ οἱ ὄνοι·
9. τῶν μὲν κοινῶν εἰδῶν ἑτέρας, τῶν δ’ ἰδίων ἄλλας. λοιπὸν
10. εἴτε ἓν εἶδος ἐκεῖνο ἐθέλοις καλέσαι τὸ κοινὸν, εἴτε γένος,
11. εἴτε κοινότητα, φυλάττων αὐτοῦ τὴν ἔννοιαν, ἣν ἐγὼ νῦν
12. ἐξηγοῦμαι, περὶ μὲν ὀνομάτων ἀμφισβητήσεις, οὐ μὴν μεταθεῖναί
13. γε δυνήσῃ τὸ πρᾶγμα. καίτοι πρὸς μὲν τὴν τῶν ὀνομάτων
14. θέσιν ἴσως ἕτερος ἀμφισβητήσει παραπλησίως σοι,
15. τῆς περὶ τὰ πράγματα θεωρίας ἀγύμναστος. οὐ μὴν ἡμεῖς γε
16. ἀμφισβητήσομεν, ἀλλ’ ἐκείνου μόνον ἀξιώσομέν σε μεμνῆσθαι
17. τοῦ παρὰ Πλάτωνος λεγομένου· ἓν γὰρ δὴ τὰ πολλὰ εἶναι
1. καὶ τὸ ἓν πολλὰ, θαυμαστῶς λεχθὲν, καὶ οὐ ῥᾴδιον ἀμφισβητῆσαι
2. τῷ τούτων ὁποτερονοῦν τιθεμένῳ· εἰ γὰρ δὴ τοῦτο
3. διασώζοις, οὐκέθ’ ἕξεις ἐρίζειν, ὥσπερ νῦν ἐρίζεις τὰ
4. μὲν ὑπὸ τῆς ἀμαθίας, τὰ δ’ ὑπὸ τῆς φιλονεικίας ἀγόμενος.
5. ἀλλ’ εἴτε τις ἕνα λέγοι τὸν φρενιτικὸν, ἕνα συγχωρήσεις ὑπάρχειν·
6. εἴτε πολλοὺς, καὶ οὕτω συγχωρήσεις· ὡσαύτως δὲ καὶ
7. τὸν ἐμπειρικόν τε καὶ δογματικὸν καὶ τὸν μεθοδικόν· οὕτω δὲ
8. τὸν ἰατρὸν ἕνα τε καὶ πολλοὺς φήσεις· ἕνα μὲν ᾗ ἰατρὸν,
9. οὐχ ἕνα δὲ τῷ κατὰ μέρος πλήθει. οὐ γὰρ δὴ ἐπὶ μὲν τοῦ
10. ἐμπειρικοῦ τὸ ᾗ προσθήσεις, ἀφαιρήσεις δὲ ἐπὶ τοῦ ἰατροῦ,
11. οὐδὲ ἐπὶ μὲν τοῦ ἰατροῦ προσθήσεις, ἀφαιρήσεις δὲ ἐπ’ ἀνθρώπου,
12. οὐδὲ τὸν φρενιτικὸν μὲν ἕνα φήσεις ᾗ φρενιτικὸς,
13. τὸν νοσοῦντα δ’ οὐχ ἕνα. καὶ γὰρ καὶ οὗτος ᾗ νοσῶν εἷς
14. ἐστιν. ἐπιλαθοῦ τοίνυν ἤδη ποτὲ τῶν λήρων ἐκείνων, οὓς ἐν
15. ἄλλοις βιβλίοις ἐρίζων λέγεις, ἀξιῶν δειχθῆναί σοι τὸν ἄνθρωπον
16. αὐτὸν καθ’ ἑαυτὸν μόνον ἄνευ τῶν κατὰ μέρος, ὥσπερ αὐτὸς
17. δεῖξαι δυνάμενος τὸν ἐμπειρικὸν ἄνευ Μηνοδότου καὶ Σεραπίωνος
18. καὶ τῶν ἄλλων τῶν κατὰ μέρος, ἢ νὴ Δία τὸν φρενιτικὸν
1. ἄνευ τῶν κατὰ μέρος φρενιτικῶν. ἐν τίνι τοίνυν τὸ σφάλμα
2. καὶ πόθεν ἡ ἐκτροπὴ τοῦ καὶ τῶν ὄνων αὐτοὺς γίγνεσθαι
3. μωροτέρους; ἐξ ὧνπερ καὶ ἄλλα μυρία σφάλλονται. μεταβῆναι
4. γὰρ ἐπὶ τὰς οὐσίας τῶν πραγμάτων ἀπὸ τῶν ἐννοιῶν
5. ἐπιχειροῦντες, εἶθ’ ὡς ἀγύμναστοι τῆς λογικῆς θεωρίας σφάλλονται,
6. συνανατρέποντες τῇ περὶ τούτων ἀπορίᾳ καὶ τὰς
7. ἐννοίας. ἐκδέχεται γὰρ αὐτοὺς ἐνταῦθα τὸ περὶ γενῶν καὶ
8. εἰδῶν ζήτημα σφῆλαι δυνάμενον, οὐ μόνον ἀγυμνάστους ἀνθρώπους
9. ἐν ταῖς λογικαῖς μεθόδοις, ἀλλὰ καὶ τῶν γεγυμνασμένων
10. τινὰς, ἐὰν μὴ προσέχωσιν ἀκριβῶς τὸν νοῦν. ἀλλ’ οὐ
11. χρὴ διότι περὶ τῆς οὐσίας ἀποροῦσι τῶν πραγμάτων, ἀφίστασθαι
12. τῶν ἐναργῶν ἐννοιῶν· οὐδ’ ἡγεῖσθαι σοφὸν ἐξευρηκέναι
13. τι τοὺς μὲν ἐμπειρικοὺς, ἐὰν ἓν εἴπωσιν, ἄνευ τοῦ
14. προσθεῖναι κατὰ ποῖον σημαινόμενον ἕν ἐστι, τοὺς δὲ μεθοδικοὺς,
15. ἐὰν ἀντὶ γένους, ἢ εἴδους, ἢ κοινοῦ κοινότητα λέγωσιν.
