3. Πρόδηλον δ’ ὡς ἀπὸ τῶν ἁπλουστάτων
4. ἄρξηται. τί δ’ ἁπλούστερον ἕλκους ἐπιπολῆς ἐν σαρκώδει
5. μορίῳ; τοῦτ’ οὖν εἰ μὲν ἁπλῶς ἕλκος εἴη, σκοπὸς αὐτοῦ τῆς
6. ἰάσεως ἕνωσις: εἰ δὲ σὺν κοιλότητι, διττὸς μὲν ὁ σκοπὸς, ὅτι
7. καὶ ἡ διάθεσις διττή· συνεχείας μὲν λύσις τὸ ἕλκος, ἀπώλεια
8. δὲ οὐσίας τινὸς οἰκείας τῷ ζώῳ ἡ κοιλότης. εὑρίσκεται δὲ
9. κᾀνταῦθα πολλάκις ὁ ἕτερος τῶν σκοπῶν ἀδύνατος· οἷον εἰ
10. μὴ μόνον ἡ σὰρξ, ἀλλὰ καὶ τὸ ὑποκείμενον ὀστοῦν ἀπολωλὸς
11. εἴη· πληρωθῆναι γὰρ ἀκριβῶς ἡ τοιαύτη κοιλότης οὐ δύναται,
12. ἀλλ’ ἐπουλωθῆναι μὲν, ὅπερ ἦν ἕλκους ἴασις, ἀνίατος
13. δὲ ἡ κοιλότης καταλειφθήσεται. τοῦτ’ οὖν αὖθις αὐτὸ πάντως
14. μὲν ἤτοι διὰ τῆς ἐμπειρίας ἢ διὰ τοῦ λόγου χρὴ γνῶναι·
15. ὁ Θεσσαλὸς δὲ οὔτε τούτοις χρῆται καὶ τρίτον οὐδὲν προστίθησιν,
16. εἶτ’ οὐκ αἰδεῖται ληρῶν, ἀλλ’ ἐᾷ τοῦτο τὸ κοῖλον
17. δ’ ἕλκος ἐν σαρκώδει μορίῳ χωρὶς τοῦ πεπονθέναι τι τῶν
18. ὑποκειμένων ὅπως ἰασώμεθα, λεγέτω παρελθὼν ὁ Θεσσάλειος
1. ἰατρός. ἐμβαλόντες, φησὶ, τὸ σαρκωτικὸν φάρμακον· εὖ
2. γε τῆς εὐχερείας, ἴσως δ’ ἀναισθησίας εἰπεῖν ἦν ἄμεινον, εἰ
3. σαρκωτικὸν εἰπὼν ἀπηλλάχθαι δοκεῖ τοῦ ζητουμένου· εἰ γὰρ
4. ἤδη τὸ σαρκωτικὸν ἐπιστάμεθα, τί ζητοῦμεν ἔτι; λέγε μοι τὸ
5. σαρκωτικὸν ὅ τί ποτ’ ἐστὶν, ᾧ μέλλεις χρῆσθαι; λιβανωτὸν,
6. οἶμαι, φήσεις, ἴριν ἢ ἀριστολοχίαν ἢ ὀρόβινον ἄλευρον ἢ
7. πάνακα· τῶν γὰρ ξηρῶν φαρμάκων πρῶτον μνημονεύσω.
