ΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΣ ΜΕΘΟΔΟΥ
ΒΙΒΛΙΟΝ Γ.
1. Εἴπερ οὖν, ὦ Ἱέρων, ἡ ἔνδειξις ἐκ τῆς τοῦ
2. πράγματος φύσεως ὁρμωμένη τὸ δέον ἐξευρίσκει, τὴν ἀρχὴν
3. τῆς τῶν ἰαμάτων εὑρέσεως ἐκ τῆς τῶν νοσημάτων αὐτῶν
4. ἀνάγκη γίγνεσθαι· καὶ γὰρ καὶ ἄτοπον ἕτερον μὲν εἶναι τὸ
5. ἐνδεικνύμενον τὴν θεραπείαν, ἕτερον δὲ τὸ θεραπευόμενον·
6. ἕκαστον γὰρ ὑπὲρ ἑαυτοῦ τι δύναται δηλῶσαι μᾶλλον ἢ ὑπὲρ
7. ἄλλου τοῦτο μὲν δὴ κᾀν τοῖς ἐφεξῆς ἔσται σαφέστερον. ἐπεὶ
8. δὲ πάντες ὁμολογοῦσιν ἐκ τῶν διαθέσεων τὰς πρώτας ἐνδείξεις
9. λαμβάνειν, οὐ χρὴ μηκύνειν ἔτι περιττῶς τὸν λόγον
1. ἀποδεικνύντας ὡς ἐντεῦθεν ἄρχεσθαι προσήκει, μᾶλλον δ’
2. ὅτι μήτε τὸ ξύμπαν τοῦτ’ ἐστὶ μήθ’ ὅλως μέγα τι μέρος,
3. ὡς οἱ μεθοδικοὶ νομίζουσιν, ἀλλὰ σμικρότατόν τε καὶ ἀρχὴν
4. μόνον ἐπιδεῖξαι πειραθῶμεν. αὐτοὶ δή φασιν ἐκεῖνοι τὸν μὲν
5. ἐν τῇ κύστει λίθον, ὅτι τῷ γένει παρὰ φύσιν, ἐνδείκνυσθαι
6. τὴν ἄρσιν. οὕτω δὲ καὶ τὰς ἀκροχορδόνας καὶ τὰς μυρμηκίας
7. ἀθερώματά τε καὶ στεατώματα καὶ μελικηρίδας, ὅσα τ’ ἄλλα
8. τοιαῦτα. τὸ δ’ εἰς τὸν ὄσχεον ἐμπεπτωκὸς ἔντερον, ὅτι τῷ
9. τόπῳ παρὰ φύσιν, ἅπαντά τε τὰ ἐξηρθρηκότα τὴν εἰς τὴν
10. οἰκείαν χώραν ἐπάνοδον ἐνδείκνυται. καὶ μὴν οὐδὲν τούτων
11. οὐδέπω τεχνικὸν, ἀλλ’ ὅπερ, οἶμαι, καὶ τοῖς ἰδιώταις ἅπασιν
12. ὑπάρχει γινώσκειν· ἐμβληθῆναι γοῦν ἑαυτῶν κελεύουσι τὸ
13. κῶλον, ὅταν ἐξηρθρηκότος αἰσθάνωνται καὶ ἀφαιρεθῆναι
14. τὴν ἀκροχορδόνα καὶ τὸ ἕλκος εἰς οὐλὴν ἀχθῆναι καὶ τὸ
15. ῥεῦμα τῆς κοιλίας ἐπισχεθῆναι. τὸ δὲ δι’ ὧν χρὴ ταῦτα ποιεῖν
16. οὐκ ἴσασι. καὶ τοῦτ’ ἔστιν ὃ χρὴ προστιθέναι τὸν ἰατρόν. ὥστε
17. ἡ ἀπὸ τῶν νοσημάτων ἔνδειξις ἀρχὴ μέν ἐστι καὶ οἱονεὶ
18. ὁρμητήριόν τι τῆς θεραπευτικῆς μεθόδου, τῆς τέχνης δ’ οὔπω