16. ἐμοὶ μὲν γὰρ ἄμεινον ἐδόκει σαφῶς τῆς ἐννοίας ἤδη
17. διωρισμένης, ὡς ᾗ μὲν φρενιτικοὶ, ταύτῃ πάντες εἷς· ᾗ δ’ ὁ
18. μὲν νέος, ὁ δὲ γέρων, ἢ ἰσχνὸς, ἢ παχὺς, ἢ ἀνὴρ, ἢ γυνὴ,
1. ταύτῃ πολλοὶ, χρήσασθαι λοιπὸν ἑρμηνείᾳ παλαιᾷ καὶ συγκινδυνεῦσαι
2. κατὰ τὴν λέξιν Ἀριστοτέλει καὶ Θεοφράστῳ καὶ
3. Πλάτωνι. πάντα τὰ τοιαῦτα τῷ μὲν εἴδει λέγουσιν ἓν ὑπάρχειν,
4. τῶ πλήθει δ’ οὐχ ἕν· οὐ φρενιτικὸν μόνον, ἢ ληθαργικὸν,
5. ἢ ἐμπειρικὸν, ἀλλὰ καὶ δογματικὸν καὶ μεθοδικὸν καὶ
6. ἄνθρωπον καὶ ἵππον καὶ ἄνδρα καὶ γυναῖκα καὶ τῶν ἄλλων
7. ἕκαστον. εἰ δ’ ἐπὶ τὰ κατὰ μέρος ἔλθοις, οἷον τήνδε τὴν
8. γυναῖκα τὴν δειχθῆναι δυναμένην, ταύτην οὐκ ἐγχωρεῖ τῷ
9. μὲν εἴδει λέγειν ἓν, τῷ πλήθει δὲ πολλὰ, κατ’ ἄμφω γὰρ ἕν
10. ἐστιν ἡ δειχθῆναι δυναμένη γυνὴ, καὶ τῷ εἴδει καὶ τῷ πλήθει,
11. ὅπερ δὴ καὶ τῷ ἀριθμῷ καλοῦμεν. οἱ δέ γε οὐχ οὕτως ποιοῦσιν,
12. ἀλλ’ οἱ μὲν κοινότητας ὀνομάζουσιν, ὥσπερ οὐ μᾶλλον
13. ἀπορηθῆναι δυναμένας εἰδῶν καὶ γενῶν, οἱ δ’ ᾗ μὲν τόδε
14. τι λέγουσιν, ὑπάρχειν ἕν· ᾗ δ’ οὐχ ἓν, οὐκέτι λέγουσιν ἓν
15. ὑπάρχειν. ἐχρῆν γὰρ δήπου καὶ τούτους ὥσπερ δή ποτε
16. ὅ τε Μηνόδοτος καὶ Σεραπίων καὶ Θεοδᾶς καὶ Γλαυκίας,
17. Ἀπολλώνιός τε καὶ Καλλικλῆς καὶ Διόδωρος καὶ Ἡρακλείδης 
1. καὶ Λύκος, εἷς ἅπαντες ὑπάρχουσιν ᾗ ἐμπειρικοὶ, οὕτω
2. πάλιν ᾗ οὐχ εἷς ἅπαντες, ἀλλὰ πάμπολλοί τινές εἰσιν, ἐξηγήσασθαι·
3. ἐν αὐτῷ γὰρ τῷ ταῦτ’ ἐξηγεῖσθαι πάντως ἄν που
4. κατενόησαν ὡς ἓν καὶ πολλὰ καὶ ταὐτὸν εἶναί τε λέγεσθαι
5. δυνατόν ἐστι. Μηνόδοτος οὖν καὶ Σεραπίων ᾗ μὲν ἐμπειρικοὶ
6. εἷς, καὶ νὴ Δία γε ᾗ ἰατροὶ καὶ ᾗ ἄνθρωποι. τί δὲ ᾗ
7. ζῶα, καλὸν ἐρέσθαι τοὺς ἐμπειρικοὺς, ἆρά γε κατὰ ταῦτα
8. Μηνόδοτος καὶ Σεραπίων εἷς ἐστι; εἰ μὲν γὰρ μὴ φαῖεν, οὐδ’
9. ἡμεῖς συγχωρήσομεν ᾗ ἐμπειρικοὶ, ταύτῃ γίγνεσθαι τοὺς δύο
10. ἀνθρώπους ἕνα. συγχωρούντων δὲ καὶ ταύτῃ τοὺς δύο γίνεσθαι
11. ἕνα, καθ’ ὅσον ἄμφω ζῶα, εὐθὺς μὲν ὑπομνήσομεν,
12. ὡς ὀρθῶς ἄρα πρὸς τῶν παλαιῶν φιλοσόφων ἐλέγετο τὸ
13. μὲν ἀριθμῷ, τὸ δὲ εἴδει, τὸ δὲ γένει ταὐτόν τε καὶ ἓν ὑπάρχειν.