8. ταῦτ’ οὖν εἰπέ μοι πόθεν εὗρες; ἐκ τῆς πείρας, φησί. τί δὴ
9. οὖν ἔτι προσέθηκας σύ; τὸ μὲν γὰρ ὅτι χρὴ πληροῦν τὸ
10. κοῖλον οἶδε δήπου καὶ ὁ ἰδιώτης. τὸ δ’ ἐξ ὧν καὶ δι’ ὦν
11. φαρμάκων, ἐδίδαξεν ἡ πεῖρᾳ. Θεσσαλὸς δ’ οὔθ’ ὡς ἐμπειρικὸς
12. οἶδε τὸ φάρμακον οὔθ’ ὡς λογικός. ὡς ἐμπειρικὸς μὲν,
13. ὅτι μὴ βούλεται· ὡς λογικὸς δὲ, ὅτι μὴ δύναται· ἐπεὶ ὅτι
14. γε ὡς ἐμπειρικὸς οἶδεν, ἀκριβῶς ἐγὼ τοῦτο γινώσκω. δυοῖν
15. γὰρ ὄντοιν ἁπάσης εὑρέσεως ὀργάνων, ἐμπειρίας καὶ λόγου,
16. ὁ τὸ μὲν εὑρημένον ἐπιστάμενος, εἰπεῖν δ’ οὐκ ἔχων αὐτοῦ
17. τὸν λόγον, εὔδηλός ἐστιν ἐκ τῆς ἐμπειρίας εὑρηκώς. ἵνα
1. τοίνυν εἰδῇ πόσον ἁμαρτάνει, μικρὸν ἡσυχάσας ἀκροατὴς
2. ἡμῶν γενέσθω· βούλομαι γάρ τινα διαλεχθῆναι τῷ μονὴν
3. τὴν ἐμπειρίαν πρεσβεύοντι· δίκαιον γὰρ οἶμαι κᾀκεῖνον εἰπεῖν
4. ὅπως εὗρε τουτὶ τὸ σαρκωτικὸν φάρμακον τὸ ξηρὸν, ὃ δὴ
5. κεφαλικὸν ὀνομάζουσι· σύγκειται δὲ ἐξ ἴρεως καὶ ἀριστολοχίας
6. ὀρόβου τε καὶ λιβανωτοῦ καὶ μάννης. ἔστι καὶ ἕτερόν
7. τι ᾧ πρὸς τοῖς εἰρημένοις καὶ φλοιὸς πάνακος ἐπεμβάλλεται·
8. καὶ μὲν δὴ καὶ ἕτερόν ἐστιν ᾧ καὶ καδμεία πεπλυμένη
9. προσεπεμβάλλεται. λεγέτω τοίνυν ὑπὲρ τούτων ὅπως εὑρέθη.
10. καὶ τί μοι, φησὶ, ζητεῖν ὑπὲρ τῆς εὑρέσεως αὐτῶν, ἀλλ’ οὐ
11. τοῖς εὑρημένοις ὀρθῶς χρῆσθαι; ταυτὶ μὲν οὖν εὐθὺς κατ’
12. ἀρχὰς ἀποφαίνονται, κατὰ σύμβασιν δὲ, καλοῦσι γὰρ οὕτως
13. αὐτοὶ καὶ τῷ ῥήματι τούτῳ, ποτὲ μὲν ἐξ ὀνειράτων ἐνδέχεσθαι
14. τὰ τοιαῦτα εὑρῆσθαί φασιν, ἔστι δ’ ὅτε κατὰ
15. δή τινα τύχην ἐκχυθῆναι τὸ ἕτερον εἰς τὸ ἕτερον, εἶτά τινα
16. τῷ μικτῷ τολμῆσαι χρήσασθαι, τῆς τόλμης δ’ οὐ λέγειν τὴν
17. ἐλπίδα ταυτὶ μὲν οὖν πρόδηλος λῆρος. ὁ δὲ τρίτος αὐτοῖς
18. τρόπος τῆς εὑρέσεως ἐστιν ὄντως ἐπιλογιστικός· ἑκάστου
1. γὰρ ἐκείνων ἁπλῶν ἰδίᾳ τις πεπειραμένος ὡς σαρκωτικῶν,
2. κᾄπειθ’ εὑρίσκων ἐνίοτε μὴ σαρκοῦντα, προσεπελογίσατο μὴ
3. πάσῃ φύσει πᾶν ἁρμόττειν. εἰ γὰρ ὃν οὐκ ἐσάρκωσεν ἡ ἀριστολοχία,
4. τοῦτον ὁ λιβανωτὸς ἐσάρκωσεν, ᾧ δ’ ὁ λιβανωτὸς
5. οὐχ ἥρμοττε, τούτῳ τῆς ἴρεως προσαχθείσης ἀπήντησε τὸ δέον,
6. εὔλογον, οἶμαι, μὴ πάντας ὑπὸ πάντων ὁμοίως διατίθεσθαι
7. τούτου δ’ ἅπαξ εἰς ἐπιλογισμὸν ἐλθόντος ἄμεινον ἔδοξεν ὡς
8. οἷόν τε πλεῖστα τῶν ὁμοειδῶν εἰς ταὐτὸν ἀναμῖξαι, ἵν’ ἑκάστη
9. φύσις σώματος εὐπορῇ τοῦ προσήκοντος. καὶ μὴν, ὦ
10. ἑταῖρε, ἐν τῇ συμπλοκῇ τῶν εἰδῶν οὐ φυλάττονται τῶν.