1. τῆς ἰατρικῆς μόριον οὐδὲν, ἢ οὐκ ἀξιόλογόν γε μόριον, οὐδὲ
2. ἴδιον, ἀλλ’ ὅπερ καὶ τοῖς ἰδιώταις ὑπάρχει κοινόν. ὁ τοίνυν
3. ἐξευρεῖν δυνάμενος ὑφ’ ὧντινων ἔσται τὸ δηλούμενον ἐκ
4. τῇς πρώτης ἐνδείξεως, οὗτός ἐστιν ὁ τῶν νοσημάτων θεραπευτής·
5. καὶ εἰ μὲν διὰ τῆς ἐμπειρίας εὕροι, τηρητικός τέ τις
6. καὶ ἐμπειρικὸς ὀνομασθησόμενος, εἰ δὲ διὰ λόγου τινὸς, ἢ
7. μεθόδου, λογικός τε καὶ μεθοδικὸς καὶ δογματικός. οὐκοῦν ὁ
8. μὲν ἰδιώτης, ἄνωθεν γὰρ ταὐτὸ ῥητέον, ἥκει παρὰ τὸν
9. ἰατρὸν, ἐμβαλεῖν κελεύων τὸ κῶλον, ἢ διαπλάσαι τὸ
10. συντετριμμένον ὀστοῦν, ἢ ἐξελεῖν τὴν μελικηρίδα. τὸ δ’
11. ὅπως χρὴ τούτων ἕκαστον ποιῆσαι τῆς ἰατρικῆς ἐστι τέχνης
12. εὕρημα. οἱ μὲν οὖν ἐμπειρικοὶ δι’ ἐμπειρίας εὑρίσκεσθαι
13. πάντα φασίν· ἡμεῖς δὲ τὰ μὲν ἐμπειρίᾳ, τὰ δὲ λόγῳ.
14. μήτε γὰρ ἐκείνην ἱκανὴν εἶναι πάντα μήτε μόνον. εὑρίσκειν
15. τὸν λόγον. οὐ μὴν ἀξιοῦμέν γε συγκεχυμένην ποιεῖσθαι τὴν
16. διδασκαλίαν, ἀλλ’ ἰδίᾳ μὲν τὴν ἐμπειρικὴν, ἰδίᾳ δὲ τὴν λογικὴν,
17. ἵν’ ὅσην ἑκατέρα δύναμιν ἔχῃ σαφῶς εὑρεθῇ. καὶ νῦν
18. ἡμῖν πρόκειται περὶ τῆς λογικῆς εὑρέσεως εἰπεῖν. ἆρ’ οὖν ἔχομέν
1. τινα μέθοδον ᾗ χρώμενοι τῶν εἰρημένων ἕκαστον εὑρήσομεν;
2. ἀνελεῖν λέγω τὸ περιττὸν τῷ γένει καὶ μεταθεῖναι τὸ
3. τὴν οἰκείαν χώραν ὑπηλλαχὸς, ἑνῶσαί τε τῆς συνεχείας λελυμένον.
4. ἢ τὴν ἐμπειρικὴν ὑπ’ αὐτὰ παρακαλέσομεν; ἐγὼ μὲν
5. καὶ πάνυ πέπεισμαι μέθοδον ὑπάρχειν τινὰ τῆς τῶν ζητουμένων
6. εὑρέσεως, ἧς ἀρχὴν εἶναι τὴν ἐκ τῶν νοσημάτων ἑκάστου
7. προσπίπτοντα σκοπόν. ἡ γὰρ τῆς συνεχείας λύσις τὴν ἕνωσιν
8. ἐπιζητεῖ· κατὰ μὲν ὀστοῦν κάταγμα λεγομένη, κατὰ δὲ τὸ
9. σαρκῶδες μέρος ἕλκος, ὥσπερ γε καὶ τὸ τραῦμα καὶ τὸ
10. ῥῆγμα καὶ τὸ σπάσμα, τὸ μὲν ἐν σαρκώδει μορίῳ διὰ τοῦ.