14. ἑξῆς δὲ πάλιν ἐρησόμεθα, φρενιτικὸς Μηνόδοτος, φρενιτικὸς
15. Σεραπίων, πότερον ὁ αὐτός ἐστιν ἢ ἕτερος; ἀποκρινομένων
16. δὲ ταύτῃ φρενιτικὸν εἶναι καὶ ἕνα καὶ τὸν αὐτὸν
17. ἀμφοτέρους ᾗ φρενιτικοὶ, πάλιν ἐρησόμεθα, τί δὲ καθὸ νοσοῦντες
1. οὐ καὶ ταύτῃ εἷς ἄμφω ἐστόν; εἰ μὲν οὖν μὴ φαῖεν,
2. οὐδ’ ἡμεῖς συγχωρήσομεν ᾗ φρενιτικοί. συγχωρησάντων δὲ
3. ἐρησόμεθα τί δηλονότι πρᾶγμα μίαν ἰδέαν ἔχον, ἐφ’ οὗ τοῦτο
4. τὸ ὄνομα φέρουσιν ἅπαντες ἄνθρωποι, νόσον. οὐ γὰρ δὴ φρενῖτις
5. μέν τι γενήσεται πρᾶγμα μίαν ἰδέαν ἔχον καὶ ταύτῃ ποιοῦν
6. ἅπαντας ἕνα τοὺς δεξαμένους αὐτὸ, νόσος δ’ οὐχ ὡσαύτως
7. ἕνα ποιήσει πάντας οἷς ἂν ἐγγένηται. ἀλλ’ οὐκ ἔστι
8. φησὶν, οὐδὲν οὕτως ἀφωρισμένον εἶδος ἢ νοσήματος
9. ὡς ἀνθρώπου καὶ φρενίτιδος. τί φῂς ὦ οὗτος; ἆρά γε οὐδὲν
10. αἱ φωναὶ δοκοῦσί σοι σημαίνειν, ἥ τε ζῶον καὶ ἡ νόσος, ἀλλ’
11. ὁμοίως ἐκφωνεῖσθαι τῷ βλίτυρι καὶ σκινδαψός; ἢ σημαίνουσι
12. μὲν, οὐδὲν δ’ ὑπόκειται πρᾶγμα ταῖς φωναῖς, ὡς ἐν τῷ
13. Σκύλλα καὶ Κένταυρος, ἢ καὶ σημαίνουσι καὶ τὸ σημαινόμενον
14. ἓν ὑπάρχει; εἰ μὲν γὰρ οὐδέν ἐστι πρᾶγμα τὸ δηλούμενον
15. ὑπὸ τῆς ζῶον ἢ τῆς νόσημα φωνῆς, οὐκ ὀρθῶς λέγεις
16. τὸν ἄνθρωπον εἶναι ζῶον ἢ τὴν φρενῖτιν νόσον. εἰ δ’ ἔστι
17. καὶ λέγεις ἀληθῶς, τουτὶ μὲν τὸ προσερχόμενον ζῶον εἶναι,
18. ἢ τὴν φρενῖτιν νόσον, τοῦτον δ’ εἰ τύχοι τὸν κατακείμενον
1. ἄνθρωπον νοσεῖν, ἔστι τι πάντως τῶν ὑπαρχόντων αὐτοῖς,
2. ἐφ’ οὗ φέρεις ἕκαστον τῶν ὀνομάτων. ἀλλ’ οὐ γεγύμνασαι
3. νοεῖν αὐτὰ, καίτοι γε ἐκ τῶν πρώτων εἰσαγωγῶν ὄντα τῆς
4. λογικῆς θεωρίας. τί οὖν τοῦτο πρὸς τὸ ἀληθές; οὐ δήπου
5. γὰρ ἐξ ὧν ἂν σὺ μὴ συνίεις, ἐκ τούτων χρὴ κρίνεσθαι τὴν
6. ἀλήθειαν, ἀλλ’ ἐξ ὧν ἂν καὶ συνετός τις ὢν φύσει καὶ μαθὼν
7. καὶ ἀσκήσας καὶ μὴ φιλονεικῶν καὶ τιμῶν τἀληθὲς, ὧν
8. οὐδὲν ὑπάρχει σοι· καίτοι μὰ τοὺς θεοὺς οὐκ οἶδ’ εὕ τι
9. προσδεῖταί τινος φύσει συνετοῦ τά γε τοιαῦτα. τίς γὰρ οὐκ
10. οἶδεν ὡς οὐ ταὐτὸν σημαίνει Σωκράτης καὶ σιμὸς, ἀλλὰ τὸ
11. μὲν Σωκράτης ὅλης τῆς ὑποκειμένης οὐσίας ἐστὶν ὄνομα, τῶν
12. δ’ ἄλλων ὀνομάτων οὐδὲν κατὰ τῆς τοῦ σώματος οὐσίας
13. ἁπάσης λέγεται; οὔτε γὰρ ὁ σιμὸς οὔθ’ ὁ προγάστωρ οὔθ’
14. ὁ φαλακρὸς, ἀλλὰ τὸ μὲν τοῦ σχήματος τῆς ῥινός ἐστιν
15. ὄνομα, τὸ δὲ τῆς ἐνδείας τῶν ἐν τῇ κεφαλῇ τριχῶν, τὸ δὲ
16. τοῦ μεγέθους τῆς γαστρός. καὶ ταῦτα μέν ἐστι τὰ κατὰ μόρια.