11. οἰκείων οὐσιῶν αἱ ἐνέργειαι, ὡς ἐπὶ ἑνὸς ἑκάστου εἴδους τῷ
12. ὠφελεῖν εἰς νόσον ἥνπερ χρὴ θεραπεύειν εὐπορεῖν τοῦ
13. προσήκοντος. εἰ μὲν γὰρ ἤτοι τὴν φύσιν ἠδύναντο τοῦ σώματος
14. ἐξευρεῖν ἢ τοῦ προσφερομένου φαρμάκου τὴν δύναμιν,
15. οὐδὲν ἂν ἴσως ἐδέησεν αὐτοῖς τῆς τοιαύτης ποικιλίας,
16. ἓν ἑκάστοτε φάρμακον ἐφ’ ἑνὶ σώματι τὸ συμφέρον
17. εὑρίσκειν δυναμένοις. ἐπεὶ δ’ ἀγνοοῦσιν ἑκάτερον, κακῶς
18. ἀναμιγνύουσιν ἅπαντα, πολλαῖς φύσεσιν ἁρμόττον ἐπιτεχνήσασθαι
1. βουλόμενοι ἓν φάρμακον. τοῦτον τὸν τρόπον τῆς
2. συνθέσεως τῶν φαρμάκων ἐγὼ πείθομαι τοῖς πρώτοις τῶν
3. ἰατρῶν ἐπινενοῆσθαι καὶ ὡς ἀρχαῖον εὕρεμα προσίεμαι. τοσοῦτόν
4. γε μὴν ἀποδεῖν ἡγοῦμαι τῆς ὄντως μεθόδου θεραπευτικῆς,
5. ὅσον εὐλογώτερός ἐστι τῶν ἐγχεομένων εἰς ἄλληλα
6. κοσκίνων. εἰ γὰρ μὴ λογίζεται πρῶτον μὲν ὡς μόνης τῆς ἐξ
7. ὁμοειδῶν φαρμάκων συνθέσεως, οὐ μὴν τῆς γ’ ἐξ ἐναντίων
8. εἴρηκε τὴν μέθοδον. ἔπειθ’ ὡς ἐν τῷ πλήθει τῆς μίξεως ἓν
9. μὲν, εἰ τύχοι, τὸ τῷ πάσχοντι προσῆκόν ἐστι φάρμακον,
10. ἐγχωρεῖ δὲ καὶ μηδὲν, ἑπτὰ δ’ ἢ ὀκτὼ τῶν οὐκ οἰκείων·
11. ὥστε πλείοσιν ἀριθμοῖς βλάψαι τὸ τοιοῦτον ἢ ὠφελῆσαι·
12. ταῦτ’ εἰ μὴ λογίζεται, πλέον αὐτὸν ἀγνοεῖν ἢ γιγνώσκειν
13. τοῦ πράγματος εἴποιμ’ ἄν. ἔλαιον γοῦν ἐγχεόμενον ἕλκει
14. κοίλῳ πάντων ἐναντιώτατον φάρμακον· εἰ γὰρ ἐθελήσεις
15. οὕτω θεραπεύειν, αὐτῇ γνώσεις τῇ πείρᾳ ῥυπαρὸν καὶ βρυῶδες
16. ἀποτελούμενον τὸ ἕλκος. εἰ δὲ καὶ ἡ ὥρα τοῦ ἔτους
17. θερμὴ τύχοι καὶ ὁ ἄνθρωπος εἴη κακοχυμώτερος, ἢ φύσει
1. ῥευματικώτερος ἢ καὶ περὶ τὴν δίαιταν τί πλημμελοίη, κίνδυνος
2. τούτῳ σαπῆναι τὸ μόριον ἐν ᾧ τὸ ἕλκος ἐγένετο.