11. τρωθῆναι γεγονὸς, τὸ δὲ ῥῆγμα καὶ τὸ σπάσμα χωρὶς
12. τοῦ τρωθῆναι, σαρκώδους μὲν ἐν τῷ ῥήγματι μορίου τῆς
13. συνεχείας λυθέντος, νευρώδους δὲ ἐν τῷ σπάσματι. τούτων
14. ἁπάντων ὁ μὲν σκοπὸς ἕνωσις. εἴτε δ’ οἷόν τε τυχεῖν αὐτοῦ
15. καθ’ ἅπαν, εἴτ’ οὐκ ἐγχωρεῖ πολλαχόθι, τοῦτ’ αὐτὸ πρῶτον
16. ἤδη τεχνίτου γινώσκειν. ἰδιώτης γὰρ οὐδεὶς οἶδεν οὔθ’ ὅτι
17. τῶν φρενῶν τὸ νευρῶδες οὔθ’ ὅτι τὰ λεπτὰ τῶν ἐντέρων
1. οὐκ ἐγχωρεῖ δέξασθαι τὸν σκοπὸν, οὐ μὴν οὐδὲ περὶ πόσθης,
2. οὐδὲ περὶ τοῦ λεπτοῦ τῶν γνάθων οἶδεν· ἀλλ’ οὐδ’ εἰ τερηδὼν
3. ὀστοῦ δύναται θεραπευθῆναι, καθάπερ ἐν σαρκὶ διάβρωσις·
4. οὐδ’ εἰ τὸ κάταγμα συμφῦναι, καθάπερ τὸ τραῦμα,
5. κατὰ ταὐτὰ δὲ οὐδ’ εἰ πωρωθῆναι δύναται γιγνώσκει· ὡσαύτως
6. δὲ καὶ περὶ τῶν ἐν τῇ κεφαλῇ καταγμάτων ὁ ἰδιώτης
7. οὐδὲν οἶδεν, εἴτε χρὴ τὴν πώρωσιν ἀναμένειν, εἴτ’ ἄλλως
8. ἰᾶσθαι. πολὺ δὲ μᾶλλον οὐδὲ εἰ καρδίας τρωθείσης ἢ πνεύμονος
9. ἢ γαστρὸς ἢ ἥπατος ἐλπίζειν χρὴ τὴν ἴασιν· οὐδ’
10. ὅλως οὐδὲν οὐκέτι περαιτέρω τοῦ πρώτου σκοποῦ γιγνώσκει
11. τῶν ἰδιωτῶν οὐδείς. τοῦτ’ οὖν αὐτὸ πρῶτον ἤδη τῆς τέχνης
12. ἔργον, ἤτοι τυχεῖν ἐλπίζειν τοῦ τέλους ἢ ἀπογινώσκειν τοῦ
13. τυχεῖν· διττὴ δ’ ἡ γνῶσις αὐτοῦ καὶ τρίτην οὐκ ἐγχωρεῖ γενέσθαι·
14. διὰ μὲν τῆς ἐμπειρίας ἡ ἑτέρα, μακροῦ δηλονότι
15. χρόνου δεομένη· διὰ δὲ τῆς αὐτοῦ τοῦ πράγματος φύσεως
16. ἡ ἑτέρα· καὶ γὰρ τὴν οὐσίαν ἑκάστου τῶν μορίων ἐπισκέψεται
17. καὶ τὴν ἐνέργειαν καὶ τὴν χρείαν καὶ τὴν θέσιν, ἐξ ὧν
18. ὁρμωμένη τό τ’ ἀδύνατον ἰαθῆναι προγνώσεται καὶ τοῦ
1. δυνατοῦ δέξασθαι τὴν ἴασιν ὑπὲρ τῆς τῶν βοηθημάτων εὑρέσεως
2. ἐπισκέψεται.