17. λευκὸν δ’ εἰ φήσαιμεν ἢ μέλανα Σωκράτην, κατὰ πάντων,
18. οἶμαι, τῶν μορίων τοῦ σώματος ἐπιφέρομεν τὰς προσηγορίας,
1. οὐ μὴν τὴν οὐσίαν γε ἅπασαν, ἀλλ’ ἕν τι τῶν συμβεβηκότων
2. αὐτῇ δηλοῦμεν, τὸ χρῶμα, καὶ μέντοι κᾂν εἰ παχὺν, ἢ
3. λεπτὸν εἴποιμεν, ἢ σκληρὸν, ἢ μαλακὸν, ἢ δασὺν, ἢ ψιλὸν, ἤ τι
4. τῶν ἄλλων ἕκαστον ἃ τῷ Σωκράτει συμβέβηκεν, οὐ κατὰ πάσης
5. οὐδ’ οὕτω δηλονότι τῆς οὐσίας ἐπιφέρομεν τὴν προσηγορίαν,
6. ἀλλ’ ἕν τι τῶν συμβεβηκότων αὐτῇ δηλοῦμεν.
7. οὕτω δὲ καὶ τὸ καθῆσθαι καὶ τὸ περιπατεῖν καὶ τὸ κινεῖσθαι
8. καὶ τὸ κοιμᾶσθαι καὶ τὸ ἐγρηγορέναι καὶ τῶν ἄλλων ἕκαστον
9. τῶν τοιούτων ὀνομάτων οὐ κατ’ οὐδενὸς δήπου τῶν
10. ὄντων ἐπιφέρομεν, ἀλλά τι τῶν ὑπαρχόντων Σωκράτει δηλοῦμεν·
11. ἃ κατὰ τὸν ἔμπροσθεν λόγον ἢ ἐνεργείας ἐλέγομεν
12. ὑπάρχειν, ἣ παθήματα τούτων, ἤ τινας διαθέσεις. ἄμεινον
13. οὖν σε καὶ νῦν ἔτι τούτῳ τῷ τρόπῳ χρησάμενον γυμνάσασθαι,
14. καθ’ ὅ τι κᾀν τοῖς ἔμπροσθεν ἐδείκνυμεν, οὐκ ἀπὸ
15. τῶν ὀνομάτων, ἀλλ’ ἀπὸ τῶν πραγμάτων ἀρξάμενον. ἄρξαι δ’
16. ἀπὸ σαυτοῦ πρῶτον καὶ σκέψαι, πότερον ἁπλοῦν τι πρᾶγμα
17. ὑπάρχεις, ἢ σύνθετον, ἆρά γε ποὺς ὑπάρχεις ἢ ὀφθαλμὸς ἢ ῥὶς
18. ἢ κεφαλή; δῆλον γὰρ ὅτι τούτων οὐδὲν οὔτε χωρὶς τούτων,
19. ἀλλὰ κᾀκ τούτων τε κᾀκ τῶν ἄλλων ἁπάντων μορίων, ἑκάστου
1. τὴν οἰκείαν ἔχοντος θέσιν, ὅλως ὑπάρχεις συγκείμενος.
2. ὑποκείσθω δή σοι τοὔνομα Θεμίσων. ἀλλ’ ὅταν γε φῶ Θεμίσωνα
3. χωλὸν εἶναι, τὸ μὲν χωλὸν ἐπὶ τῆς τῶν ποδῶν φέρω
4. διαθέσεως, τὸ δὲ Θεμίσων τοῦ παντὸς ἦν ὄνομα. καὶ μὲν
5. δὴ καὶ σιμὸς καὶ τυφλὸς ἀπὸ μέρους ὁ Θεμίσων ὀνομάζεται·
6. πυῤῥὸς δὲ καὶ παχὺς οὐκ ἀπὸ μέρους, ἀλλ’ ἀπὸ διαθέσεων
7. ἐνυπαρχουσῶν τῷ παντὶ παραπλησίως τῷ περιπατῶν
8. καὶ καθήμενος καὶ διαλεγόμενος καὶ ζῶν. ἆρ’ οὖν ταῦτα μὲν
9. γνωρίζεις ὡς οὐκ ἔστι δηλωτικὰ τῆς ὅλης οὐσίας τῆς σῆς,
10. ἀλλὰ τὰ μὲν ἀπὸ μορίου τινὸς ὠνόμασται, τὰ δ’ ἀπὸ διαθέσεως
11. μιᾶς· ὅταν δὲ ἀγαθὸν εἴπῃ τίς σε καὶ δίκαιον, οὐκέτι
12. γνωρίζεις ὡς καὶ ταῦτα διαθέσεών ἐστιν ὀνόματα τῶν ἐπιγιγνομένων
13. τῇ σῇ ψυχῇ; καὶ μὴν εἴ γε γνωρίσαις ὡς ἀνάλογον