3. κίνδυνος δὲ κᾂν εἰ κηρῷ μόνῳ χρῷο, κᾂν εἰ τήκων ἐλαίῳ·
4. ταυτὶ μὲν οὖν διασήψει σοι τὸ ἕλκος· εἰ δὲ ἰὸν λειώσας
5. ἐμπλάττῃς, οὐ διασήψει μὲν οὗτός γε οὐδαμῶς, ὀδύνην, δ’
6. ἐργάσεται καὶ δῆξιν οὐ σμικρὰν, ἀνάβρωσίν τε καὶ φλεγμονήν·
7. εἰ δὲ ἐπιπλέον χρήσαιο, καὶ σπασμόν. ἐπεὶ τοίνυν οὔτε
8. τὸ ἔλαιον οὔτε ὁ ἰὸς οὔτε ὁ κηρὸς ἕλκος κοῖλον σαρκῶσαι
9. δύνανται, δῆλον ὡς οὐδὲ μίξει ποτ’ αὐτὰ τῶν ἀπὸ τῆς ἐμπειρίας
10. οὐδείς· ἀλλ’ ἐγὼ μίξω γε τῷ δέοντι μέτρῳ καὶ ταῦτα
11. καὶ ἄλλα μυρία φάρμακα τῶν βλαπτόντων ἰδίως ἕλκος κοῖλον.
12. εἰ γὰρ μὴ ταῖς αὐταῖς δυνάμεσι βλάπτοιεν, ἀλλ’. ὑπεναντίαις,
13. ἄμετρα δήπουθέν ἐστιν ὡς πρὸς, ἕλκους κοίλου
14. πλήρωσιν. ἀλλ’ ὅπως ἐκ δυοῖν ἀμέτροιν κράσεων· ἓν ἀποτελεῖται
15. σύμμετρον, ἐν τοῖς περὶ φαρμάκων συνθέσεως ἐμάθομεν
16. λογισμοῖς. οὔκουν ἔτι χαλεπὸν ἐξ ἐλαίου καὶ κηροῦ καὶ
17. ἰοῦ συνθεῖναι φάρμακον σαρκωτικόν· εἰ γὰρ εἰδείης ὡς
1. ξηραίνεσθαι μετρίως δεῖται τὸ τοιοῦτον ἕλκος, οὐ ξηραίνει
2. δ’ οὔτε ὁ κηρὸς οὔτ’ ἔλαιον, εἰδείης ἄν ὡς οὔτε ἑκάτερον
3. οὔτ’ ἄμφω πληρώσουσιν ἕλκος κοῖλον· οὐ μὴν οὐδ’ ὁ ἰὸς
4. μόνος, ἀμέτρως γὰρ ξηραίνει. μίξας οὖν ἅπαντα συμμέτρως
5. ξηρὸν ἐργάσασθαι δυνήσῃ φάρμακον· ὁπόσον δ’ ἑκάστου χρὴ
6. τὸ μέτρον εἶναι δέδεικται μὲν ἤδη μοι κᾀν τοῖς περὶ φαρμάκων
7. συνθέσεως ὑπομνήμασιν, δειχθήσεται δὲ καὶ νῦν, εἰ
8. δεηθείη, τοῦ λόγου προϊόντος. ἀποπέμψαι γάρ με χρὴ πρῶτον
9. ἀπὸ τῶν ἐφεξῆς λόγων τὸν ἀμέθοδον ἐκεῖνον Θεσσαλὸν,
10. ἐνδειξάμενον αὐτῷ πόσον ἁμαρτάνει τοῦ δέοντος. φρονίμῳ
11. γὰρ ἀνθρώπῳ καὶ τὰ νῦν εἰρημένα σαφῶς ἐνδείκνυται τὴν
12. θεραπευτικὴν μέθοδον ὁποίαν τινα εἶναι χρή. ἀλλὰ γὰρ οὐ
13. πρὸς τοὺς τοιούτους ὁ λόγος· ὥστε ἀναγκαῖον ἔτι διαλεχθῆναι