14. ἔχει ταῦτα τῷ λευκὸς καὶ τῷ μέλας, ὡς γὰρ ἐκεῖνα τῶν
15. τοῦ σώματος, οὕτω ταῦτα τῶν τῆς ψυχῆς ἐστι διαθέσεων
16. ὀνόματα, γνωριεῖς, οἶμαι, καὶ ὡς ὁ τεχνίτης καὶ ὡς ὁ ἄτεχνος
17. ἀπὸ τῶν τῆς ψυχῆς διαθέσεων ὀνομάζονται· καὶ τεχνίτην δ’
18. εἰ νοήσαις ὅθεν ὀνομάζεται, νοήσεις, οἶμαι, καὶ τὸν ἰατρὸν
19. ὅθεν ὠνόμασται. τοῦτον δ’ εἰ νοήσαις ὅθεν ὀνομάζεται, οὐκ 
1. ἂν ἔτι σοι δεήσει πολλῆς πραγματείας ἐξευρεῖν ἐφ’ ὅτου ποτὲ
2. τὸ ἐμπειρικὸς ὄνομα τέτακται. τοῦτο δ’ αὐτὸ τί ποτέ ἐστιν
3. ὃ κελεύω σε ποιεῖν; οὐδὲν σεμνὸν οὐδὲ μέγα. τὸ γὰρ διαιρεῖν
4. τὰς κατηγορίας ἀρχὴ τῆς λογικῆς ἐστι θεωρίας· ἧς ὅτι
5. παντελῶς ἀμαθῶς ἔχετε δηλοῦται δι’ ὧν εἰκῆ φλυαρεῖτε. καὶ
6. νῦν οὖν σωφρονήσαντες αὖθις ἄρξασθε τὰ τῷ σώματι συμβεβηκότα
7. κατονομάζειν· οἷον ὅτι λευκός ἐστιν ὅδε καὶ μέλας,
8. ἢ νὴ Δία θερμὸς ἱκανῶς, ὡς μὴ φέρειν ἀλύπως τὴν θέρμην·
9. εἶτα τὴν οὕτω πολλὴν θερμασίαν ὡς κάμνειν τὸ σῶμα δι’
10. αὐτὴν καὶ καλῶς ἐνεργεῖν μὴ δύνασθαι, τῷ προσαγορεύοντι
11. πυρετὸν ἐπιτρέψατε· πάντες γὰρ ἄνθρωποι τὸν οὕτω θερμὸν
12. πυρέττειν φασί. καὶ οὐδὲν μέγα ποιήσετε μεταλλάττοντες
13. τὸ ὄνομα, πλὴν κατατρίψετε ὑμῶν τὸν χρόνον. ἀλλ’ ἐκεῖνο
14. μᾶλλον, ὦ οὗτος, εἰ βούλει, ποίησον, ὅταν εἴπῃς Θεμίσων πυρέττει
15. καὶ Δίων πυρέττει καὶ πολλοὺς ἐφεξῆς οὕτως ὀνομάσῃς
16. πυρέττοντας, ἐπίσκεψαι προσέχων τὸν νοῦν, ἆρα ἐν ἅπασιν
17. αὐτοῖς ἓν καὶ ταὐτόν ἐστι τὸ πυρέττειν ἢ ἕτερον. εὑρήσεις
1. γὰρ ἓν μὲν καὶ ταὐτὸν τῷ εἴδει, τῷ πλήθει δὲ, ὅπερ καὶ
2. ἀριθμῷ καλοῦμεν, οὐχ ἕν. ἄλλως γὰρ οὔτ’ ἀποκρίναθαί σοι
3. δυνατὸν οὔτε νοῆσαι. εἷς οὗν ὁ πυρέττων ᾗ πυρέττει νὴ Δία·
4. καὶ γὰρ ὁ παραφρονῶν εἷς ᾗ παραφρονεῖ. τί δ’ ὁ πυρέττων
5. τε ἅμα καὶ παραφρονῶν, ἆρ’ οὐχὶ καὶ οὗτος εἷς ᾗ πυρέττει
6. τε ἅμα καὶ παραφρονεῖ; πρόδηλον καὶ τοῦτ’, οἶμαι, παντί.
7. κείσθω τοίνυν κατ’ ἀμφοῖν τούτοιν ἓν ὄνομα, τὸ πυρέττειν
8. λέγω καὶ παραφρονεῖν, καὶ καλείσθω φρενιτικὸς ὁ τοιοῦτος·
9. εἰ δ’ οὐ νοεῖς ὅπως κατ’ ἀμφοῖν ἓν ὄνομα τίθεται, τάχ’ ἂν
10. ἀναμνήσαιμί σε τῶν ὑπ’ αὐτοῦ σου λεγομένων ὀνομάτων.