14. πρὸς αὐτοὺς ἐνθένδε ποθὲν ἀρξάμενον. ἅπασα κοιλότης
15. παρὰ φύσιν ἐνδείκνυται τὴν πλήρωσιν· ὥστε καὶ ἡ ἐν τῷ
16. σαρκώδει μορίῳ· αὕτη δὲ ἡ πλήρωσις σκοπὸς τῆς τῶν ἰαμάτων
17. εὑρέσεως γίγνεται. ἵνα δ’ εὑρεθῇ τὰ πληρώσαντα καὶ
1. λόγου δεόμεθα συχνοῦ καὶ πολλῶν τῶν κατὰ μέρος ἐνδείξεων,
2. καὶ μεθόδου λογικῆς ἀκριβοῦς· ἐθεάσω γοῦν πολλάκις ἕλκη
3. δυσίατα μὴ δυναμένους θεραπεῦσαι μήτε τοὺς τὴν ἐμπειρίαν
4. πρεσβεύοντας ἰατροὺς τούτους δὴ τοὺς πολυφαρμάκους, ἀλλὰ
5. μηδὲ τοὺς τὸν ἀναλογισμὸν ἐπαγγελλομένους ἅπαντας. οἱ
6. γὰρ Θεσσάλειοι μεθοδικοὶ μὲν τοὔνομα, ταῖς δ’ ἀληθείαις
7. ἀμέθοδοι, καθάπερ τινὲς ὄνοι λύρας οὐδ’ ἐπαΐειν ἱκανοὶ
8. τῆς τοιαύτης θεωρίας εἰσὶ, μή τοί γε δὴ λογισμῷ τὸ δέον
9. ἐξευρίσκειν. ἐθεάσω δὲ πολλάκις ἐπὶ τῶν τοιούτων ἑλκῶν
10. τοὺς μὲν ἀπὸ τῆς ἐμπειρίας ἄλλοτ’ ἐπ’ ἄλλο μεταβαίνοντας,
11. φάρμακον, οὐ μὰ Δία λογισμοῦ τινος ἐξηγουμένου τῆς μεταβάσεως,
12. ἀλλ’ ἐπειδὴ πολλῶν μὲν ἐπειράθησαν πληρούντων
13. ἕλκη κοῖλα, τὴν δ’ ὡς αὐτοὶ καλοῦσιν ἰδιοσυγκρασίαν, ἐφ’
14. οἷς ἕκαστον αὐτῶν εὐδοκίμησεν οὔτε διαγινώσκειν οὔτε
15. μεμνῆσθαι δύνανται; διὰ τοῦτο καὶ νῦν οὐκ ἐπιστάμενοι μὲν
16. ἐφ’ ὅ τι χρὴ μεταβαίνειν, ἐλπίζοντες δ’ ἐν πολλῇ τῇ κατὰ
17. μέρος διεξόδῳ πάντως εὑρεθήσεσθαί ποτε τὸ προσῆκον, ἄλλοτ’
18. ἐπ’ ἄλλο μεταπηδῶσι, τύχῃ μᾶλλον ἢ λογισμῷ τὴν τοῦ συμφέροντος
1. εὕρεσιν ἐπιτρέποντες. ὅμοιοι δ’ αὐτοῖς εἰσι, κᾂν μὴ
2. θέλωσιν, ὅσοι τῶν δογματιζόντων ἐπὶ τὰς φυσικὰς ἀρχὰς
3. τῶν σωμάτων οὐκ ἐδυνήθησαν ἀναβῆναι τῷ λόγῳ. καὶ γὰρ
4. αὐτοὶ, καθότι πρόσθεν ἐδείξαμεν, ἐξ ἡμίσεώς εἰσιν ἐμπειρικοὶ,
5. οἳ οὐκ ἠδυνήθησαν διαλαβεῖν περὶ τῶν πρώτων στοιχείων.