11. ἵππον γὰρ δήπου καλεῖς τὶ, τὸ ζῶον δηλονότι τὸ χρεμετιστικόν;
12. ἆρ’ οὖν ἡγῇ σὺ διαφέρειν ἢ ἵππον εἰπεῖν ἢ ζῶον
13. χρεμετιστικόν; ἐγὼ μὲν γὰρ οὐχ ἡγοῦμαι. καὶ μὴν εἰ τοῦθ’
14. οὕτως ἔχει κατ’ ἀμφοῖν ἐκείνων τῶν ὀνομάτων, ἵνα συντομώτερον
15. εἴπῃς, ἵππον ἐπέθου. οὕτω δὲ κᾂν εἴ τι πεζὸν καὶ
16. δίπουν ζῶον, ἀντὶ τοῦ διὰ τριῶν ὀνομάτων ἐνδείξασθαι, δι’
17. ἑνὸς ἐθελήσῃς δηλῶσαι, καλέσεις ἄνθρωπον. καὶ τό γε διαλύειν
1. ἕκαστον τῶν ὀνομάτων εἰς λόγον οὕτω γίνεται. καὶ
2. μὴν καὶ τὸ συντιθέναι τὸν λόγον εἰς ἓν ὄνομα κατὰ τὸν
3. εἰρημένον ἀποτελεῖται τρόπον, ὅταν τῶν θ’ ἁπλῶν ἑκάστου
4. τὴν ἔννοιαν ἔχῃς κατὰ τοὔνομα καὶ δυνατὸς ᾖς ἐκ δυοῖν
5. ἁπλοῖν ἔννοιαν αὖθις ἑτέραν ἐργάσασθαι σύνθετον, εἶτ’ ἐπ’
6. αὐτῆς ὄνομα θέσθαι· κᾄπειτα πάλιν αὖθις ἐκείνῃ τῇ συνθέτῳ
7. προσθεὶς ἕτερον ἁπλοῦν, ἐκ τριῶν ἁπλῶν ἔννοιαν
8. αὖθις ἀπεργασάμενον μίαν, ἐπενεγκεῖν τι καὶ κατὰ ταύτης
9. ὄνομα. πῶς καὶ τίνα τρόπον; οὐ γὰρ ἀποκνήσω γυμνάζων
10. τοὺς σωθῆναι βουλομένους ἐκ τῆς πολυχρονίου ταύτης ἀπαιδευσίας
11. ἐπὶ πλέον ἐπεκτεῖναι τὸν λόγον. ἡ μὲν θερμότης
12. ἁπλοῦ πράγματος ὄνομα. καὶ μὲν δὴ καὶ ἡ βλάβη τῆς ἐνεργείας
13. ἁπλοῦν τι πρᾶγμα. τοσαύτη δὲ θερμότης ὡς ἤδη βλάπτειν
14. ἐνέργειαν οὐκέθ’ ὁμοίως ἁπλοῦν. εἰ τοίνυν καὶ περὶ
15. σύμπαν γένοιτο τὸ σῶμα, πολὺ δὴ μᾶλλον οὐκέθ’ ἁπλοῦν.
16. ἵν’ οὖν μὴ πολλὰ λέγωσιν οἱ ἄνθρωποι, συντομίαν ἀσκοῦντες
17. φύσει τὴν τοιαύτην θερμότητα πυρετὸν ὀνομάζουσιν.
1. ἑτοιμότερον γάρ ἐστιν εἰπεῖν πυρέττειν Δίωνα τοῦ τοσαύτην
2. θερμότητα ἔχειν ἐν ἅπαντι τῷ σώματι ὡς βεβλάφθαι
3. πολλὰς ἐνεργείας. ὅταν μὲν οὖν αὐτὴν τὴν διάθεσιν δηλῶσαι
4. βουληθῶσι, πυρετὸν ὀνομάζουσιν, ὅταν δὲ τὸν ἔχοντα τὴν
5. διάθεσιν, ἀπ’ ἐκείνης παρονομάζουσι καὶ καλοῦσι πυρέττοντα·
6. καθάπερ ἀπὸ τῆς λευκότητος τὸν λευκὸν καὶ ἀπὸ τῆς
7. μελανότητος τὸν μέλανα. συνθέτου δὴ πράγματός ἐστιν
8. ὄνομα πυρετὸς καὶ πολὺ μᾶλλον ὁ πυρέττων· ἁπλοῦν δέ γε
9. παραφροσύνη· ἀλλ’ εἰ προστεθείη τὸ ἁπλοῦν τοῦτο τῷ συνθέτῳ,
10. φρενιτικὸς μὲν ὁ ἄνθρωπος, ἡ διάθεσις δ’ αὐτοῦ φρενῖτις
11. ὀνομάζεται· καθάπερ, οἶμαι, καὶ ὁ ἄνθρωπος αὐτὸς, ἵνα
12. μὴ λέγηται ζῶον λογικὸν θνητὸν, ἕνεκα συντομίας ἄνθρωπος
13. ὠνομάσθη, λόγου τινὰ δύναμιν ἐχούσης τῆς ἄνθρωπος προσηγορίας·
14. καὶ τοῦτ’ ἔστιν ὃ καλοῦσιν οἱ παλαιοὶ φιλόσοφοι
15. τὸν λόγον εἰπεῖν τοῦ ὀνόματος. οὐ μὴν εἰς ἄπειρόν γε προσάγουσιν,
16. ἀλλ’ ἄχρι τῶν ἁπλῶν ἀνέρχονται. τὸν γὰρ ἄνθρωπον,
17. ἐπειδὰν διαλύσῃς εἰς ζῶον καὶ λογικὸν καὶ θνητὸν, καὶ
18. αὖθις λύσεις τὸ ζῶον εἰς οὐσίαν αἰσθητικήν· οὐ μὴν τήν γ’
19. οὐσίαν ἔτι λῦσαι δυνήσῃ, καθάπερ οὐδὲ τὴν αἴσθησιν. ἁπλοῦν
1. γὰρ ἤδη καὶ πρῶτόν ἐστιν ἑκάτερον τούτων. ᾗ καὶ θαυμάζειν
2. ἐπέρχεταί μοι τῶν φρενιτικὸν μέν τινα καὶ ἄνθρωπον
3. εἶναι συγχωρούντων, νόσημα δὲ καὶ ζῶον οὐ συγχωρούντων.
4. ὅμοιον γάρ ἐστι τοῦτο τῷ τὰ μὲν σύνθετα συγχωρεῖν, ἀμφισβητεῖν
5. δὲ περὶ τῶν ἁπλῶν· ὥσπερ οὐ προτέρων τῇ φύσει
6. τῶν ἁπλῶν ὑπαρχόντων. οὐκ εἶδον, φησὶν, αὐτὸ καθ’ ἑαυτὸ
7. τὸ ζῶον· ἀλλ’ οὐδὲ ἄνθρωπον, ὦ μωρὲ, καίτοι λέγεις εἶναι
8. σαυτὸν ἄνθρωπον. ἢ τοῦτο μὲν ὁμολογήσεις, τὸ δὲ καὶ ζῶον
9. ὑπάρχειν οὐχ ὁμολογήσεις; οὐκ ἐθεασάμην, φησὶν, καθ’
10. ἑαυτὴν οὐδαμόθι νόσον· οὐδὲ γὰρ φρενῖτιν ἐθεάσω ποτὲ
11. μόνην, ἀλλ’ ἐπὶ Θέωνος, ἢ ἐπὶ Δίωνος, ἢ ἐπ’ ἄλλου τινὸς
12. ἀνθρώπου. ὥστε τοῦτό γε τελέως ἠλίθιον, εἰ διότι μηδαμόθι
13. τεθέασαι νόσημα μόνον αὐτὸ καθ’ ἑαυτὸ,
14. διὰ τοῦτο νομίζεις μηδ’ εἶναι νόσημα· οὕτω γὰρ οὐδὲ πυρετὸν,
15. οὐδὲ φρενῖτιν, οὐδ’ ἄλλο τῶν τοιούτων οὐδὲν εἶναι
16. συγχωρήσεις· ὡς οὐδὲ τούτων γε τεθέασαί τι μόνον αὐτὸ
17. καθ’ ἑαυτό. βέλτιον δ’ ἦν οὐχ οὕτως, ἀλλ’ ὥσπερ εἴρηται
18. πρόσθεν, ἀπὸ τῶν πραγμάτων αὐτῶν ἄρξασθαι καὶ θεάσασθαι 
1. τῇ διανοίᾳ πόσα τὰ σύμπαντά ἐστιν ἁπλᾶ· κᾄπειθ’
2. ἑκάστῳ θέμενον ἴδιον ὄνομα, συμπλέκειν ἐξ αὐτῶν ἤδη
3. τὰ σύνθετα. ἐγγιγνέσθω δὴ τῷ ὑποκειμένῳ σώματι τοῦθ’ ἓν
4. πρῶτον, τὸ αἰσθάνεσθαι. πότερον οὐ καλέσεις ζῶον ᾧ
5. τοῦθ’ ὑπάρχει; καὶ μὴν ὑπὲρ ὀνόματος οὕτως ἀμφισβητήσεις.
6. ἀλλ’ οὐδὲ εἶναι φήσεις αἰσθανόμενον σῶμα; καὶ μὴν
7. οὕτω γε τῶν πραγμάτων αὐτῶν καταψεύσῃ. ἀλλὰ καὶ σῶμα
8. συγχωρῶν αἰσθανόμενον εἶναί τι καὶ κατὰ τοῦ τοιούτου σώματος
9. τοὔνομα τοῦτο τὸ ζῶον λέγεσθαι, τολμήσεις φάναι
10. μηδὲν εἶναι τὸ ζῶον; οὐκοῦν οὐδὲ τὸ λευκὸν οὐδέν ἐστιν,
11. οὐδὲ τὸ βαδίζον οὐδὲ τὸ τρέχον; ἀπὸ γὰρ τῶν συμβεβηκότων
12. ἑαυτῷ τὸ σῶμα προσαγορεύεται λευκὸν, βαδίζον καὶ τρέχον.
13. αὐτὰ δὲ τὰ συμβεβηκότα τὸ μὲν λευκότης ὀνομάζεται, τὸ δὲ
14. βάδισις, τὸ δὲ δρόμος. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἴσθησις
15. μὲν ἕν τι τῶν ὑπαρχόντων τοῖς σώμασιν, αἰσθανόμενον δὲ
16. αὐτὸ τὸ σῶμα· τοῦτ’ οὖν καὶ ζῶον ὀνομάζεται. τίς οὖν θεασάμενος
17. αἰσθανόμενον σῶμα, παρεὶς τὸ ζῶον ὄνομα ζητήσει
18. τι κατ’ αὐτοῦ λέγειν ἕτερον; ἆρ’ οὖν νοεῖται μόνον τὸ
19. σῶμα καθάπερ Κένταυρος, ἢ καὶ τυγχάνει τι τῆς προσηγορίας
1. ταύτης ὑποκείμενον πρᾶγμα; δῆλον ὡς καὶ τυγχάνει. τί
2. δὲ, νοεῖται μόνον ἡ αἴσθησις, ἢ καί τι τῶν τοῖς σώμασιν
3. ὑπαρχόντων ἐστίν; ἐμοὶ μὲν δοκεῖ καὶ τοῦτ’ εἶναι πρόδηλον
4. ὡς ἕν τι τῶν ἐν τοῖς σώμασιν ὑπαρχόντων ἐστὶ καὶ ἡ αἴσθησις.