6. περὶ δὲ τῶν ἀμεθόδων τούτων Θεσσαλείων τί ἄν τις
7. καὶ λέγοις μόνοι τοίνυν οἱ ὄντως μεθόδῳ θεραπεύοντες ἐξευρίσκουσί
8. τε τὸ δέον ἢ φάρμακον ἢ διαίτημα καθ’ ἕκαστον
9. τῶν τοιούτων ἑλκῶν ἐπιδεικνύουσί τε τὰ σαφέστατα διὰ
10. τῶν ἔργων αὐτῶν ὁπηλίκον ἀγαθόν ἐστι καὶ ὅσον φῶς παρέχει
11. πρὸς τὰς ἰάσεις ἡ περὶ φύσεως πραγματεία. καὶ γὰρ δὴ
12. καὶ ὡς τοῖς συνεχῶς ἀφ’ ἑτέρου φαρμάκου μεταβαίνουσιν
13. ἐφ’ ἕτερον ἐνίοτε παρορᾶται καὶ καταφρονεῖται τὸ χρήσιμον,
14. ἐπέδειξά σοι πολλάκις ἑνὶ φαρμάκῳ τὰ τοιαῦτα τῶν ἑλκῶν
15. θεραπεύσας ὧν ἔφθανον ἐκεῖνοι κεχρῆσθαι. κατεφρονήθη
16. δ’ εἰκότως ἡ δύναμις τοῦ τοιούτου φαρμάκου διά τε τὴν ἀκαιρίαν
17. τῆς χρήσεως, οὐ μόνον οὐδὲν ὠφελῆσαι δόξαντος, ἀλλὰ
18. καὶ προσβλάψαι, καὶ διὰ τὸ μηδὲν ἐνίοτε σαφὲς ἐργάζεσθαι
1. τὴν πρώτην χρῆσιν. ἐθεάσω δὲ καὶ ὀφθαλμῶν ὀδύνας σφοδροτάτας
2. ἰασαμένους ἡμᾶς ἢ λουτροῖς ἢ οἴνου πόσεσιν ἢ
3. πυρίαις ἢ φλεβοτομίαις ἢ καθάρσεσιν, ἐφ’ ὧν οὐδὲν ἄλλο
4. ἔχουσιν οἱ πολλοὶ τῶν ἰατρῶν ἢ ταυτὶ τὰ δι’ ὀπίου καὶ
5. μανδραγόρου καὶ ὑοσκυάμου συντιθέμενα φάρμακα, μεγίστην
6. λώβην ὀφθαλμῶν· οὐδὲ γὰρ οὐδ’ ἄλλῳ τινὶ τὴν ἐν τῷ παραχρῆμα
7. δόκησιν τῆς ἀνωδυνίας, ἀλλ’ ἢ τῷ νεκροῦν τὴν αἴσθησιν
8. ἐργάζονται. καὶ πολλοὺς οἶσθα μετὰ τὰς τοιαύτας χρήσεις
9. τῶν φαρμάκων, ἐπειδὰν ἀμετρότερον προσαχθῇ, μηκέτ’ ἐπανελθόντας
10. εἰς τὸ κατὰ φύσιν, ἀλλ’ ἀρξαμένους μὲν ἐντεῦθεν
11. ἀμυδρῶς καὶ μόγις ὁρᾷν, ἐν τῷ χρόνῳ δ’ ὑποχύσεσιν ἢ μυδριάσεσιν
12. ἢ φθίσεσιν ἢ ῥυτιδώσεσιν ἁλόντας. οἶσθα δὲ δήπου
13. συνδιατρίψας ἡμῖν εὐθὺς ἐκ μειρακίου, μηδὲ παρ’ ἑνὶ τῶν
14. διδασκάλων θεασαμένους ἡμᾶς ἔργον τοιοῦτον, ἀλλ’ ἐξευρόντας
15. αὐτοὺς τῷ λογισμῷ· καὶ ὅτι γε πολλῷ χρόνῳ τὸν ἀφορισμὸν
16. ἀνεσκεψάμην ἐκεῖνον, ὀδύνας ὀφθαλμῶν ἀκρητοποσίη
17. ἢ λουτρὸν ἢ πυρίη ἢ φλεβοτομίη ἢ φαρμακείη λύει, καὶ ὡς
18. ἐκ τῆς ἄλλης ἀκριβείας Ἱπποκράτους ἤλπιζον μηδ’ ἐνταῦθα
1. μήτε ψεῦδός τι μήτ’ ἀδύνατον λέγεσθαι· καὶ ὡς τοῦτ’ ἦν
2. με τὸ προτρέψαν ἐπὶ τὴν ζήτησιν, ἕως οὗ καὶ ταύτην τὴν
3. Ἱπποκράτους ὁδὸν ἐξεῦρον διορίσασθαι, πότε καὶ πῶς ἐφ’