5. καὶ μὴν εἰ μήτε τὸ σῶμα νοεῖται μόνον, ἀλλὰ καὶ ἔστι,
6. μήθ’ ἡ αἴσθησις, ἔστι γὰρ καὶ ἥδε· πῶς ἄμφω συντιθέντα τὸ
7. σύνθετον οὐκ ὂν ποιήσει; γελοῖον γὰρ ἤδη τοῦτό γε, σῶμα
8. μὲν εἶναί τι καὶ αἴσθησιν, αἰσθανόμενον δὲ οὐδὲν εἷναι σῶμα·
9. καὶ τούτου γελοιότερον, αἰσθανόμενον μὲν εἶναι σῶμα, ζῶον
10. δ’ εἶναι μηδὲν, ὥσπερ ἄλλο τι καὶ οὐ τοῦθ’ ὑπάρχον ζῶον,
11. ἢ διαφέρον τι τῷ λόγῳ δηλοῦν ἐπιχειρεῖν ὁτιοῦν ἢ ὀνόματι.
12. τῆς δ’ αὐτῆς ἀτοπίας ἔχεται καὶ τὸ μὴ συγχωρεῖν εἶναί τι
13. νόσον· εἰ γὰρ οὐδέν ἐστι διάθεσις, οὐδὲ νόσος ἔσται τι. δοθείσης
14. δ’ εἶναι διαθέσεως, ἔσται τι καὶ νόσος· ἥτις γὰρ ἂν
15. ἐνέργειαν βλάπτῃ διάθεσις, ἐκείνη νόσος ἐστίν. ἀλλ’ οὐκ ἔχεις
16. μοι δεῖξαι, φασὶ, νόσον αὐτὴν καθ’ ἑαυτήν. οὐδὲ γὰρ φρενῖτιν,
17. ὦ οὗτος, οὐδὲ πυρετόν. ἀλλ’ ὅμως καὶ ταῦτα συγχωρεῖς
1. ὑπάρχειν καὶ ἄλλα πολλά. τὴν γὰρ μικρολογίαν τῶν ὀνομάτων,
2. ἣν ἐκομψεύσαντό τινες τῶν φιλοσόφων, ἀνατρέπουσαν ἅπασαν
3. τὴν ἐν τῷ βίῳ συνήθειαν, ὡς μὴ δι’ ἐκείνους αὐτῇ χρῆσθαι
4. δύνασθαι κατὰ τὰ σφῶν αὐτῶν συγγράμματα, παραιτοῦμαι
5. λέγειν τὰ νῦν, ἑτέρωθι διειλεγμένος ὑπὲρ αὐτῶν ἐπὶ
6. πλέον. εἰρηκὼς οὖν οὐδὲν ἧττον ὅσα χρὴ κᾀν τοῖς περὶ τῶν
7. στοιχείων λογισμοῖς, λέγω δὲ μικρολογίαν, ἐν ᾗ διαιροῦνται
8. κατὰ γένη τό τε ὂν καὶ τὸ ὑφεστός. ἀδιαφόρως γὰρ ἡμῖν
9. κᾀνταῦθα καὶ κατὰ τὸν ἑξῆς λόγον εἰρήσεται ταῦτα. πάντας
10. δ’ ἐν πᾶσιν ἐξελέγχειν ἀδύνατον. ἀλλὰ γὰρ περὶ τοῦ μὴ μόνον
11. ἔννοιαν εἶναι νοσήματος ἰδίαν, ἀλλὰ καὶ πρᾶγμά τι τῆς προσηγορίας
12. ταύτης τυγχάνον ὑποκεῖσθαι, κατά γε τὸ παρὸν
13. ἀρκεῖ λελέχθαι ταῦτα. σαφέστερον δ’ ἔτι τοῦτ’ αὐτὸ νοηθήσεται
14. τοῦ λόγου προϊόντος, ἐπειδὰν ὁ περὶ πρώτων ἐνδείξεων
15. περαίνηται λόγος. ὅσα δὲ περὶ νοσήματος εἴρηται νῦν, ἡγοῦμαι
16. καὶ περὶ συμπτώματος εἰρῆσθαι καὶ πάθους, ὑγείας τε
17. καὶ ἀρτιότητος, ἰσχύος τε καὶ δυνάμεως ἁπάντων τε τῶν
1. ἄλλων ὧν ὀνόματά τε καὶ νοήσεις εἰσὶ κατά τινων ὑποκειμένων
2. λεγόμενα. πάντα γὰρ ταῦτα τοῖς σώμασιν ὑπάρχει, τὰ
3. μὲν ὡς διαθέσεις, τὰ δ’ ὡς ἐνέργειαι, τὰ δ’ ὡς πάθη· καὶ τὰ
4. μὲν ὡς κατὰ φύσιν ὄντα, τὰ δ’ ὡς παρὰ φύσιν, ἔνδειξίς
5. τε καθ’ ἕκαστον αὐτῶν ἰδία γίνεται, παρεωραμένη τοῖς πλείστοις
6. τῶν ἰατρῶν.

Cliquer un n° de page pour en afficher l’image