4. ἑκάστου τῶν εἰρημένων χρηστέον. ὃ καὶ δῆλον ἐποίησα
5. πολλοῖς τῶν θεασαμένων τὰ τοιαῦτα, πηλίκη μέν ἐστιν ἡ τῆς
6. θεραπευτικῆς μεθόδου δύναμις, ἡλίκον δὲ κακὸν εἰργάσαντο
7. μὴ φυλάξαντες τὴν παλαιὰν ἰατρικὴν οἱ τὰς νεωτέρας αἱρέσεις
8. συστησάμενοι. ταῦτά τοι καὶ ὑμεῖς καίτοί γε ἄκοντά με
9. κατ’ ἀρχὰς ἠναγκάσατε, λιπαροῦντες διεξελθεῖν ἅπασαν τήνδε
10. τὴν πραγματείαν ἣν εὔχομαι μὲν τοῖς θεοῖς ὄνησίν τινα καὶ
11. τοῖς ἄλλοις ἀνθρώποις γενέσθαι, βραχυτάτην δ’ ἔχω τὴν ἐλπίδα
12. διὰ τὴν κατέχουσαν νῦν ὀλιγωρίαν μὲν τῶν καλῶν,
13. ἐπίδοσιν δὲ εἰς τιμὴν πλούτου καὶ δόξης καὶ πολιτικῶν δυνάμεων·
14. ἐφ’ ἃ τοῖς ἐκτραπεῖσιν οὐκ ἐνδέχεται τἀληθὲς ἐν
15. οὐδενὶ τῶν ὄντων ἐξευρεῖν. ἀλλὰ ταῦτα μὲν ὅπῃ τῷ θεῷ·
16. φίλον, οὕτω τελευτήσει. τὴν δ’ οὖν θεραπευτικὴν μέθοδον,
17. ἀσκηθεῖσαν μὲν τοῖς παλαιοῖς ἰατροῖς, ὀλιγωρουμένην δὲ νῦν
18. ἀνακτησώμεθα καθ’ ὅσον οἷοί τ’ ἐσμὲν, αὖθις ἀναλαβόντες
1. τὸν λόγον ἐπὶ τοῦ προκειμένου παθήματος ἕλκους κοίλου.
2. περὶ μὲν δὴ τῆς πρώτης εὑρέσεως τῶν σαρκωσόντων τὸ τοιοῦτον
3. ἕλκος φαρμάκων ἀρκείτω τὰ μικρῷ πρόσθεν εἰρημένα,
4. καὶ συγχωρείσθω δ’, εἰ βούλει, τοῖς ἐμπειρικοῖς ἃ λέγουσιν
5. ἅπαντα. περὶ δὲ τῆς τῶν εὑρημένων χρήσεως ἐπὶ μὲν τῶν
6. ἔργων αὐτῶν ἐπέδειξά σοι πολλάκις· οὐδὲν δ’ ἧττον καὶ νῦν
7. ἐπιδεῖξαι τῷ λόγῳ πειράσομαι πῶς ἐν οἷς ἂν μηδὲν δράσῃ
8. τὸ σύνηθες ἑκάστῳ φάρμακον, ἐπ’ ἄλλο μεταβαίνειν εὐμηχάνως
9. τε καὶ τεχνικῶς ἀποροῦσιν οἱ ἐμπειρικοί. καὶ τοῦτ’ εὐλόγως
10. γίνεται· τοῦ γὰρ πρώτου φαρμάκου τῆς ἀποτυχίας τὴν
11. αἰτίαν ἀγνοοῦντες, οὐδὲ φυλάξασθαι δήπουθεν αὐτὴν ἐπὶ
12. τοῦ δευτέρου δύνανται. ἀγνοουμένης γὰρ ἔτι τῆς αἰτίας δι’
13. ἣν ἐνεργεῖ τὸ φάρμακον, οὐδὲ δι’ ἣν ἀποτυγχάνει γνῶναι
14. δυνήσονται. ταύτης δ’ ἀγνοουμένης οὐδ’ ἐφ’ ἕτερον ἔτι μεταβαίνειν
15. εὐλόγως ἐγχωρεῖ, φυλάξασθαι γὰρ οὐδ’ ἐπ’ ἐκείνου
16. δυνήσονται τὴν αὐτὴν αἰτίαν.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 3.2, ed. Kühn, 1825, vol. 10, p. 162-173. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:3.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